- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.2.29-5.2.37
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
戈布里亚斯因巴比伦城内驻有数倍于己的敌军而主张谨慎行军,居鲁士则力排众议,从乌合之众的群体恐慌心理以及决定战局的是精兵而非人数等角度进行论辩,指出唯有趁敌心未稳径直进军巴比伦才是最安全的良策,并下令即刻进发。
οὐκοῦν, ἔφη, οἴει ἂν καὶ τοῦτον ἡδέως ἡμᾶς ἰδεῖν, εἰ οἴοιτο αὑτῷ βοηθοὺς ἂν γενέσθαι; εὖ μὲν οὖν, ἔφη, οἶδα, ὁ Γωβρύας· ἀλλʼ ἰδεῖν τοι αὐτὸν χαλεπόν ἐστιν, ὦ Κῦρε. πῶς; ἔφη ὁ Κῦρος. ὅτι εἰ μέλλει τις ἐκείνῳ συμμείξειν, παρʼ αὐτὴν τὴν Βαβυλῶνα δεῖ παριέναι.
“那么,”他说,“如果他认为我们会成为他的援兵,你以为这人是否也会乐意见到我们?” “我深知正是如此,”戈布里亚斯说,“但是居鲁士啊,要见到他实属不易。” “怎么讲?”居鲁士问。 “因为如果有人打算与他会合,就必须紧挨着巴比伦城经过。”
τί οὖν, ἔφη, τοῦτο χαλεπόν; ὅτι νὴ Δίʼ, ἔφη ὁ Γωβρύας, οἶδα ἐξελθοῦσαν ἂν δύναμιν ἐξ αὐτῆς πολλαπλασίαν ἧς σὺ ἔχεις νῦν·1 εὖ δʼ ἴσθι ὅτι καὶ διʼ αὐτὸ τοῦτο ἧττόν σοι νῦν ἢ τὸ πρότερον Ἀσσύριοι καὶ τὰ ὅπλα ἀποφέρουσι καὶ τοὺς ἵππους ἀπάγουσιν, ὅτι τοῖς ἰδοῦσιν αὐτῶν ὀλίγη ἔδοξεν εἶναι ἡ σὴ δύναμις· καὶ ὁ λόγος οὗτος πολὺς ἤδη ἔσπαρται· δοκεῖ δέ μοι, ἔφη, βέλτιον εἶναι φυλαττομένους πορεύεσθαι.
“那么,”他说,“这有何难处?” “因为,凭宙斯起誓,”戈布里亚斯说,“我知道城里定会出动一支比你如今所拥有的兵力庞大数倍的军队;而且请确知,正是由于这个缘故,亚述人如今向你交出武器和送来马匹已不如先前积极,因为在他们那些见过的人看来,你的兵力显得寡少;而这种说法如今已经广为传开。因此在我看来,”他说,“行军时保持戒备是更为妥当的。”
καὶ ὁ Κῦρος ἀκούσας τοῦ Γωβρύα τοιαῦτα τοιάδε πρὸς αὐτὸν ἔλεξε. καλῶς μοι δοκεῖς λέγειν, ὦ Γωβρύα, κελεύων ὡς ἀσφαλέστατα τὰς πορείας ποιεῖσθαι. ἔγωγʼ οὖν σκοπῶν οὐ δύναμαι ἐννοῆσαι ἀσφαλεστέραν οὐδεμίαν πορείαν ἡμῖν τῆς πρὸς αὐτὴν Βαβυλῶνα εἶναι, εἰ ἐκεῖ τῶν πολεμίων ἐστὶ τὸ κράτιστον. πολλοὶ μὲν γάρ εἰσιν, ὡς σὺ φῄς· εἰ δὲ θαρρήσουσι, καὶ δεινοὶ ἡμῖν, ὡς ἐγώ φημι, ἔσονται.
