← 色诺芬

居鲁士的教育

§5.2.10-5.2.19

招待戈布里亚斯与波斯营地的俭朴会餐

居鲁士感谢戈布里亚斯使自己得以显明忠信与德行,并以麾下品行高尚的战友为信托为其女择婿,随后邀其至营地共进简朴的晚餐。戈布里亚斯起初轻视其粗粝饮食,但很快被波斯人严整的节制、典雅的幽默以及平等的袍泽之谊所深深折服。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.2.10

ἐμοὶ δὲ σὺ νυνὶ καὶ τείχη ἐρυμνὰ καὶ πλοῦτον παντοδαπὸν καὶ δύναμιν τὴν σὴν καὶ θυγατέρα ἀξιόκτητον ἐγχειρίσας πεποίηκάς με δῆλον γενέσθαι πᾶσιν ἀνθρώποις ὅτι οὔτʼ ἂν ἀσεβεῖν περὶ ξένους θέλοιμι οὔτʼ ἂν ἀδικεῖν χρημάτων ἕνεκα οὔτε συνθήκας ἂν ψευδοίμην ἑκὼν εἶναι.1

“但你如今将坚固的城壁、各式的财富、你的军队以及值得拥有的女儿托付于我,便使我向所有人显明:我既不愿对宾客行不敬之事,亦不愿为金钱而行不义,更绝不会存心背弃盟约。

§5.2.11

τούτων ἐγώ, εὖ ἴσθι, ἕως ἂν ἀνὴρ δίκαιος ὦ καὶ δοκῶν εἶναι τοιοῦτος ἐπαινῶμαι ὑπʼ ἀνθρώπων, οὔποτʼ ἐπιλήσομαι, ἀλλὰ πειράσομαί σε ἀντιτιμῆσαι πᾶσι τοῖς καλοῖς.

你要确知:只要我仍是一个正直的人,并因被认为如此而受世人称赞,我就绝不会忘记这些事,而必当尽力以一切善行来报答你。

§5.2.12

καὶ ἀνδρὸς δʼ, ἔφη, τῇ θυγατρὶ μὴ φοβοῦ ὡς ἀπορήσεις ἀξίου ταύτης· πολλοὶ γὰρ καὶ ἀγαθοὶ φίλοι εἰσὶν ἐμοί· ὧν τις γαμεῖ ταύτην· εἰ μέντοι χρήμαθʼ ἕξει τοσαῦτα ὅσα σὺ δίδως ἢ καὶ ἄλλα πολλαπλάσια τούτων, οὐκ ἂν ἔχοιμι εἰπεῖν· σὺ μέντοι εὖ ἴσθι ὅτι εἰσί τινες αὐτῶν οἳ ὧν μὲν σὺ δίδως χρημάτων οὐδὲ μικρὸν τούτων ἕνεκά σε μᾶλλον θαυμάζουσιν·2 ἐμὲ δὲ ζηλοῦσι νυνὶ καὶ εὔχονται πᾶσι θεοῖς γενέσθαι ποτὲ ἐπιδείξασθαι ὡς πιστοὶ μέν εἰσιν οὐδὲν ἧττον ἐμοῦ τοῖς φίλοις, τοῖς δὲ πολεμίοις ὡς οὔποτʼ ἂν ὑφεῖντο ζῶντες, εἰ μή τις θεὸς βλάπτοι· ἀντὶ δʼ ἀρετῆς καὶ δόξης ἀγαθῆς ὅτι οὐδʼ ἂν τὰ Σύρων πρὸς τοῖς σοῖς καὶ Ἀσσυρίων πάντα προέλοιντο· τοιούτους ἄνδρας εὖ ἴσθι ἐνταῦθα καθημένους.

至于令爱的夫婿,”他说,“你切莫害怕会缺少配得上她的人;因为我有许多出色的朋友,他们中自会有人娶她。然而,他拥有的财富是否能及得上你所给予的,抑或数倍于此,我却不敢断言。但你要确知,他们当中有些人绝不会因为你所赠予的金钱而对你多有一丝敬佩;他们如今以我为榜样,并向诸神祈求,但愿有朝一日能显明:他们对待朋友绝不亚于我那般忠诚,对待仇敌只要活着就绝不屈服——除非有神明加以阻挠;且为了美德与善名,即便将叙利亚人和亚述人的全部财宝加在你的财富之上,他们也绝不愿换取。你要确知,这里的座中便有这样的男儿。”

