- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.1.7-5.1.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉斯帕斯极力称赞潘忒亚的绝伦美貌并劝居鲁士前往一睹,居鲁士以恐受其魅惑而荒废职责为由予以拒绝,两人随即就爱恋究竟是不可抗拒的强迫还是出于自愿展开了辩论。
ἐν τούτῳ δὲ ἐφάνη μὲν αὐτῆς τὸ πλεῖστον μέρος τοῦ προσώπου, ἐφάνη δὲ ἡ δέρη καὶ αἱ χεῖρες· καὶ εὖ ἴσθι, ἔφη, ὦ Κῦρε, ὡς ἐμοί τε ἔδοξε καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἰδοῦσι μήπω φῦναι μηδὲ γενέσθαι γυνὴ ἀπὸ θνητῶν τοιαύτη1 ἐν τῇ Ἀσίᾳ· ἀλλὰ πάντως, ἔφη, καὶ σὺ θέασαι αὐτήν.
就在那时,她的面庞大半露了出来,她的颈项和双手也露了出来。“请确切知晓,居鲁士,”他说,“无论是我,还是所有其他见到她的人,都觉得在凡人之中,亚洲还从未出生过或出现过这般模样的女子。因此,无论如何你也该去看看她。”
καὶ ὁ Κῦρος ἔφη· μὰ Δία, πολύ γε ἧττον, εἰ τοιαύτη ἐστὶν οἵαν σὺ λέγεις. τί δαί; ἔφη ὁ νεανίσκος. ὅτι, ἔφη, εἰ νυνὶ σοῦ ἀκούσας ὅτι καλή ἐστι πεισθήσομαι ἐλθεῖν θεασόμενος, οὐδὲ πάνυ μοι σχολῆς οὔσης, δέδοικα μὴ πολὺ θᾶττον ἐκείνη αὖθις ἀναπείσῃ καὶ πάλιν ἐλθεῖν θεασόμενον· ἐκ δὲ τούτου ἴσως ἂν ἀμελήσας ὧν με δεῖ πράττειν καθήμην ἐκείνην θεώμενος.2
居鲁士说:“指着宙斯发誓,如果她真如你所说的那样,我越发不该去了。”“这是为何?”年轻人问。“因为,”他说,“如果我现在听你说她美丽,便被说动前去观看,而我原本又毫无闲暇,我唯恐她会更快地反过来劝诱我再次前去观看;结果很可能是我荒废了自己该做的事,整天坐在那里凝视着她。”
καὶ ὁ νεανίσκος ἀναγελάσας εἶπεν· οἴει γάρ, ἔφη, ὦ Κῦρε, ἱκανὸν εἶναι κάλλος ἀνθρώπου ἀναγκάζειν τὸν μὴ βουλόμενον πράττειν παρὰ τὸ βέλτιστον; εἰ μέντοι, ἔφη, τοῦτο οὕτως ἐπεφύκει, πάντας ἂν ἠνάγκαζεν ὁμοίως.
年轻人大笑起来说道:“居鲁士,难道你认为人的美貌真有足够的力量,能强迫一个不情愿的人做出背离至善之事吗?如果这真具有这种本性,它就该对所有人产生同等的强迫。
ὁρᾷς, ἔφη, τὸ πῦρ, ὡς πάντας ὁμοίως καίει;3 πέφυκε γὰρ τοιοῦτον· τῶν δὲ καλῶν τῶν μὲν ἐρῶσι τῶν δʼ οὔ, καὶ ἄλλος γε ἄλλου. ἐθελούσιον γάρ, ἔφη, ἐστί, καὶ ἐρᾷ ἕκαστος ὧν ἂν βούληται· αὐτίκʼ, ἔφη, οὐκ ἐρᾷ ἀδελφὸς ἀδελφῆς, ἄλλος δὲ ταύτης, οὐδὲ πατὴρ θυγατρός, ἄλλος δὲ ταύτης· καὶ γὰρ φόβος καὶ νόμος ἱκανὸς ἔρωτα κωλύειν.
你瞧火,”他说,“它不是将所有人都同等地灼烧吗?因为它的本性就是如此。但在美丽的容貌中,人们爱慕某些人而不爱慕另一些人,而且不同的人爱慕的对象也各不相同。因为爱是出于自愿的,”他说,“每个人都爱其所愿。比如,”他说,“兄弟不会爱上自己的姐妹,别人却会爱上她;父亲不会爱上自己的女儿,别人却会爱上她;因为畏惧与律法足以阻遏爱恋。
εἰ δέ γʼ, ἔφη, νόμος τεθείη μὴ ἐσθίοντας μὴ πεινῆν καὶ μὴ πίνοντας μὴ διψῆν μηδὲ ῥιγοῦν τοῦ χειμῶνος μηδὲ θάλπεσθαι τοῦ θέρους, οὐδεὶς ἂν νόμος δυνηθείη διαπράξασθαι ταῦτα πείθεσθαι ἀνθρώπους· πεφύκασι γὰρ ὑπὸ τούτων κρατεῖσθαι. τὸ δʼ ἐρᾶν ἐθελούσιόν ἐστιν· ἕκαστος γοῦν τῶν καθʼ ἑαυτὸν ἐρᾷ, ὥσπερ ἱματίων καὶ ὑποδημάτων.
