← 色诺芬

居鲁士的教育

§5.1.23-5.1.30

同盟诸将宣誓效忠与居鲁士安排驻扎

听完居鲁士的演说后,自称居鲁士亲属的米底人、提格兰尼斯以及绪尔卡尼亚将领相继表态誓死相随,全体米底将士亦一致决意追随居鲁士;居鲁士向宙斯祈求在施恩上胜过众人,并妥善安排了全军的驻扎与后勤事务。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1.23

καὶ τὸ μέγιστον δή,1 θεῶν οὕτω διδόντων περιφανῶς ἀγαθὰ καὶ φοβοίμην ἂν αὐτοὺς καὶ αἰσχυνοίμην ἀπολιπὼν ταῦτα εἰκῇ ἀπελθεῖν. ἐγὼ μὲν οὖν οὕτως, ἔφη, ποιήσω· ὑμεῖς δὲ ὅπως γιγνώσκετε οὕτω καὶ ποιεῖτε, καὶ ἐμοὶ εἴπατε ὅ τι ἂν ὑμῖν δοκῇ.

“而最为重要的是,既然诸神如此显明地赐予善物,若我抛下这些贸然离去,我既敬畏诸神,亦会对他们感到羞愧。因此我自己将这样做,”他说,“至于你们,则按照你们所认定的去行,并将你们认为适宜的决定告知于我。”

§5.1.24

ὁ μὲν οὕτως εἶπε. πρῶτος δʼ ὁ φήσας ποτὲ συγγενὴς τοῦ Κύρου εἶναι εἶπεν· ἀλλʼ ἐγὼ μέν, ἔφη, ὦ βασιλεῦ· βασιλεὺς γὰρ ἔμοιγε δοκεῖς σὺ φύσει πεφυκέναι οὐδὲν ἧττον ἢ ὁ ἐν τῷ σμήνει φυόμενος τῶν μελιττῶν ἡγεμών· ἐκείνῳ τε γὰρ αἱ μέλιτται ἑκοῦσαι μὲν πείθονται, ὅπου δʼ ἂν μένῃ, οὐδεμία ἐντεῦθεν ἀπέρχεται· ἐὰν δέ ποι ἐξίῃ, οὐδεμία αὐτοῦ ἀπολείπεται· οὕτω δεινός τις ἔρως αὐταῖς τοῦ ἄρχεσθαι ὑπʼ ἐκείνου ἐγγίγνεται.

居鲁士说完这番话。那位曾自称是居鲁士亲属的人首先说道:“然而就我而言,王啊——因为在我看来,你生来就是天生的王者,丝毫不亚于蜂巢中诞生的蜜蜂首领;因为蜜蜂无不甘心听从它,无论它停留在何处,没有一只会从那里离去;若它飞往何处,也没有一只会落后留守:它们心中滋生出一种如此强烈的对受其统治的渴求。

§5.1.25

καὶ πρὸς σὲ δέ μοι δοκοῦσι παραπλησίως πως οἱ ἄνθρωποι οὕτω διακεῖσθαι. καὶ γὰρ εἰς Πέρσας ὅτε παρʼ ἡμῶν ἀπῄεις, τίς Μήδων ἢ νέος ἢ γέρων σοῦ ἀπελείφθη τὸ μή σοι ἀκολουθεῖν2 ἔστε Ἀστυάγης ἡμᾶς ἀπέστρεψεν; ἐπειδὴ δʼ ἐκ Περσῶν βοηθὸς ἡμῖν ὡρμήθης, σχεδὸν αὖ ἑωρῶμεν τοὺς φίλους σου πάντας ἐθελουσίους συνεπομένους. ὅτε δʼ αὖ τῆς δεῦρο στρατείας ἐπεθύμησας, πάντες σοι Μῆδοι ἑκόντες ἠκολούθησαν.

在我看来,人们对你的态度也与此极为相仿。事实上,当你离开我们返回波斯时,米底人不论老幼,有谁落于你后而不紧紧跟随,直到阿斯提阿格斯将我们遣返呢?而当你从波斯出发前来援助我们时,我们再次看到几乎你所有的朋友都自愿相随。当你随后希望向此地进军时,全体米底人也都自愿跟随你。

§5.1.26

νῦν δʼ αὖ οὕτως ἔχομεν ὡς σὺν μὲν σοὶ ὅμως καὶ ἐν τῇ πολεμίᾳ ὄντες θαρροῦμεν, ἄνευ δὲ σοῦ καὶ οἴκαδε ἀπιέναι φοβούμεθα. οἱ μὲν οὖν ἄλλοι ὅπως ποιήσουσιν αὐτοὶ ἐροῦσιν· ἐγὼ δέ, ὦ Κῦρε, καὶ ὧν ἐγὼ κρατῶ καὶ μενοῦμεν3 παρὰ σοὶ καὶ ὁρῶντες σὲ ἀνεξόμεθα καὶ καρτερήσομεν ὑπὸ σοῦ εὐεργετούμενοι.

如今,我们又处于这般境地:与你在一起时,我们虽处敌境却依然毫无畏惧,可若没有你,我们甚至连返回家园都感到害怕。其他人将如何行事,他们自会说明;但我,居鲁士啊,我和我所统领的人都将留在你身边,望着你而忍耐坚守,承受着你的恩惠而持守到底。”

§5.1.27

ἐπὶ τούτῳ ἔλεξεν ὁ Τιγράνης ὧδε· σύ, ἔφη, ὦ Κῦρε, μήποτε θαυμάσῃς ἂν ἐγὼ σιωπῶ· ἡ γὰρ ψυχή, ἔφη, οὐχ ὡς βουλεύσουσα παρεσκεύασται ἀλλʼ ὡς ποιήσουσα ὅ τι ἂν παραγγέλλῃς.