§5.2.13

καὶ ὁ Γωβρύας εἶπε γελάσας· πρὸς τῶν θεῶν, ἔφη, ὦ Κῦρε, δεῖξον δή μοι ποῦ οὗτοί εἰσιν, ἵνα σε τούτων τινὰ αἰτήσωμαι παῖδά μοι γενέσθαι. καὶ ὁ Κῦρος εἶπεν· ἀμέλει, ἔφη, οὐδὲν ἐμοῦ σε δεήσει πυνθάνεσθαι, ἀλλʼ ἂν σὺν ἡμῖν ἕπῃ, αὐτὸς σὺ ἕξεις καὶ ἄλλῳ δεικνύναι αὐτῶν ἕκαστον.

戈布里亚斯笑着说:“凭诸神起誓,居鲁士啊,请务必指给我看这些人在哪里,好让我向你求其中一位作我的女婿。”居鲁士说:“不必担心,你根本无需向我打听;只要你与我们同行,你自己就能将他们每个人指给别人看。”

§5.2.14

τοσαῦτʼ εἰπὼν δεξιάν τε λαβὼν τοῦ Γωβρύα καὶ ἀναστὰς ἐξῄει, καὶ τοὺς μεθʼ αὑτοῦ ἐξῆγεν ἅπαντας· καὶ πολλὰ δεομένου τοῦ Γωβρύα ἔνδον δειπνεῖν οὐκ ἠθέλησεν, ἀλλʼ ἐν τῷ στρατοπέδῳ ἐδείπνει καὶ τὸν Γωβρύαν σύνδειπνον παρέλαβεν.

说完这番话,他握住戈布里亚斯的右手,起身离去,并将身边的所有人一并带出。尽管戈布里亚斯一再请求他在城内用膳,他却不愿,而是回营地进餐,并请戈布里亚斯一同用餐。

§5.2.15

ἐπὶ στιβάδος δὲ κατακλινεὶς ἤρετο αὐτὸν ὧδε· εἰπέ μοι, ἔφη, ὦ Γωβρύα, πότερον οἴει σοὶ εἶναι πλείω ἢ ἑκάστῳ ἡμῶν στρώματα; καὶ ὃς εἶπεν· ὑμῖν νὴ Δίʼ εὖ οἶδʼ ὅτι, ἔφη, καὶ στρώματα πλείω ἐστὶ καὶ κλῖναι, καὶ οἰκία γε πολὺ μείζων ἡ ὑμετέρα τῆς ἐμῆς, οἵ γε οἰκίᾳ μὲν χρῆσθε γῇ τε καὶ οὐρανῷ, κλῖναι δʼ ὑμῖν εἰσιν ὁπόσαι εὐναὶ γένοιντʼ ἂν ἐπὶ γῆς· στρώματα δὲ νομίζετε οὐχ ὅσα πρόβατα φύει, ἀλλʼ ὅσα ὄρη τε καὶ πεδία ἀνίησι.

躺在草垫上,居鲁士这样问他:“告诉我,戈布里亚斯,你以为是你拥有的铺盖多,还是我们每个人拥有的多?”戈布里亚斯答道:“凭宙斯起誓,我深知你们的铺盖和卧榻都更多,你们的居所更远比我的宽广得多;因为你们以天地为居所,你们的卧榻便如同大地上所能安置的卧处一样多;而你们认作铺盖的,并非羊群所生之物,而是山岳平原所出之物。”

§5.2.16

τὸ μὲν δὴ πρῶτον συνδειπνῶν αὐτοῖς ὁ Γωβρύας καὶ ὁρῶν τὴν φαυλότητα τῶν παρατιθεμένων βρωμάτων πολὺ σφᾶς ἐνόμιζεν ἐλευθεριωτέρους εἶναι αὐτῶν·

