- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.2.1-5.2.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士率军抵达戈布里亚斯坚固的城堡,全军受到盛情款待。戈布里亚斯向居鲁士献上巨额财宝与女儿并恳求为子复仇;居鲁士重申复仇之诺,将财宝转赠其女,并谈及自己所看重的一件更珍贵的赠礼。
πρῲ δʼ ἀναστάντες ἐπορεύοντο πρὸς Γωβρύαν, Κῦρος μὲν ἐφʼ ἵππου καὶ οἱ Περσῶν ἱππεῖς γεγενημένοι εἰς δισχιλίους· οἱ δὲ τὰ τούτων γέρρα καὶ τὰς κοπίδας ἔχοντες ἐπὶ τούτοις εἵποντο, ἴσοι ὄντες τὸν ἀριθμόν· καὶ ἡ ἄλλη δὲ στρατιὰ τεταγμένη ἐπορεύετο. ἕκαστον δʼ ἐκέλευσε τοῖς καινοῖς αὑτῶν θεράπουσιν εἰπεῖν ὅτι ὅστις ἂν αὐτῶν ἢ τῶν ὀπισθοφυλάκων φαίνηται ὄπισθεν ἢ τοῦ μετώπου πρόσθεν ἴῃ ἢ κατὰ τὰ πλάγια ἔξω τῶν ἐν τάξει ἰόντων ἁλίσκηται, κολασθήσεται.
次日清晨起身,他们向戈布里亚斯进发,居鲁士骑在马上,还有已达两千骑的波斯骑兵;携带他们枝条编盾与弯刀的人紧随其后,人数相当;其余全军亦列队行进。他命众人告诫他们的新仆役:凡在后卫之后被看见者,或行于前线之前者,或在两侧超出列队行进者之外而被捕获者,皆将受到惩处。
δευτεραῖοι δὲ ἀμφὶ δείλην γίγνονται πρὸς τῷ Γωβρύα χωρίῳ, καὶ ὁρῶσιν ὑπερίσχυρόν τε τὸ ἔρυμα καὶ ἐπὶ τῶν τειχῶν πάντα παρεσκευασμένα ὡς ἂν κράτιστα ἀπομάχοιτο· καὶ βοῦς δὲ πολλοὺς καὶ πάμπολλα πρόβατα ὑπὸ τὰ ἐρυμνὰ προσηγμένα ἑώρων.
至次日傍晚,他们抵达戈布里亚斯的要塞前,见那堡垒极其坚固,城墙之上一切防务齐备,足以进行最有力的抵抗;他们还看到许多牛和极多的羊被驱赶至要塞之下。
πέμψας δʼ ὁ Γωβρύας πρὸς τὸν Κῦρον ἐκέλευσε περιελάσαντα ἰδεῖν ᾗ ἡ πρόσοδος εὐπετεστάτη, εἴσω δὲ πέμψαι πρὸς ἑαυτὸν τῶν πιστῶν τινας, οἵτινες αὐτῷ τὰ ἔνδον ἰδόντες ἀπαγγελοῦσιν.
戈布里亚斯派人到居鲁士那里,请他策马环视,察看何处的通道最为容易,并派几位亲信随从进城见他,让他们看清城内虚实后向居鲁士回报。
οὕτω δὴ ὁ Κῦρος αὐτὸς μὲν τῷ ὄντι βουλόμενος ἰδεῖν εἴ που εἴη αἱρέσιμον τὸ τεῖχος, εἰ ψευδὴς φαίνοιτο ὁ Γωβρύας, περιήλαυνε πάντοθεν, ἑώρα τε ἰσχυρότερα πάντα ἢ προσελθεῖν· οὓς δʼ ἔπεμψε πρὸς Γωβρύαν, ἀπήγγελλον τῷ Κύρῳ ὅτι τοσαῦτα εἴη ἔνδον ἀγαθὰ ὅσα ἐπʼ ἀνθρώπων γενεάν, ὡς σφίσι δοκεῖν,1 μὴ ἂν ἐπιλιπεῖν τοὺς ἔνδον ὄντας.
