- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:5.1.1-5.1.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士分配战利品,并将被俘的阿布拉达塔斯之妻托付给好友阿拉斯帕斯;阿拉斯帕斯向居鲁士描述了她在被挑选出来时所展露的绝世容貌与深切悲痛。
οἱ μὲν δὴ ταῦτʼ ἔπραξάν τε καὶ ἔλεξαν. ὁ δὲ Κῦρος τὰ μὲν Κυαξάρου ἐκέλευσε διαλαβόντας φυλάττειν οὓς ᾔδει οἰκειοτάτους αὐτῷ ὄντας·1 καὶ ὅσα δὲ ἐμοὶ δίδοτε, ἡδέως, ἔφη, δέχομαι· χρήσεται δʼ αὐτοῖς ὑμῶν ὁ ἀεὶ μάλιστα δεόμενος. φιλόμουσος δέ τις τῶν Μήδων εἶπε· καὶ μὴν ἐγώ, ὦ Κῦρε, τῶν μουσουργῶν ἀκούσας ἑσπέρας ὧν σὺ νῦν ἔχεις, ἤκουσά τε ἡδέως κἄν μοι δῷς αὐτῶν μίαν, στρατεύεσθαι ἄν μοι δοκῶ ἥδιον ἢ οἴκοι μένειν.2 ὁ δὲ Κῦρος εἶπεν· ἀλλʼ ἐγώ, ἔφη, καὶ δίδωμί σοι καὶ χάριν οἴομαι σοὶ πλείω ἔχειν ὅτι ἐμὲ ᾔτησας ἢ σὺ ἐμοὶ ὅτι λαμβάνεις· οὕτως ἐγὼ ὑμῖν διψῶ χαρίζεσθαι. ταύτην μὲν οὖν ἔλαβεν ὁ αἰτήσας.
他们于是照此行事并说了这些话。居鲁士则吩咐那些他知道与库阿克萨列斯最为亲近的人,将属于后者的那份分担守护。他说:“至于你们赠予我的那些,我很乐意接受;但你们当中无论谁总是最需要的,便由谁来享用它们。”一个爱好音乐的米底人说:“说真的,居鲁士,昨天傍晚我听了你如今拥有的那些歌女的演奏,听得非常开心;如果你肯将其中一位赠予我,我想我宁愿出征也不愿留在家里。”居鲁士回答道:“那么我不仅将她赐给你,而且我认为,你向我索求,我对你所抱的感激,比你接受所对我的感激还要多;我是如此渴望讨你们欢心。”于是,请求者便领走了那个女子。
καλέσας δὲ ὁ Κῦρος Ἀράσπαν Μῆδον, ὃς ἦν αὐτῷ ἐκ παιδὸς ἑταῖρος, ᾧ καὶ τὴν στολὴν ἐκδὺς ἔδωκε τὴν Μηδικήν, ὅτε παρʼ Ἀστυάγους εἰς Πέρσας ἀπῄει, τοῦτον ἐκέλευσε διαφυλάξαι αὐτῷ τήν τε γυναῖκα καὶ τὴν σκηνήν·
居鲁士召来米底人阿拉斯帕斯——他自幼便是居鲁士的同伴,也就是居鲁士当初离开阿斯提阿格斯前往波斯时,脱下自己的米底袍子赠给的那个人——吩咐这个人替他守护那名妇人和营帐。
ἦν δὲ αὕτη ἡ γυνὴ τοῦ Ἀβραδάτου τοῦ Σουσίου· ὅτε δὲ ἡλίσκετο τὸ τῶν Ἀσσυρίων στρατόπεδον, ὁ ἀνὴρ αὐτῆς οὐκ ἔτυχεν ἐν τῷ στρατοπέδῳ ὤν, ἀλλὰ πρὸς τὸν τῶν Βακτρίων βασιλέα πρεσβεύων ᾤχετο· ἔπεμψε δὲ αὐτὸν ὁ Ἀσσύριος περὶ συμμαχίας· ξένος γὰρ ὢν ἐτύγχανε τῷ τῶν Βακτρίων βασιλεῖ· ταύτην οὖν ἐκέλευσεν ὁ Κῦρος διαφυλάττειν τὸν Ἀράσπαν, ἕως ἂν αὐτὸς λάβῃ.
这名妇人是苏萨的阿布拉达塔斯的妻子。当亚述军营被攻陷时,她的丈夫恰好不在营中,而是作为使节前往巴克特里亚国王那里了;因为亚述王派他去商议结盟之事,他恰巧是巴克特里亚国王的宾友。因此居鲁士吩咐阿拉斯帕斯好好看护她,直到他亲自领受之时。
κελευόμενος δὲ ὁ Ἀράσπας ἐπήρετο· ἑώρακας δʼ, ἔφη, ὦ Κῦρε, τὴν γυναῖκα, ἥν με κελεύεις φυλάττειν; μὰ Δίʼ, ἔφη ὁ Κῦρος, οὐκ ἔγωγε. ἀλλʼ ἐγώ, ἔφη, ἡνίκα ἐξῃροῦμέν σοι αὐτήν· καὶ δῆτα, ὅτε μὲν εἰσήλθομεν εἰς τὴν σκηνὴν αὐτῆς, τὸ πρῶτον οὐ διέγνωμεν αὐτήν· χαμαί τε γὰρ ἐκάθητο καὶ αἱ θεράπαιναι πᾶσαι περὶ αὐτήν· καὶ τοίνυν ὁμοίαν ταῖς δούλαις εἶχε τὴν ἐσθῆτα· ἐπεὶ δὲ γνῶναι βουλόμενοι ποία εἴη ἡ δέσποινα πάσας περιεβλέψαμεν, ταχὺ πάνυ καὶ πασῶν ἐφαίνετο διαφέρουσα τῶν ἄλλων, καίπερ καθημένη κεκαλυμμένη τε καὶ εἰς γῆν ὁρῶσα.
