← 色诺芬

居鲁士的教育

§5.2.20-5.2.28

戈布里亚斯引军领路与亚述王的暴虐行径

戈布里亚斯赞叹波斯人的美德胜过财物,并于次日清晨引导居鲁士的军队穿行其领地。居鲁士向戈布里亚斯及赫尔卡尼亚人探询敌视亚述新王的部族以及该王残暴乖张的行径,以谋划联合抗敌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2.20

ἡνίκα δὲ ὡς εἰς οἶκον ἀπιὼν ἀνίστατο, εἰπεῖν λέγεται· οὐκέτι θαυμάζω, ὦ Κῦρε, εἰ1 ἐκπώματα μὲν καὶ ἱμάτια καὶ χρυσίον ἡμεῖς ὑμῶν πλέονα κεκτήμεθα, αὐτοὶ δὲ ἐλάττονος ὑμῶν ἄξιοί ἐσμεν. ἡμεῖς μὲν γὰρ ἐπιμελούμεθα ὅπως ἡμῖν ταῦτα ὡς πλεῖστα ἔσται, ὑμεῖς δέ μοι δοκεῖτε ἐπιμέλεσθαι ὅπως αὐτοὶ ὡς βέλτιστοι ἔσεσθε. ὁ μὲν ταῦτʼ εἶπεν·

当他起身准备回家时,据说他这样说道:“居鲁士啊,虽然我们比你们拥有更多的酒杯、衣裳和黄金,但我们自身却不如你们有价值,对此我已不再感到惊异了。因为我们竭力操心的是如何使这些财物尽可能多,而你们在我看来,竭力操心的却是如何使自己尽可能卓越。”

§5.2.21

ὁ δὲ Κῦρος, ἄγʼ, ἔφη, ὦ Γωβρύα, ὅπως πρῲ παρέσῃ2 ἔχων τοὺς ἱππέας ἐξωπλισμένους, ἵνα καὶ τὴν δύναμίν σου ἴδωμεν, καὶ ἅμα διὰ τῆς σῆς χώρας ἄξεις ἡμᾶς, ὅπως ἂν εἰδῶμεν ἅ τε δεῖ φίλια καὶ πολέμια ἡμᾶς νομίζειν.

他这番话言毕,居鲁士便说:“来吧,戈布里亚斯,明早务必率领全副武装的骑兵前来到场,好让我们看看你的军力,同时也请你领着我们穿过你的国土,使我们得以明晓何者当视为友邦,何者当视为敌邦。”

§5.2.22

τότε μὲν δὴ ταῦτʼ εἰπόντες ἀπῆλθον ἑκάτερος ἐπὶ τὰ προσήκοντα. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, παρῆν ὁ Γωβρύας ἔχων τοὺς ἱππέας, καὶ ἡγεῖτο. ὁ δὲ Κῦρος, ὥσπερ προσήκει ἀνδρὶ ἄρχοντι, οὐ μόνον τῷ πορεύεσθαι τὴν ὁδὸν προσεῖχε τὸν νοῦν, ἀλλʼ ἅμα προϊὼν ἐπεσκοπεῖτο εἴ τι δυνατὸν εἴη τοὺς πολεμίους ἀσθενεστέρους ποιεῖν ἢ αὑτοὺς ἰσχυροτέρους.

当时他们互致这些话后,各自回去处理分内之事。天明时分,戈布里亚斯便带着骑兵赶到,在前方领路。而居鲁士宛如一个统帅所当做的那样,不仅全神贯注于行军之路,而且在前行之时,随时察看是否有可能在某方面削弱敌人或增强己方。

§5.2.23

καλέσας οὖν τὸν Ὑρκάνιον καὶ τὸν Γωβρύαν ʽτούτους γὰρ ἐνόμιζεν εἰδέναι μάλιστα ὧν αὐτὸς ᾤετο δεῖσθαι μαθεῖν̓, ἐγώ τοι, ἔφη, ὦ ἄνδρες φίλοι, οἶμαι σὺν ὑμῖν ἂν ὡς πιστοῖς βουλευόμενος περὶ τοῦ πολέμου τοῦδε οὐκ ἂν ἐξαμαρτάνειν·3 ὁρῶ γὰρ ὅτι μᾶλλον ὑμῖν ἢ ἐμοὶ σκεπτέον ὅπως ὁ Ἀσσύριος ἡμῶν μὴ ἐπικρατήσει. ἐμοὶ μὲν γάρ, ἔφη, τῶνδε ἀποσφαλέντι ἔστιν ἴσως καὶ ἄλλη ἀποστροφή· ὑμῖν δʼ, εἰ οὗτος ἐπικρατήσει, ὁρῶ ἅμα πάντα τὰ ὄντα ἀλλότρια γιγνόμενα.