于是,居鲁士本人因确实想察看倘若戈布里亚斯怀有诡诈,城墙是否在何处可以攻破,便环绕四周策马察看,见处处皆过于险固而难以逼近;而他派往戈布里亚斯处的人则向居鲁士回报说,城内物资之丰盛,依他们看来,即便历经整整一代人,城内之人亦不至匮乏。
ὁ μὲν δὴ Κῦρος ἐν φροντίδι ἦν ὅ τι ποτʼ εἴη ταῦτα, ὁ δὲ Γωβρύας αὐτός τε ἐξῄει πρὸς αὐτὸν καὶ τοὺς ἔνδοθεν πάντας ἐξῆγε φέροντας οἶνον, ἄλφιτα, ἄλευρα, ἄλλους δʼ ἐλαύνοντας βοῦς, αἶγας, οἶς, σῦς, καὶ εἴ τι βρωτόν, πάντα ἱκανὰ προσῆγον ὡς δειπνῆσαι πᾶσαν τὴν σὺν Κύρῳ στρατιάν.
正当居鲁士思忖这究竟意味着什么之时,戈布里亚斯亲自出城迎向他,并率城内众人一并出来,有人搬运葡萄酒、大麦粉、小麦粉,有人驱赶牛、山羊、绵羊、生猪;凡属可食之物,皆大量运出,足供居鲁士统领的全体军队享用晚餐。
οἱ μὲν δὴ ἐπὶ τούτῳ ταχθέντες διῄρουν τε ταῦτα καὶ ἐδειπνοποίουν. ὁ δὲ Γωβρύας, ἐπεὶ πάντες αὐτῷ οἱ ἄνδρες ἔξω ἦσαν, εἰσιέναι τὸν Κῦρον ἐκέλευσεν ὅπως νομίζοι ἀσφαλέστατα. προεισπέμψας οὖν ὁ Κῦρος προσκόπους καὶ δύναμιν καὶ αὐτὸς οὕτως εἰσῄει. ἐπεὶ δʼ εἰσῆλθεν ἀναπεπταμένας ἔχων τὰς πύλας, παρεκάλει πάντας τοὺς φίλους καὶ ἄρχοντας τῶν μεθʼ ἑαυτοῦ.
奉命处理此事的人便分发这些物资并备办筵席。戈布里亚斯见自己手下的人已全部出城,便请居鲁士以他认为最安全的方式进城。于是居鲁士先遣斥候与部队先行入内,随后自己亦依此进城。他使城门敞开着进入之后,便召集了他所有的朋友及麾下的统领们入内。
ἐπειδὴ δὲ ἔνδον ἦσαν, ἐκφέρων ὁ Γωβρύας φιάλας χρυσᾶς καὶ πρόχους καὶ κάλπιδας καὶ κόσμον παντοῖον καὶ δαρεικοὺς ἀμέτρους τινὰς καὶ πάντα καλὰ πολλά, τέλος τὴν θυγατέρα, δεινόν τι κάλλος καὶ μέγεθος, πενθικῶς δʼ ἔχουσαν τοῦ ἀδελφοῦ τεθνηκότος, ἐξάγων ὧδʼ εἶπεν· ἐγώ σοι, ὦ Κῦρε, τὰ μὲν χρήματα ταῦτα δωροῦμαι, τὴν δὲ θυγατέρα ταύτην ἐπιτρέπω διαθέσθαι ὅπως ἂν σὺ βούλῃ· ἱκετεύομεν δέ, ἐγὼ μὲν καὶ πρόσθεν τοῦ υἱοῦ, αὕτη δὲ νῦν τοῦ ἀδελφοῦ τιμωρὸν γενέσθαι σε.