但若制定一条法律,”他说,“规定不吃者不饿、不饮者不渴、冬日不畏寒、夏日不觉热,那么没有任何法律能够促使人们遵从这些规定;因为人在本性上就被这些事物所支配。然而相爱却是出于自愿的;至少每个人所爱的都是与自己相契相投之人,就如同选择衣服和鞋子一样。”
πῶς οὖν, ἔφη ὁ Κῦρος, εἰ ἐθελούσιόν ἐστι τὸ ἐρασθῆναι, οὐ καὶ παύσασθαι ἔστιν ὅταν τις βούληται; ἀλλʼ ἐγώ, ἔφη, ἑώρακα καὶ κλαίοντας ὑπὸ λύπης διʼ ἔρωτα, καὶ δουλεύοντάς γε τοῖς ἐρωμένοις καὶ μάλα κακὸν νομίζοντας πρὶν ἐρᾶν τὸ δουλεύειν, καὶ διδόντας γε πολλὰ ὧν οὐ βέλτιον αὐτοῖς στέρεσθαι, καὶ εὐχομένους ὥσπερ καὶ ἄλλης τινὸς νόσου ἀπαλλαγῆναι, καὶ οὐ δυναμένους μέντοι ἀπαλλάττεσθαι, ἀλλὰ δεδεμένους ἰσχυροτέρᾳ τινὶ ἀνάγκῃ ἢ εἰ ἐν σιδήρῳ ἐδέδεντο. παρέχουσι γοῦν ἑαυτοὺς τοῖς ἐρωμένοις πολλὰ καὶ εἰκῇ ὑπηρετοῦντας· καὶ μέντοι οὐδʼ ἀποδιδράσκειν ἐπιχειροῦσι, τοιαῦτα κακὰ ἔχοντες, ἀλλὰ καὶ φυλάττουσι τοὺς ἐρωμένους μή ποι ἀποδρῶσι.
居鲁士说:“那么,如果堕入爱河是出于自愿的,为什么当一个人想要止息时却不能止息呢?但我,”他说,“曾见过有人因爱而痛苦流涕,甘做所爱之人的奴隶——尽管在坠入爱河之前他们认为身为奴隶是极大的祸害——甚至奉献出许多他们最好不要失去的财物,祈求着能摆脱这种情感就像摆脱某种病症一样,然而他们却无法摆脱,而是被一种比戴着铁镣更强大的强力束缚着。至少他们顺从所爱之人,在许多事上盲目地伺候着;而且遭受着这般祸患,他们甚至不企图逃跑,反倒紧紧看守着所爱之人,生怕对方逃走。”
καὶ ὁ νεανίσκος εἶπε πρὸς ταῦτα· ποιοῦσι γάρ, ἔφη, ταῦτα· εἰσὶ μέντοι, ἔφη, οἱ τοιοῦτοι μοχθηροί· διόπερ οἶμαι καὶ εὔχονται μὲν αἰεὶ ὡς ἄθλιοι ὄντες ἀποθανεῖν, μυρίων δʼ οὐσῶν μηχανῶν ἀπαλλαγῆς τοῦ βίου οὐκ ἀπαλλάττονται. οἱ αὐτοὶ δέ γε οὗτοι καὶ κλέπτειν ἐπιχειροῦσι καὶ οὐκ ἀπέχονται τῶν ἀλλοτρίων, ἀλλʼ ἐπειδάν τι ἁρπάσωσιν ἢ κλέψωσιν, ὁρᾷς ὅτι σὺ πρῶτος, ὡς οὐκ ἀναγκαῖον ὂν τὸ κλέπτειν, αἰτιᾷ τὸν κλέπτοντα καὶ ἁρπάζοντα, καὶ οὐ συγγιγνώσκεις, ἀλλὰ κολάζεις;
年轻人对此回答说:“他们确实会做出这些事;然而这类人都是卑劣之辈。正因如此,我认为他们虽然身为不幸之人总是在祈求死亡,可是脱离生命的方法有千万种,他们却不愿脱离。正是这同一批人,也企图偷窃,不对他人的财物收手;但每当他们抢夺或偷窃时,你看,你总是第一个认为盗窃并非出于不可抗拒的必然,因而谴责那偷窃和抢夺之人,非但不宽恕他们,反而予以惩罚。”
- 5.1.7ὡς ἐμοί τε ἔδοξε καὶ τοῖς ἄλλοις ἅπασι τοῖς ἰδοῦσι μήπω φῦναι μηδὲ γενέσθαι γυνὴ ἀπὸ θνητῶν τοιαύτη
主格名词 γυνή 用作不定式 μήπω φῦναι μηδὲ γενέσθαι 的逻辑主语。这里呈现了无人称句式 ἔδοξε 与主格加不定式的人称句式之间的混合,或者是在引导词 ὡς 之后的句法脱节(破格结构)。
- 5.1.8ἐκ δὲ τούτου ἴσως ἂν ἀμελήσας ὧν με δεῖ πράττειν καθήμην ἐκείνην θεώμενος
小词 ἄν 与未完成过去时动词 καθήμην(源自 κάθημαι)连用,并伴有分词 ἀμελήσας,表示在假想或担忧的情境中可能持续发生的潜在结果(“我或许会一直坐在那里凝视着她”)。此外,ὧν 属于关系代词格的吸引现象,原先作为 πράττειν 宾语的宾格代词被 ἀμελήσας 所要求的属格所同化。
- 5.1.10ὁρᾷς, ἔφη, τὸ πῦρ, ὡς πάντας ὁμοίως καίει;
先取构词(prolepsis)的典型例子:从属句(ὡς 引导的从句)中的逻辑主语 τὸ πῦρ 被提前作为主句动词 ὁρᾷς 的直接宾语。