于是他召来赫尔卡尼亚人和戈布里亚斯——因为他认为这两人最清楚自己所急需了解之事——说道:“朋友们,我想,有你们这样忠诚之人与我共议这场战争,我必不致犯错;因为我看得分明,考虑如何不让亚述人压倒我们,对于你们而言比对我更为紧要。因为对我而言,”他说,“即便在这场战事中受挫,或许还有别的退路;但对你们而言,倘若他得胜,我预见到你们所有的一切立时便会归于他人。

§5.2.24

καὶ γὰρ ἐμοὶ μὲν πολέμιός ἐστιν, οὐκ ἐμὲ μισῶν, ἀλλʼ οἰόμενος ἀσύμφορον αὑτῷ μεγάλους εἶναι ἡμᾶς, καὶ στρατεύει διὰ τοῦτο ἐφʼ ἡμᾶς· ὑμᾶς δὲ καὶ μισεῖ, ἀδικεῖσθαι νομίζων ὑφʼ ὑμῶν. πρὸς ταῦτα ἀπεκρίναντο ἀμφότεροι κατὰ ταὐτά, περαίνειν ὅ τι μέλλει ὡς ταῦτʼ εἰδόσι σφίσι καὶ μέλον αὐτοῖς4 ἰσχυρῶς ὅπῃ τὸ μέλλον ἀποβήσοιτο.

因为对于我,他是作为仇敌,并非出于憎恨我,而是认为我们强大对他不利,正因如此他才向我们进军;而对于你们,他甚至是满怀怨恨,认定受到了你们的侵害。”对此,两人异口同声地回答,既然他们知晓这些道理,且极度挂心未来的结局,就请居鲁士尽管施行他打算推进的一切计策。

§5.2.25

ἐνταῦθα δὴ ἤρξατο ὧδε· λέξατε δή μοι, ἔφη, ὑμᾶς νομίζει μόνους πολεμικῶς ἔχειν ὁ Ἀσσύριος πρὸς ἑαυτόν, ἢ ἐπίστασθε καὶ ἄλλον τινὰ αὐτῷ πολέμιον; ναὶ μὰ Δίʼ, ἔφη, ὁ Ὑρκάνιος, πολεμιώτατοι μέν εἰσιν αὐτῷ Καδούσιοι, ἔθνος πολύ τε καὶ ἄλκιμον· Σάκαι γε μὴν ὅμοροι ἡμῖν, οἳ κακὰ πολλὰ πεπόνθασιν ὑπὸ τοῦ Ἀσσυρίου· ἐπειρᾶτο γὰρ κἀκείνους ὥσπερ καὶ ἡμᾶς καταστρέψασθαι.

于是他这般切入正题说:“请告诉我,”他说,“亚述人是认为只有你们对他心怀敌意,还是你们也知晓有其他人与他为敌?”“凭宙斯起誓,”赫尔卡尼亚人说,“卡杜西人是他最刻骨的敌人,这是一个人口众多且极其骁勇的民族;此外还有我们的邻邦塞迦人,他们饱受亚述人的蹂躏;因为他曾试图如同征服我们一样征服他们。”

§5.2.26

οὐκοῦν, ἔφη, οἴεσθε νῦν αὐτοὺς ἀμφοτέρους ἡδέως ἂν ἐπιβῆναι μεθʼ ἡμῶν τῷ Ἀσσυρίῳ; ἔφασαν καὶ σφόδρʼ ἄν, εἴ πῄ γε δύναιντο συμμεῖξαι. τί δʼ, ἔφη, ἐν μέσῳ ἐστὶ τοῦ συμμεῖξαι; Ἀσσύριοι, ἔφασαν, τὸ αὐτὸ ἔθνος διʼ οὗπερ νυνὶ πορεύῃ.

“那么,”他说,“你们以为他们双方如今是否乐意与我们一同进攻亚述人?”他们说:“只要能在某处会合,他们定然极愿如此。”“那么,”他说,“阻碍会合的是什么?”他们回答:“是亚述人,正是你如今正穿行其间的那个民族。”

§5.2.27

ἐπεὶ δὲ ταῦτα ἤκουσεν ὁ Κῦρος, τί γάρ, ἔφη, ὦ Γωβρύα, οὐ σὺ τοῦ νεανίσκου τούτου ὃς νῦν εἰς τὴν βασιλείαν καθέστηκεν ὑπερηφανίαν πολλήν τινα τοῦ τρόπου κατηγόρεις; τοιαῦτα γάρ, οἶμαι, ἔφη ὁ Γωβρύας, ἔπαθον ὑπʼ αὐτοῦ. πότερα δῆτα, ἔφη ὁ Κῦρος, εἰς σὲ μόνον τοιοῦτος ἐγένετο ἢ καὶ εἰς ἄλλους τινάς;

居鲁士听闻后说:“戈布里亚斯,那么怎样呢?你先前不是指责如今继位的这个年轻人性情中带有极大的傲慢狂妄么?”戈布里亚斯说:“我想正是如此,因为我从他那里遭受过这般苦难。”居鲁士说:“那么,他仅仅是对你如此,还是对其他某些人也是如此?”