众人入城之后,戈布里亚斯搬出金杯、水壶、水罐、各式饰物,以及数额极多的达里克金币,并有许多精美华贵的物品;最后,他领出自己的女儿——她姿容绝美、身量修长,却因兄长亡故而身着哀服——这样说道:“居鲁士啊,我将这些财物赠送予你,并将这女儿交托给你,任凭你照己意处置;我们恳求你——我此前为儿子,她如今为兄长——成为复仇之人。”
ὁ δὲ Κῦρος πρὸς ταῦτα εἶπεν· ἀλλʼ ἐγὼ σοὶ μὲν καὶ τότε ὑπεσχόμην ἀψευδοῦντός σου τιμωρήσειν εἰς δύναμιν· νῦν δὲ ὅτε ἀληθεύοντά σε ὁρῶ, ἤδη ὀφείλω τὴν ὑπόσχεσιν, καὶ ταύτῃ ὑπισχνοῦμαι τὰ αὐτὰ ταῦτα σὺν θεοῖς ποιήσειν. καὶ τὰ μὲν χρήματα ταῦτα, ἔφη, ἐγὼ μὲν δέχομαι, δίδωμι δʼ αὐτὰ τῇ παιδὶ ταύτῃ κἀκείνῳ ὃς ἂν γήμῃ αὐτήν. ἓν δὲ δῶρον ἄπειμι ἔχων παρὰ σοῦ ἀνθʼ οὗ οὐδʼ ἂν τὰ ἐν Βαβυλῶνι, οὐδὲ τὰ πανταχοῦ ἥδιον ἂν ἔχων ἀπέλθοιμι.2
居鲁士对此答道:“我当时确已向你许诺,只要你无欺诈,我必尽力为你复仇;如今我见你恪守诚实,我便当履行此诺,且向这女子许诺,必蒙诸神相助行出同样的事。至于这些财物,”他说,“我固然接受,但我要将其赠予这女子以及迎娶她的人。然而我要从你这里带走一件礼物,换作这件礼物,即便将巴比伦的一切财宝,乃至普天下的一切财宝给我,我也绝不会怀着更大的喜悦携之而去。”
καὶ ὁ Γωβρύας θαυμάσας τε τί τοῦτʼ εἴη καὶ ὑποπτεύσας μὴ τὴν θυγατέρα λέγοι, οὕτως ἤρετο· καὶ τί τοῦτʼ ἔστιν, ἔφη, ὦ Κῦρε; καὶ ὁ Κῦρος ἀπεκρίνατο· ὅτι, ἔφη, ἐγώ, ὦ Γωβρύα, πολλοὺς μὲν οἶμαι εἶναι ἀνθρώπους οἳ οὔτε ἀσεβεῖν ἂν θέλοιεν οὔτε ἀδικεῖν οὔτε ἂν ψεύδοιντο ἑκόντες εἶναι·3 διὰ δὲ τὸ μηδένα αὐτοῖς ἠθεληκέναι προέσθαι μήτε χρήματα πολλὰ μήτε τυραννίδα μήτε τείχη ἐρυμνὰ μήτε τέκνα ἀξιέραστα, ἀποθνῄσκουσι πρότερον πρὶν δῆλοι γενέσθαι οἷοι ἦσαν·
戈布里亚斯惊异于此物究竟为何,又怀疑他所指的莫非是自己的女儿,便如此问道:“居鲁士啊,这究竟是何物?”居鲁士回答道:“戈布里亚斯啊,我认为世上有许多人,既不愿行不敬不义之事,亦断不会存心说谎;然而因未曾有人甘愿将巨额财富、君王统治、坚固要塞或可爱的儿女托付给他们,他们往往在显明自己究竟是何等人之前,便已离开人世。”
- 5.2.4ὡς σφίσι δοκεῖν
由 ὡς 引导的不定式绝对独立(限制性)用法,意为“依他们看来”或“照他们的见解”,作插入语以对陈述的确定性加上主观限定。
- 5.2.8ἀνθʼ οὗ οὐδʼ ἂν τὰ ἐν Βαβυλῶνι, οὐδὲ τὰ πανταχοῦ ἥδιον ἂν ἔχων ἀπέλθοιμι
介词短语 ἀνθʼ οὗ 表示交换代价,意为“作为其交换”。主句采用带有双重 ἄν 的潜能希求法(οὐδʼ ἂν ... ἥδιον ἂν ἔχων ἀπέλθοιμι),表达一种强烈的、近似反事实假设的夸张偏好:“换作这件礼物,即便拥有巴比伦乃至普天下的财富,我也绝不会怀着更大的喜悦携之而去”。
- 5.2.9ἑκόντες εἶναι
限制性绝对不定式习语。在形容词 ἑκών 上赘加 εἶναι,主要用于否定句中,表示“出于自愿”、“蓄意地”或“按其本愿”。