居鲁士听了戈布里亚斯这番话,便对他说: “戈布里亚斯,你嘱咐我们尽可能安全地行军,我看你说得很有道理。然而据我思量,倘若敌人的主力精锐尽在彼处,我却想不出对我们而言有哪条行军路线比径直朝向巴比伦本身更为安全。因为正如你所说,他们人数众多;但如果他们重振勇气,正如我所言,他们对我们而言就会成为可怕的劲敌。
μὴ ὁρῶντες μὲν οὖν ἡμᾶς, ἀλλʼ οἰόμενοι ἀφανεῖς εἶναι διὰ τὸ φοβεῖσθαι ἐκείνους,2 σάφʼ ἴσθι, ἔφη, ὅτι τοῦ μὲν φόβου ἀπαλλάξονται ὃς αὐτοῖς ἐνεγένετο, θάρρος δʼ ἐμφύσεται ἀντὶ τούτου τοσούτῳ μεῖζον ὅσῳ ἂν πλείονα χρόνον ἡμᾶς μὴ ὁρῶσιν· ἢν δὲ ἤδη ἴωμεν ἐπʼ αὐτούς, πολλοὺς μὲν αὐτῶν εὑρήσομεν ἔτι κλαίοντας τοὺς ἀποθανόντας ὑφʼ ἡμῶν, πολλοὺς δʼ ἔτι τραύματα ἐπιδεδεμένους ἃ ὑπὸ τῶν ἡμετέρων ἔλαβον, πάντας δʼ ἔτι μεμνημένους τῆς μὲν τοῦδε τοῦ στρατεύματος τόλμης, τῆς δʼ αὑτῶν φυγῆς τε καὶ συμφορᾶς.
因此,如果他们见不到我们,反而以为我们是出于惧怕他们才藏匿不见,请确知,”他说,“他们必将摆脱先前在他们心中产生的恐惧,取而代之的是,他们见不到我们的时间越长,植根于他们心中的胆气就会变得越大。但如果我们此刻立即向他们进发,我们就会发现他们当中有许多人仍在为死在我们手下的同袍哭泣,许多人仍在包扎从我们士卒那里遭受的伤口,所有人都在铭记着这支大军的骁勇以及他们自己的溃逃与灾祸。
εὖ δʼ ἴσθι, ἔφη, ὦ Γωβρύα, οἱ πολλοὶ ἄνθρωποι, ὅταν μὲν θαρρῶσιν, ἀνυπόστατον τὸ φρόνημα παρέχονται· ὅταν δὲ δείσωσιν, ὅσῳ ἂν πλείους ὦσι, τοσούτῳ μείζω καὶ ἐκπεπληγμένον μᾶλλον τὸν φόβον κέκτηνται.
请确知,”他说,“戈布里亚斯啊,大众在信心充沛之时,所展现出的气魄势不可挡;而一旦心怀恐惧,人数越多,他们所怀有的惊恐就越大、越发张皇失措。
ἐκ πολλῶν μὲν γὰρ καὶ κακῶν λόγων ηὐξημένος αὐτοῖς πάρεστιν, ἐκ πολλῶν δὲ καὶ δυσθύμων τε καὶ ἐξεστηκότων προσώπων ἥθροισται. ὥσθʼ ὑπὸ τοῦ μεγέθους οὐ ῥᾴδιον αὐτόν ἐστιν οὔτε λόγοις κατασβέσαι οὔτε προσάγοντα πολεμίοις μένος ἐμβαλεῖν οὔτε ἀπάγοντα ἀναθρέψαι τὸ φρόνημα,3 ἀλλʼ ὅσῳ ἂν μᾶλλον αὐτοῖς θαρρεῖν παρακελεύῃ, τοσούτῳ ἐν δεινοτέροις ἡγοῦνται εἶναι.
因为这种恐惧是在许多凶信恶传中不断滋长而横亘在他们面前,是从众多沮丧失色的面容中积聚而成的。因此由于其规模过大,既不易用言辞将其平息,亦不易在率军迎敌时注入斗志,亦不易在引退撤离时重振士气;反而,你越是激励他们鼓起勇气,他们就越以为自己身处更险恶的境地。
ἐκεῖνο μέντοι νὴ Δίʼ, ἔφη, σκεψώμεθα ἀκριβῶς ὅπως ἔχει. εἰ μὲν γὰρ τὸ ἀπὸ τοῦδε αἱ νῖκαι ἔσονται ἐν τοῖς πολεμικοῖς ἔργοις ὁπότεροι ἂν πλείονα ὄχλον ἀπαριθμήσωσιν, ὀρθῶς καὶ σὺ φοβῇ περὶ ἡμῶν καὶ ἡμεῖς τῷ ὄντι ἐν δεινοῖς ἐσμεν· εἰ μέντοι ὥσπερ πρόσθεν διὰ τοὺς εὖ μαχομένους ἔτι καὶ νῦν αἱ μάχαι κρίνονται, θαρρῶν οὐδὲν ἂν σφαλείης· πολὺ μὲν γὰρ σὺν τοῖς θεοῖς πλείονας εὑρήσεις παρʼ ἡμῖν τοὺς θέλοντας μάχεσθαι ἢ παρʼ ἐκείνοις·
然而,凭宙斯起誓,”他说,“让我们确切审视一下实际情形究竟如何。因为如果在今后的战事中,胜利将取决于哪一方能数出更多的人数,那么你为我们担忧就是正确的,而我们确实也身处险境;但是,如果正如从前一样,直到如今战局依然是由作战英勇之人所裁决,那么你满怀信心便绝不会犯错;因为仰仗诸神之佑,你会在我们这方发现比他们那方多得多乐意奋战之人。
ὡς δʼ ἔτι μᾶλλον θαρρῇς, καὶ τόδε κατανόησον· οἱ μὲν γὰρ πολέμιοι πολὺ μὲν ἐλάττονές εἰσι νῦν ἢ πρὶν ἡττηθῆναι ὑφʼ ἡμῶν, πολὺ δʼ ἐλάττονες ἢ ὅτε ἀπέδρασαν ἡμᾶς· ἡμεῖς δὲ καὶ μείζονες νῦν, ἐπεὶ νενικήκαμεν, καὶ ἰσχυρότεροι, ἐπεὶ ὑμεῖς ἡμῖν προσγεγένησθε· μὴ γὰρ ἔτι ἀτίμαζε μηδὲ τοὺς σούς, ἐπεὶ σὺν ἡμῖν εἰσι· σὺν γὰρ τοῖς νικῶσι, σάφʼ ἴσθι, ὦ Γωβρύα, θαρροῦντες καὶ οἱ ἀκόλουθοι ἕπονται.