阿拉斯帕斯领命后问道:“居鲁士,你吩咐我看守的这位妇人,你见过吗?”居鲁士答道:“指着宙斯发誓,我可没见过。”他说:“我却见过了,就在我们为你挑选出她的时候。说实在的,当我们走进她的营帐时,起初并没能将她分辨出来;因为她正坐在地上,所有的侍女都在她周围,而且她的衣着与奴婢们相似。但是当我们环视所有人想要弄清哪位是女主人时,她很快就显得格外迥异于其余众人,尽管她当时蒙着面纱、低头看着地面坐着。
ὡς δὲ ἀναστῆναι αὐτὴν ἐκελεύσαμεν, συνανέστησαν μὲν αὐτῇ ἅπασαι αἱ ἀμφʼ αὐτήν, διήνεγκε δʼ ἐνταῦθα πρῶτον μὲν τῷ μεγέθει, ἔπειτα δὲ καὶ τῇ ἀρετῇ καὶ τῇ εὐσχημοσύνῃ, καίπερ ἐν ταπεινῷ σχήματι ἑστηκυῖα. δῆλα δʼ ἦν αὐτῇ καὶ τὰ δάκρυα στάζοντα, τὰ μὲν κατὰ τῶν πέπλων, τὰ δὲ καὶ ἐπὶ τοὺς πόδας.
当我们吩咐她站起来时,围绕在她身边的所有妇人都一同站了起来;此时她首先在身材上,其次在气度与端庄风姿上都脱颖而出,尽管她身着卑微简陋的服饰站在那里。她滴落的泪珠也清晰可见,有的顺着衣袍淌下,有的甚至落在脚上。
ὡς δʼ ἡμῶν ὁ γεραίτατος εἶπε, θάρρει, ὦ γύναι· καλὸν μὲν γὰρ κἀγαθὸν ἀκούομεν καὶ τὸν σὸν ἄνδρα εἶναι· νῦν μέντοι ἐξαιροῦμεν ἀνδρί σε εὖ ἴσθι ὅτι οὔτε τὸ εἶδος ἐκείνου χείρονι οὔτε τὴν γνώμην οὔτε δύναμιν ἥττω ἔχοντι,3 ἀλλʼ ὡς ἡμεῖς γε νομίζομεν, εἴ τις καὶ ἄλλος ἀνήρ, καὶ Κῦρος ἄξιός ἐστι θαυμάζεσθαι, οὗ σὺ ἔσῃ τὸ ἀπὸ τοῦδε· ὡς οὖν τοῦτο ἤκουσεν ἡ γυνή, περικατερρήξατό τε τὸν ἄνωθεν πέπλον καὶ ἀνωδύρατο· συνανεβόησαν δὲ καὶ αἱ δμωαί.
当我们当中最年长的人说道:‘鼓起勇气吧,夫人;因为我们听闻你的丈夫也是个贤良之人。然而请确切知晓,我们此刻将你挑选出来献予的夫君,在容貌上不比他逊色,在心智与力量上也毫不逊色;正如我们所认为的,如果还有任何其他人值得称赞,居鲁士也同样值得赞叹,今后你便属于他了。’妇人一听这话,便撕破了外面的披风痛哭失声,她的女仆们也一齐放声大哭。”
- 5.1.1διαλαβόντας φυλάττειν οὓς ᾔδει οἰκειοτάτους αὐτῷ ὄντας
关系从句的先行词被纳入关系从句内部(οὓς ᾔδει οἰκειοτάτους αὐτῷ ὄντας),并整体充当不定式 φυλάττειν 的逻辑主语。宾格分词 διαλαβόντας 与此逻辑主语保持一致,表示“吩咐那些他知道与他最亲近的人分担守护”。
- 5.1.1στρατεύεσθαι ἄν μοι δοκῶ ἥδιον ἢ οἴκοι μένειν
小词 ἄν 修饰不定式 στρατεύεσθαι 而非直陈式动词 δοκῶ,作为条件句 κἄν μοι δῷς 的潜在结论(“我想比起留在家里,我倒更乐于出征”)。
- 5.1.6ἐξαιροῦμεν ἀνδρί σε εὖ ἴσθι ὅτι οὔτε τὸ εἶδος ἐκείνου χείρονι οὔτε τὴν γνώμην οὔτε δύναμιν ἥττω ἔχοντι
动词短语 ἐξαιροῦμεν ἀνδρί σε(“我们将你挑选出来给一个男子”)被插话性口语表达 εὖ ἴσθι ὅτι(“请确信/知悉”)打断。其后的一系列与格成分(οὔτε τὸ εἶδος... χείρονι... ἔχοντι)跨过插入成分直接修饰前面的与格名词 ἀνδρί,而非 ὅτι 引导的间接引语从句。
