← 色诺芬

居鲁士的教育

§4.6.6-4.6.12

与戈布里亚斯缔盟及战利品分配

戈布里亚斯许诺向居鲁士效忠并献出要塞、军队与女儿的婚配决断权,居鲁士与其立誓结盟;与此同时,米底人分配战利品,并将最华美的帐篷与苏萨女子献给居鲁士。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.6

ἐγὼ οὖν, εἰ μὲν ἔζη ἐκεῖνος, οὐκ ἄν ποτε ἦλθον πρὸς σὲ ἐπὶ τῷ ἐκείνου κακῷ·1 πολλὰ γὰρ φιλικὰ ἔπαθον ὑπʼ ἐκείνου καὶ ὑπηρέτησα ἐκείνῳ· ἐπεὶ δʼ εἰς τὸν τοῦ ἐμοῦ παιδὸς φονέα ἡ ἀρχὴ περιήκει, οὐκ ἄν ποτε τούτῳ ἐγὼ δυναίμην εὔνους γενέσθαι, οὐδὲ οὗτος ἐμὲ εὖ οἶδʼ ὅτι φίλον ἄν ποτε ἡγήσαιτο. οἶδε γὰρ ὡς ἐγὼ πρὸς αὐτὸν ἔχω καὶ ὡς πρόσθεν φαιδρῶς βιοτεύων νυνὶ διάκειμαι, ἔρημος ὢν καὶ διὰ πένθους τὸ γῆρας διάγων.

“因此对我而言,假使那人仍旧在世,我绝不会为了危害他而来到您这里;因为我曾从他那里领受过许多恩惠,也曾为他效力。但既然统治大权落入了我儿子的杀手之手,我绝不可能对这人心怀善意,我也深知他绝不会把我当作朋友。因为他知道我对他是何种心意,也知道我如今境况如何——从前我生活欢愉,如今却形单影只,在哀恸中度过残年。

§4.6.7

εἰ οὖν σύ με δέχῃ καὶ ἐλπίδα τινὰ λάβοιμι2 τῷ φίλῳ παιδὶ τιμωρίας ἄν τινος μετὰ σοῦ τυχεῖν, καὶ ἀνηβῆσαι ἂν πάλιν δοκῶ μοι καὶ οὔτε ζῶν ἂν ἔτι αἰσχυνοίμην οὔτε ἀποθνῄσκων ἀνιώμενος ἂν τελευτᾶν δοκῶ.

因此,如果您接纳我,并且我有望与您一同为我亲爱的儿子报仇雪恨,我想我定会重新焕发青春,活着时不再感到羞耻,死去时也不会在痛苦中咽气。”

§4.6.8

ὁ μὲν οὕτως εἶπε· Κῦρος δʼ ἀπεκρίνατο· ἀλλʼ ἤνπερ, ὦ Γωβρύα, καὶ φρονῶν φαίνῃ ὅσαπερ λέγεις πρὸς ἡμᾶς, δέχομαί τε ἱκέτην σε καὶ τιμώρησίν σοι τοῦ παιδὸς σὺν θεοῖς ὑπισχνοῦμαι. λέξον δέ μοι, ἔφη, ἐάν σοι ταῦτα ποιῶμεν καὶ τὰ τείχη σε ἔχειν ἐῶμεν καὶ τὴν χώραν καὶ τὰ ὅπλα καὶ τὴν δύναμιν ἥνπερ πρόσθεν εἶχες, σὺ ἡμῖν τί ἀντὶ τούτων ὑπηρετήσεις;

他如此说完,居鲁士回答道:“戈布里亚斯啊,只要你在心意上也确实如对我们所说的那样,我便接纳你为求告者,并依仗诸神向你保证为你的儿子复仇。但请告诉我,”他说,“如果我们为你做了这些事,允许你保留你的要塞、你的领地、武器以及你此前拥有的军队,作为回报,你将为我们提供何种效力?”

§4.6.9

ὁ δὲ εἶπε· τὰ μὲν τείχη, ὅταν ἔλθῃς, οἶκόν σοι παρέξω· δασμὸν δὲ τῆς χώρας ὅνπερ ἔφερον ἐκείνῳ σοὶ ἀποίσω, καὶ ὅποι ἂν στρατεύῃ συστρατεύσομαι τὴν ἐκ τῆς χώρας δύναμιν ἔχων. ἔστι δέ μοι, ἔφη, καὶ θυγάτηρ παρθένος ἀγαπητὴ γάμου ἤδη ὡραία, ἣν ἐγὼ πρόσθεν μὲν ᾤμην τῷ νῦν βασιλεύοντι γυναῖκα τρέφειν· νῦν δὲ αὐτή τέ με ἡ θυγάτηρ πολλὰ γοωμένη ἱκέτευσε μὴ δοῦναι αὐτὴν τῷ τοῦ ἀδελφοῦ φονεῖ, ἐγώ τε ὡσαύτως γιγνώσκω. νῦν δέ σοι δίδωμι βουλεύσασθαι καὶ περὶ ταύτης οὕτως ὥσπερ ἂν καὶ ἐγὼ βουλεύων περὶ σοῦ φαίνωμαι.