紧接着,提格兰尼斯这样说道:“居鲁士,”他说,“若我保持沉默,你切莫感到奇怪;因为我的心灵预备好了不是为了出谋划策,而是为了执行你所发出的任何命令。”

§5.1.28

ὁ δὲ Ὑρκάνιος εἶπεν· ἀλλʼ ἐγὼ μέν, ὦ Μῆδοι, εἰ νῦν ἀπέλθοιτε, δαίμονος ἂν φαίην τὴν ἐπιβουλὴν εἶναι τὸ μὴ ἐᾶσαι ὑμᾶς μέγα εὐδαίμονας γενέσθαι· ἀνθρωπίνῃ δὲ γνώμῃ τίς ἂν ἢ φευγόντων πολεμίων ἀποτρέποιτο ἢ ὅπλα παραδιδόντων οὐκ ἂν λαμβάνοι ἢ ἑαυτοὺς διδόντων καὶ τὰ ἑαυτῶν οὐκ ἂν δέχοιτο, ἄλλως τε καὶ τοῦ ἡγεμόνος ἡμῖν ὄντος τοιούτου ὃς ἐμοὶ δοκεῖ, ὄμνυμι ὑμῖν πάντας τοὺς θεούς, εὖ ποιῶν ἡμᾶς μᾶλλον ἥδεσθαι ἢ ἑαυτὸν πλουτίζων.

绪尔卡尼亚人的领袖则说:“米底人啊,就我而言,若你们此刻离去,我定会说这是某种神明的作祟,阻碍你们获得莫大的幸福;因为依常人的理智,有谁会在敌人溃逃时转身退走,在敌人交出兵刃时不予收缴,在敌人献出自身与财产时不予接受呢?更何况我们的统帅是这样的一位人物——我指着诸神向你们起誓——在我看来,他为我们谋福祉所感受到的喜悦,远胜于使他自己富有。”

§5.1.29

ἐπὶ τούτῳ πάντες οἱ Μῆδοι τοιάδʼ ἔλεγον· σύ, ὦ Κῦρε, καὶ ἐξήγαγες ἡμᾶς καὶ οἴκαδε ὅταν ἀπιέναι καιρὸς δοκῇ, σὺν σοὶ ἡμᾶς ἄγε. ὁ δὲ Κῦρος ταῦτα ἀκούσας ἐπηύξατο· ἀλλʼ, ὦ Ζεῦ μέγιστε, αἰτοῦμαί σε, δὸς τοὺς ἐμὲ τιμῶντας νικῆσαί με εὖ ποιοῦντα.4

听闻此言,所有的米底人都异口同声地说道:“居鲁士啊,正是你率领我们出征,待到认为适宜班师回朝之时,也请你带领我们同行。”居鲁士听后祈祷道:“至高的宙斯啊,我祈求你,恩准我在行善赐福上能胜过那些尊崇我的人。”

§5.1.30

ἐκ τούτου ἐκέλευσε τοὺς μὲν ἄλλους φυλακὰς καταστήσαντας ἀμφʼ αὑτοὺς ἤδη ἔχειν, τοὺς δὲ Πέρσας διαλαβεῖν τὰς σκηνάς, τοῖς μὲν ἱππεῦσι τὰς τούτοις πρεπούσας, τοῖς δὲ πεζοῖς τὰς τούτοις ἀρκούσας· καὶ οὕτω καταστήσασθαι ὅπως ποιοῦντες οἱ ἐν ταῖς σκηναῖς πάντα τὰ δέοντα φέρωσιν εἰς τὰς τάξεις τοῖς Πέρσαις καὶ τοὺς ἵππους τεθεραπευμένους παρέχωσι, Πέρσαις δὲ μηδὲν ἄλλο ᾖ ἔργον ἢ τὰ πρὸς τὸν πόλεμον ἐκπονεῖν. ταύτην μὲν οὖν οὕτω διῆγον τὴν ἡμέραν.

自此,他命令其余各部设立岗哨后即照料自身,命令波斯人分配营帐,骑兵分得相称的营帐,步兵分得适宜的营帐;并做出妥善安排,使营帐中的服役人员恪尽职守,将一切所需物资送至各战队供波斯军士使用,并照料备好战马,以使波斯人除了操练战事之外别无旁务。这一天他们便如此度过。

语法注4 条
  1. 5.1.23καὶ τὸ μέγιστον δή

    作为修饰全句的副词性宾格(与整个句子同位),表“而最为重要的是”,用以引出下文最关键的论点。

  2. 5.1.25τὸ μή σοι ἀκολουθεῖν

    位于表示妨碍或分离意义的动词(ἀπελείφθη)之后带冠词的不定式,带有赘用否定词 μή,属希腊语惯用的否定重叠结构,意为“(谁会落后而)不跟从你”。

  3. 5.1.26καὶ ὧν ἐγὼ κρατῶ καὶ μενοῦμεν

    关系代词 ὧν 因从句动词 κρατῶ 要求属格而发生格的同化(先行词省略)。主语为 ἐγώ 与 ὧν ἐγὼ κρατῶ(“我以及我所统领的人”)组成的复合主语,因此主要动词采用第一人称复数 μενοῦμεν。

  4. 5.1.29δὸς τοὺς ἐμὲ τιμῶντας νικῆσαί με εὖ ποιοῦντα

    由祈使动词 δός 引导的带宾格的不定式结构:με 为不定式 νικῆσαι 的逻辑主语(宾格),τοὺς ἐμὲ τιμῶντας 为其直接宾语。分词 εὖ ποιοῦντα 与 με 在性数格(阳性单数宾格)上一致,表手段或方式(“在行善上超越”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.1.23-5.1.30