- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.1.14-5.1.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿剌斯帕斯自诩能够自制,居鲁士则警告爱情如暗火蔓延,随后阿剌斯帕斯渐坠情网;居鲁士召集诸将,表达对盟军的感谢并申明自己绝不退缩背信。
οὕτω μέντοι, ἔφη, καὶ οἱ καλοὶ οὐκ ἀναγκάζουσιν ἐρᾶν ἑαυτῶν οὐδʼ ἐφίεσθαι ἀνθρώπους ὧν μὴ δεῖ, ἀλλὰ τὰ μοχθηρὰ ἀνθρώπια πασῶν οἶμαι τῶν ἐπιθυμιῶν ἀκρατῆ ἐστι, κἄπειτα ἔρωτα αἰτιῶνται· οἱ δέ γε καλοὶ κἀγαθοὶ ἐπιθυμοῦντες καὶ χρυσίου καὶ ἵππων ἀγαθῶν καὶ γυναικῶν καλῶν, ὅμως πάντων τούτων δύνανται ἀπέχεσθαι ὥστε μὴ ἅπτεσθαι αὐτῶν παρὰ τὸ δίκαιον.
“正是如此,”他说,“美丽的人并不强迫人们去爱慕他们,也不强迫人们去渴求不该渴求的事物;相反,我认为是那些卑劣微贱的小人无法克制自己所有的欲望,随后反过来归咎于爱情。然而,高尚优秀的人虽然也渴求黄金、骏马和美丽的女子,却依然能够自制避开这一切,以致绝不做出违背正义的触碰。
ἐγὼ γοῦν, ἔφη, ταύτην ἑωρακὼς καὶ πάνυ καλῆς δοξάσης μοι εἶναι ὅμως καὶ παρὰ σοί εἰμι καὶ ἱππεύω καὶ τἆλλα τὰ ἐμοὶ προσήκοντα ἀποτελῶ.
至少我,”他说,“见过了那位女子,尽管在我看来她极其美丽,可我依然在您身旁侍奉,策马奔走,履行属于我的其他职责。”
ναὶ μὰ Δίʼ, ἔφη ὁ Κῦρος· ἴσως γὰρ θᾶττον ἀπῆλθες ἢ ἐν ὅσῳ χρόνῳ ἔρως πέφυκε συσκευάζεσθαι ἄνθρωπον. καὶ πυρὸς γάρ τοι ἔστι θιγόντα μὴ εὐθὺς καίεσθαι καὶ τὰ ξύλα οὐκ εὐθὺς ἀναλάμπει· ὅμως δʼ ἔγωγε οὔτε πυρὸς ἑκὼν εἶναι1 ἅπτομαι οὔτε τοὺς καλοὺς εἰσορῶ. οὐδέ γε σοὶ συμβουλεύω, ἔφη, ὦ Ἀράσπα, ἐν τοῖς καλοῖς ἐᾶν τὴν ὄψιν ἐνδιατρίβειν· ὡς τὸ μὲν πῦρ τοὺς ἁπτομένους καίει, οἱ δὲ καλοὶ καὶ τοὺς ἄπωθεν θεωμένους ὑφάπτουσιν, ὥστε αἴθεσθαι τῷ ἔρωτι.
“诚然如此,指着宙斯发誓,”居鲁士说,“因为你离开得可能太快,尚不及爱情本性上抓住一个人所需要的时间。要知道,触碰到火的人也可能不会立刻被灼伤,木头也不会立刻熊熊燃烧;然而就我而言,我是既不会自愿触碰火,也不会凝视美人的。阿剌斯帕斯,”他说,“我同样不建议你让自己的目光在美丽容貌上流连盘桓。因为火只是灼伤触碰它的人,而美人甚至能点燃远观之人,使他们因爱情而燃烧。”
θάρρει, ἔφη, ὦ Κῦρε· οὐδʼ ἐὰν μηδέποτε παύσωμαι θεώμενος, οὐ μὴ κρατηθῶ2 ὥστε ποιεῖν τι ὧν μὴ χρὴ ποιεῖν. κάλλιστα, ἔφη, λέγεις· φύλαττε τοίνυν, ἔφη, ὥσπερ σε κελεύω καὶ ἐπιμελοῦ αὐτῆς· ἴσως γὰρ ἂν πάνυ ἡμῖν ἐν καιρῷ γένοιτο αὕτη ἡ γυνή.
“请放心,居鲁士,”他说,“即便我永不止息地注视她,也绝不会被征服以至于做出任何不该做的事情。” “你说得极好,”居鲁士说,“那么就遵照我的命令看守她并照顾她吧;因为这位女子对于我们或许会极合时宜。”
τότε μὲν δὴ ταῦτʼ εἰπόντες διελύθησαν. ὁ δὲ νεανίσκος ἅμα μὲν ὁρῶν καλὴν τὴν γυναῖκα, ἅμα δὲ αἰσθανόμενος τὴν καλοκἀγαθίαν αὐτῆς, ἅμα δὲ θεραπεύων αὐτὴν καὶ οἰόμενος χαρίζεσθαι αὐτῇ, ἅμα δὲ αἰσθανόμενος οὐκ ἀχάριστον οὖσαν, ἀλλʼ ἐπιμελομένην διὰ τῶν αὑτῆς οἰκετῶν ὡς καὶ εἰσιόντι εἴη αὐτῷ τὰ δέοντα καὶ εἴ ποτε ἀσθενήσειεν, ὡς μηδενὸς ἐνδέοιτο, ἐκ πάντων τούτων ἡλίσκετο ἔρωτι, καὶ ἴσως οὐδὲν θαυμαστὸν ἔπασχε. καὶ ταῦτα μὲν δὴ οὕτως ἐπράττετο.