他说道:“至于要塞,当您到来时,我将提供给您作为居所;领地中原本向那人缴纳的贡赋,我将转缴给您;无论您向何处出征,我都将率领领地内的军队与您并肩作战。此外,”他说,“我还有一个心爱的未婚女儿,如今已到了婚配的年龄,以前我曾以为抚养她是作为现今这位国王的妻室;但现在女儿自己痛哭流涕地恳求我,不要将她嫁给杀兄仇人,而我也有同样的打算。如今我把关于她的决定权也交由您来裁度,正如我也显出是在关于您的事上筹划一样。”

§4.6.10

οὕτω δὴ ὁ Κῦρος εἶπεν· ἐπὶ τούτοις, ἔφη, ἐγὼ ἀληθευομένοις3 δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν· θεοὶ δʼ ἡμῖν μάρτυρες ἔστων. ἐπεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι τε κελεύει τὸν Γωβρύαν ἔχοντα τὰ ὅπλα καὶ ἐπήρετο πόση τις ὁδὸς ὡς αὐτὸν εἴη, ὡς ἥξων. ὁ δʼ ἔλεγεν· ἢν αὔριον ἴῃς πρῴ, τῇ ἑτέρᾳ ἂν αὐλίζοιο παρʼ ἡμῖν.

居鲁士于是说道:“在此类言语属实的前提下,我将我的右手伸给你,并接受你的右手;愿诸神为我们作证。”此事办妥之后,他便吩咐戈布里亚斯带上武器离去,并询问前往他那里的路程有多远,打算前去拜访。戈布里亚斯回答说:“假使您明日一早出发,后天便可在我们那里安营扎寨。”

§4.6.11

οὕτω δὴ οὗτος μὲν ᾤχετο ἡγεμόνα καταλιπών. οἱ δὲ Μῆδοι παρῆσαν, ἃ μὲν οἱ μάγοι ἔφρασαν τοῖς θεοῖς ἐξελεῖν, ἀποδόντες τοῖς μάγοις, Κύρῳ δʼ ἐξῃρηκότες τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, ἣ καλλίστη δὴ λέγεται ἐν τῇ Ἀσίᾳ γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ δύο τὰς κρατίστας, δεύτερον δὲ Κυαξάρῃ τὰ δεύτερα, τοιαῦτα δὲ ἄλλα ὧν ἐδέοντο ἑαυτοῖς ἐκπληρώσαντες, ὡς μηδενὸς ἐνδεόμενοι στρατεύωνται· πάντα γὰρ ἦν πολλά.

于是他留下了一名向导便离开了。这时,米底人回来了,他们把祭司们指定献给诸神的份额交给了祭司,并为居鲁士挑选了最华美的帐篷、那位据说是全亚洲最美丽的苏萨女子以及两位最出色的女乐师;其次将第二等的份额留给库阿克萨雷斯,并为他们自己备齐了所需的其他类似物资,以便在不缺任何东西的情况下行军作战;因为一切物资都很充裕。

§4.6.12

προσέλαβον δὲ καὶ Ὑρκάνιοι ὧν ἐδέοντο· ἰσόμοιρον δὲ ἐποίησαν καὶ τὸν παρὰ Κυαξάρου ἄγγελον· τὰς δὲ περιττὰς σκηνὰς ὅσαι ἦσαν Κύρῳ παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο.4 τὸ δὲ νόμισμα ἔφασαν, ἐπειδὰν ἅπαν συλλεχθῇ, διαδώσειν· καὶ διέδωκαν.

希尔卡尼亚人也领到了他们所需的东西;他们让来自库阿克萨雷斯的使者也分得了相等的一份;至于多余的帐篷,他们全部交给了居鲁士,以便分配给波斯人。关于钱币,他们说一旦全部收齐就会进行分发;随后他们确实分发了。

语法注4 条
  1. 4.6.6ἐπὶ τῷ ἐκείνου κακῷ

    介词 ἐπί 接与格表示目的或预期的后果(“意在使他受损”或“为不利于他”),说明戈布里亚斯绝非为了加害先王而前来。

  2. 4.6.7εἰ οὖν σύ με δέχῃ καὶ ἐλπίδα τινὰ λάβοιμι

    条件从句中直陈式现在时 δέχῃ 与祈愿式 λάβοιμι 并列的混合条件句。前者预设眼下的现实举动(“若您现在接纳我”),后者则表达带有可能性的未来推测(“若我能获得某种希望”)。

  3. 4.6.10ἐπὶ τούτοις, ἔφη, ἐγὼ ἀληθευομένοις

    介词 ἐπί 接与格短语(τούτοις ἀληθευομένοις)表示约定或前提条件(“在这些话属实的前提下”)。现在分词 ἀληθευομένοις 修饰代词,表示“被证实为真”的持续条件。

  4. 4.6.12ὡς τοῖς Πέρσαις γένοιντο

    连词 ὡς 搭配祈愿式 γένοιντο 引导目的从句(“以便归波斯人所有”),这是承接主句过去时动词 παρέδοσαν 之后历史时态的祈愿式规则用法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.6.6-4.6.12