为了使你更加安心,且请考虑这一点:敌人如今的人数远比被我们击败前要少得多,也远比从我们面前逃窜时少得多;而我们如今既因得胜而军容更盛,又因你们的加入而兵力更强。既然你的部众如今与我们同在,便切莫再轻视他们;戈布里亚斯啊,请确知,跟随着得胜之师,就连仆从随员也会满怀信心相随。
μὴ λανθανέτω δέ σε μηδὲ τοῦτο, ἔφη, ὅτι ἔξεστι μὲν τοῖς πολεμίοις καὶ νῦν ἰδεῖν ἡμᾶς· γοργότεροι δέ, σάφʼ ἴσθι, οὐδαμῶς ἂν αὐτοῖς φανείημεν ἢ ἰόντες ἐπʼ ἐκείνους. ὡς οὖν ἐμοῦ ταῦτα γιγνώσκοντος4 ἄγε ἡμᾶς εὐθὺ Βαβυλῶνος.
也请切勿忽视这一点,”他说,“敌人如今也是完全能看到我们的;但是请确信,无论以何种方式,我们在他们眼中都绝不会显得比向他们进军时更加令人生畏。因此,既然我已拿定这个主意,就请率领我们径直开往巴比伦。”
- 5.2.30οἶδα ἐξελθοῦσαν ἂν δύναμιν ἐξ αὐτῆς πολλαπλασίαν ἧς σὺ ἔχεις νῦν
在动词 οἶδα 引导的间接引语中,分词与 ἄν 连用(ἐξελθοῦσαν ἄν)相当于直接引语中的潜能希求法(ἐξέλθοι ἄν,“必定会出动”)。而在 πολλαπλασίαν ἧς 中,属格 ἧς 作比较属格,简练地代指了比较从句 ἢ ὅσην σύ ἔχεις(“比你如今所拥有的兵力”)。
- 5.2.32διὰ τὸ φοβεῖσθαι ἐκείνους
在冠词不定式短语 διὰ τὸ φοβεῖσθαι ἐκείνους 中,不定式 φοβεῖσθαι 的逻辑主语是承前省略的 ἡμᾶς(“我们”),而宾格 ἐκείνους 充当其直接宾语(“因为我们惧怕他们”)。后文与之对应的 τοῦ μὲν φόβου ὃς αὐτοῖς ἐνεγένετο(“在他们心中产生的恐惧”)亦证实了敌方(ἐκείνους)是被惧怕的客体。
- 5.2.34οὔτε προσάγοντα πολεμίοις μένος ἐμβαλεῖν οὔτε ἀπάγοντα ἀναθρέψαι τὸ φρόνημα
宾格分词 προσάγοντα 与 ἀπάγοντα 作不定式 ἐμβαλεῖν 及 ἀναθρέψαι 的泛指逻辑主语(“统帅率众迎敌而注入斗志……引众撤退而重振士气”),由非人称谓语 οὐ ῥᾴδιόν ἐστιν 统领,构成宾格加不定式结构。
- 5.2.37ὡς ἐμοῦ ταῦτα γιγνώσκοντος
带连词 ὡς 的独立属格结构,表示说话人(居鲁士)的主观确信、决心或前提(“既然我已有此见地/在我拿定此主意的前提下”),为随后的祈使句 ἄγε 提供了行动的前提与依据。