§5.2.28

νὴ Δίʼ, ἔφη ὁ Γωβρύας, καὶ εἰς ἄλλους γε πολλούς· ἀλλὰ τοὺς μὲν ἀσθενοῦντας οἷα ὑβρίζει τί δεῖ λέγειν; ἑνὸς δὲ ἀνδρὸς πολὺ δυνατωτέρου ἢ ἐγὼ υἱόν, καὶ ἐκείνου ἑταῖρον ὄντα ὥσπερ τὸν ἐμόν, συμπίνοντα παρʼ ἑαυτῷ συλλαβὼν ἐξέτεμεν,5 ὡς μέν τινες ἔφασαν, ὅτι ἡ παλλακὴ αὐτοῦ ἐπῄνεσεν αὐτὸν ὡς καλὸς εἴη καὶ ἐμακάρισε τὴν μέλλουσαν αὐτῷ γυναῖκα ἔσεσθαι· ὡς δʼ αὐτὸς νῦν λέγει, ὅτι ἐπείρασεν αὐτοῦ τὴν παλλακίδα. καὶ νῦν οὗτος εὐνοῦχος μέν ἐστι, τὴν δʼ ἀρχὴν ἔχει, ἐπεὶ ὁ πατὴρ αὐτοῦ ἐτελεύτησεν.

戈布里亚斯说:“凭宙斯起誓,对其他许多人亦是如此!那些弱小之人所受的凌辱自不必多说;一个地位远比我更有势力的长者的儿子,如同我儿一般本也是那人的同伴,在他家中与他同席饮酒时,竟被他拿下施行了阉割——据某些人说,是因为他的侍妾夸赞这年轻人英俊,并艳羡将来作他妻子的女人;而据他自己如今声称,则是因为这年轻人勾引了他的侍妾。如今这青年成了宦官,但由于其父过世,他正掌管着那片属地。”

语法注5 条
  1. 5.2.20οὐκέτι θαυμάζω, ὦ Κῦρε, εἰ

    在动词 θαυμάζω 之后引导的 εἰ 从句,并非表示条件或疑虑(“是否”),而是表达对既定事实的情感反应(“不再惊讶于……”),用法相当于 ὅτι 从句。

  2. 5.2.21ἄγʼ, ἔφη, ὦ Γωβρύα, ὅπως πρῲ παρέσῃ

    紧接在 ἄγε 之后的 ὅπως 搭配将来时直陈式(παρέσῃ),省略了主句的关注类动词(如 ὅρα),构成独立的祈使或劝诫句式(“务必……”)。

  3. 5.2.23οἶμαι σὺν ὑμῖν ἂν ὡς πιστοῖς βουλευόμενος περὶ τοῦ πολέμου τοῦδε οὐκ ἂν ἐξαμαρτάνειν

    分词 βουλευόμενος 充当条件副词性分词(相当于“若商议”)。助词 ἄν 在分句前部和不定词 ἐξαμαρτάνειν 之前重复出现,强化了依附于 οἶμαι 的潜在间接引语语气(“我认为若与你们商议便不致犯错”)。

  4. 5.2.24περαίνειν ὅ τι μέλλει ὡς ταῦτʼ εἰδόσι σφίσι καὶ μέλον αὐτοῖς

    不定词 περαίνειν 表示转述的命令(“请求他推进”)。其后的 ὡς 引出说话者的主观态度或缘由,将与格分词结构(εἰδόσι σφίσι)与非人称动词 μέλει 的中性宾格绝对分词结构(μέλον αὐτοῖς,“因他们深为关切”)并列连接。

  5. 5.2.28ἑνὸς δὲ ἀνδρὸς πολὺ δυνατωτέρου ἢ ἐγὼ υἱόν... συλλαβὼν ἐξέτεμεν

    主要动词 ἐξέτεμεν 的直接宾语短语(以 υἱόν 为核心)被大幅度前置,其间插入了修饰性分词短语(συμπίνοντα, συλλαβών)及多重从属短语,构成长跨度的语序倒置隔离(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.2.20-5.2.28