起初,戈布里亚斯与他们共餐,见端上来的食物如此粗简,便认为自己的人远比他们更为慷慨阔绰。

§5.2.17

ἐπεὶ δὲ κατενόησε τὴν μετριότητα τῶν συσσίτων· ἐπʼ οὐδενὶ γὰρ βρώματι οὐδὲ πώματι Πέρσης ἀνὴρ τῶν πεπαιδευμένων οὔτʼ ἂν ὄμμασιν ἐκπεπληγμένος καταφανὴς γένοιτο οὔτε ἁρπαγῇ οὔτε τῷ νῷ μὴ οὐχὶ προσκοπεῖν3 ἅπερ ἂν καὶ μὴ ἐπὶ σίτῳ ὤν· ἀλλʼ ὥσπερ οἱ ἱππικοὶ διὰ τὸ μὴ ταράττεσθαι ἐπὶ τῶν ἵππων δύνανται ἅμα ἱππεύοντες καὶ ὁρᾶν καὶ ἀκούειν καὶ λέγειν τὸ δέον, οὕτω κἀκεῖνοι ἐν τῷ σίτῳ οἴονται δεῖν φρόνιμοι καὶ μέτριοι φαίνεσθαι· τὸ δὲ κεκινῆσθαι ὑπὸ τῶν βρωμάτων καὶ τῆς πόσεως πάνυ αὐτοῖς ὑικὸν καὶ θηριῶδες δοκεῖ εἶναι·

但随后他察觉到了共餐者们的节制:因为受过良好教养的波斯男子,在面对任何饮食时,既不会在眼神中露出贪婪失态之色,也不会伸手争抢,更不会在心智上不能顾及即便不在进食时也当顾及的事情。相反,正如骑士因在马上不慌乱而能在骑行时同时察看、倾听并说出应当说的话,他们在进餐时亦认为应当显得沉稳而有节制;在他们看来,被饮食撩乱心神乃是完全如同猪豕与野兽一般的行为。

§5.2.18

ἐνενόησε δὲ αὐτῶν καὶ ὡς ἐπηρώτων τε ἀλλήλους τοιαῦτα οἷα ἐρωτηθῆναι ἥδιον ἢ μὴ καὶ ἔσκωπτον οἷα σκωφθῆναι ἥδιον ἢ μή·4 ἅ τε ἔπαιζον ὡς πολὺ μὲν ὕβρεως ἀπῆν, πολὺ δὲ τοῦ αἰσχρόν τι ποιεῖν, πολὺ δὲ τοῦ χαλεπαίνεσθαι πρὸς ἀλλήλους·

他还注意到,他们彼此询问的,尽是让人被问及比不被问及更觉愉快的事情;相互打趣的,尽是让人被取笑比不被取笑更觉惬意的话语;他们的戏谑离傲慢极其遥远,离做出可耻之事极其遥远,离彼此动怒亦极其遥远。

§5.2.19

μέγιστον δʼ αὐτῷ ἔδοξεν εἶναι τὸ ἐν στρατείᾳ ὄντας τῶν εἰς τὸν αὐτὸν κίνδυνον ἐμβαινόντων μηδενὸς οἴεσθαι δεῖν πλείω παρατίθεσθαι, ἀλλὰ τοῦτο νομίζειν ἡδίστην εὐωχίαν εἶναι τοὺς συμμάχεσθαι μέλλοντας ὅτι βελτίστους παρασκευάζειν·

而令他觉得最了不起的则是:在出征期间,他们并不认为端给自己的应当比共同涉险的任何人更多,反而认为最甜美的盛宴,莫过于使将要并肩作战的同袍尽可能达到最精锐的状态。

语法注4 条
  1. 5.2.10ἑκὼν εἶναι

    动词不定式作绝对限定修饰的习惯用法(意为“心甘情愿地”、“就自愿而言”),常见于否定句中以限制动作的性质。

  2. 5.2.12οἳ ὧν μὲν σὺ δίδως χρημάτων οὐδὲ μικρὸν τούτων ἕνεκά σε μᾶλλον θαυμάζουσιν

    先行词 χρημάτων 被卷入关系从句并受关系代名词 ὧν 的吸引同化为属格,随后在主句中由 τούτων ἕνεκα 加以复指。基本骨架为“绝不会因你所给予的金钱而多敬佩你一丝一毫的人”。

  3. 5.2.17οὔτε τῷ νῷ μὴ οὐχὶ προσκοπεῖν

    承接前面的否定表达(οὔτε... καταφανὴς γένοιτο),在具有否定意味的主干后接 μὴ οὐχί 搭配不定式,构成双重否定表示肯定强调:“在心智上绝不至于不顾及……”。

  4. 5.2.18τοιαῦτα οἷα ἐρωτηθῆναι ἥδιον ἢ μή

    指示词 τοιαῦτα 与关系代词 οἷα 呼应,内含省略系动词的无人称比较结构(ἥδιον [ἐστί]),结合被动态不定式 ἐρωτηθῆναι 与对比短语 ἢ μή(“比起不被如此而言”),意为“受此询问比不受询问更觉愉快之事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.2.10-5.2.19