当时他们说完这番话便散去了。然而那个年轻人,一方面看到那位女子容貌出众,一方面体会到她高贵娴雅的德行,一方面侍奉她并自以为讨得了她的欢心,一方面又体会到她并非不知感恩,而是通过她自己的仆人照料周全,使他进屋时便有一切所需之物,若偶有患病便毫无匮乏——因这一切缘故,他陷落于爱情之中,而他所经历的或许一点也不值得惊奇。这些事情便是这样进展着。
βουλόμενος δὲ ὁ Κῦρος ἐθελοντὰς μένειν μεθʼ ἑαυτοῦ τούς τε Μήδους καὶ τοὺς συμμάχους, συνεκάλεσε πάντας τοὺς ἐπικαιρίους·
随后,居鲁士希望米底人和同盟军能够自愿留在自己身边,便召集了所有重臣将领。
ἐπεὶ δὲ συνῆλθον, ἔλεξε τοιάδε. ἄνδρες Μῆδοι καὶ πάντες οἱ παρόντες, ἐγὼ ὑμᾶς οἶδα σαφῶς ὅτι3 οὔτε χρημάτων δεόμενοι σὺν ἐμοὶ ἐξήλθετε οὔτε Κυαξάρῃ νομίζοντες τοῦτο ὑπηρετεῖν, ἀλλʼ ἐμοὶ βουλόμενοι τοῦτο χαρίζεσθαι καὶ ἐμὲ τιμῶντες νυκτοπορεῖν καὶ κινδυνεύειν σὺν ἐμοὶ ἠθελήσατε.
当他们聚齐时,他讲了如下这番话:“米底的将士们以及在座的各位,我清楚地知道,你们同我一起出征,既不是因为缺少钱财,也不是认为借此能侍奉基亚克萨列斯,而是出于希望让我高兴并尊崇我,才甘愿同我一道夜行军并共担风险。
καὶ χάριν τούτων ἐγὼ ὑμῖν ἔχω μέν, εἰ μὴ ἀδικῶ· ἀποδιδόναι δὲ ἀξίαν οὔπω δύναμιν ἔχειν μοι δοκῶ. καὶ τοῦτο μὲν οὐκ αἰσχύνομαι λέγων· τὸ δʼ ἐὰν μένητε παρʼ ἐμοί, ἀποδώσω,4 τοῦτο, εὖ ἴστε, ἔφη, αἰσχυνοίμην ἂν εἰπεῖν· νομίζω γὰρ ἂν ἐμαυτὸν ἐοικέναι λέγοντι ταῦτα ἕνεκα τοῦ ὑμᾶς μᾶλλον ἐθέλειν παρʼ ἐμοὶ καταμένειν. ἀντὶ δὲ τούτου τάδε λέγω· ἐγὼ γὰρ ὑμῖν, κἂν ἤδη ἀπίητε Κυαξάρῃ πειθόμενοι, ὅμως, ἂν ἀγαθόν τι πράξω, πειράσομαι οὕτω ποιεῖν ὥστε καὶ ὑμᾶς ἐμὲ ἐπαινεῖν.
对于这些,我若非不义,自当对你们心怀感激;但我自觉尚无能力给予相称的回报。说到这一点我并不感到羞耻;然而,若说‘只要你们留在我身边,我就会予以回报’,请你们确信,”他说,“说出这样的话我是会感到羞耻的;因为我认为这样说会使自己显得像是为了让你们更情愿留在我身边才这般许诺。相反,我说的是这样的话:即便你们现在听从基亚克萨列斯而离去,然而只要我成就了某种功业,我仍将尽力而为,以至于你们也会赞赏于我。
οὐ γὰρ δὴ αὐτός γε ἄπειμι, ἀλλὰ καὶ Ὑρκανίοις τοὺς ὅρκους καὶ τὰς δεξιὰς ἃς ἔδωκα ἐμπεδώσω καὶ οὔποτε τούτους προδιδοὺς ἁλώσομαι, καὶ τῷ νῦν διδόντι Γωβρύᾳ καὶ τείχη ἡμῖν καὶ χώραν καὶ δύναμιν πειράσομαι ποιεῖν μὴ μεταμελῆσαι τῆς πρὸς ἐμὲ ὁδοῦ.
因为我自己绝不会离去,而将恪守向绪尔卡尼亚人许下的誓言并交付的信义之手,绝不让人抓到我有背叛他们的把柄;对于如今向我们献上要塞、土地和军力的戈布律阿斯,我也将尽力使他不后悔投奔于我这一趟行程。”
- 5.1.16ἑκὼν εἶναι
含有绝对不定式的惯用短语,意为“心甘情愿地”、“出于自愿”(尤见于否定句)。不定式 εἶναι 冗赘地限制修饰形容词 ἑκών 的主观意愿。
- 5.1.17οὐ μὴ κρατηθῶ
由 οὐ μή 连用不定过去时被动态虚拟式(κρατηθῶ)构成的强烈否定句式,表示“绝不会被征服/屈服”,是古典希腊语中表示断然否定的标准构式。
- 5.1.20ὑμᾶς οἶδα σαφῶς ὅτι
前置预取结构(prolepsis)。从属从句(ὅτι 从句)中逻辑上的主语代词 ὑμᾶς 被提前放置在主句动词 οἶδα 的直接宾语位置上(“对于你们,我清楚地知道……”)。
- 5.1.21τὸ δʼ ἐὰν μένητε παρʼ ἐμοί, ἀποδώσω
中性单数定冠词 τό 将接下来的直接引语从句(“只要你们留在我身边,我就会予以回报”)整体名词化,作为下文主句 αἰσχυνοίμην ἂν εἰπεῖν 中宾语或代词 τοῦτο 的同位语/关系宾格。
