← 色诺芬

居鲁士的教育

§4.6.1-4.6.5

戈布里亚斯归顺并请求为子复仇

亚述显贵戈布里亚斯前来投奔居鲁士请求结盟与归顺,控诉现任亚述王因狩猎时的嫉妒而刺杀其爱子,并恳求居鲁士为他复仇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.1

οἱ μὲν δὴ ἀμφὶ ταῦτα εἶχον. Γωβρύας δʼ ἐν τούτῳ παρῆν Ἀσσύριος πρεσβύτης ἀνὴρ ἐφʼ ἵππου σὺν ἱππικῇ θεραπείᾳ· εἶχον δὲ πάντες τὰ ἐφίππων ὅπλα. καὶ οἱ μὲν ἐπὶ τῷ τὰ ὅπλα παραλαμβάνειν τεταγμένοι ἐκέλευον παραδιδόναι τὰ ξυστά, ὅπως κατακαίοιεν ὥσπερ τἆλλα. ὁ δὲ Γωβρύας εἶπεν ὅτι Κῦρον πρῶτον βούλοιτο ἰδεῖν· καὶ οἱ ὑπηρέται τοὺς μὲν ἄλλους ἱππέας αὐτοῦ κατέλιπον, τὸν δὲ Γωβρύαν ἄγουσι πρὸς τὸν Κῦρον.

他们当时正忙于这些事务。与此同时,亚述长者戈布里亚斯骑马带领一队骑兵随从来到;他们全都佩戴着骑兵的武器装备。那些负责接收武器的人命令他们交出长矛,以便像处置其余武器那样付之一炬。然而戈布里亚斯说,他希望能先见居鲁士;于是侍从们把其余骑手留在原地,只引着戈布里亚斯前往居鲁士那里。

§4.6.2

ὁ δʼ ὡς εἶδε τὸν Κῦρον, ἔλεξεν ὧδε· ὦ δέσποτα, ἐγώ εἰμι τὸ μὲν γένος Ἀσσύριος· ἔχω δὲ καὶ τεῖχος ἰσχυρὸν καὶ χώρας ἐπάρχω πολλῆς· καὶ ἵππον ἔχω εἰς χιλίαν, ἣν τῷ τῶν Ἀσσυρίων βασιλεῖ παρειχόμην καὶ φίλος ἦν ἐκείνῳ ὡς μάλιστα· ἐπεὶ δὲ ἐκεῖνος τέθνηκεν ὑφʼ ὑμῶν ἀνὴρ ἀγαθὸς ὤν, ὁ δὲ παῖς ἐκείνου τὴν ἀρχὴν ἔχει ἔχθιστος ὢν ἐμοί, ἥκω πρὸς σὲ καὶ ἱκέτης προσπίπτω καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τιμωρὸν αἰτοῦμαι ἐμοὶ γενέσθαι· καὶ παῖδα οὕτως ὡς δυνατόν σε ποιοῦμαι· ἄπαις δʼ εἰμὶ ἀρρένων παίδων.

他一见到居鲁士,便如此说道:“我的主公啊,我按出身是亚述人;我拥有一座坚固的要塞,统治着辽阔的疆土;我还拥有大约一千名骑兵,过去一直供给亚述王使用,并且曾是他最亲密的朋友。但是,既然那位仁善之君已被你们击毙,而他的儿子继承了王位,此人却是我最刻骨铭心的仇敌,因此我来到您面前,作为求告者匍匐于地,将我自己献给您作为仆役与盟友,并恳请您成为我的复仇者;在可能的限度内,我认您为我的子嗣,因为我并无男嗣。

§4.6.3

ὃς γὰρ ἦν μοι μόνος καὶ καλὸς κἀγαθός, ὦ δέσποτα, καὶ ἐμὲ φιλῶν καὶ τιμῶν ὥσπερ ἂν εὐδαίμονα πατέρα παῖς τιμῶν τιθείη, τοῦτον ὁ νῦν βασιλεὺς οὗτος1 καλέσαντος τοῦ τότε βασιλέως, πατρὸς δὲ τοῦ νῦν, ὡς δώσοντος τὴν θυγατέρα τῷ ἐμῷ παιδί, ἐγὼ μὲν ἀπεπεμψάμην μέγα φρονῶν ὅτι δῆθεν τῆς βασιλέως θυγατρὸς ὀψοίμην τὸν ἐμὸν υἱὸν γαμέτην· ὁ δὲ νῦν βασιλεὺς εἰς θήραν αὐτὸν παρακαλέσας καὶ ἀνεὶς αὐτῷ θηρᾶν ἀνὰ κράτος, ὡς πολὺ κρείττων αὐτοῦ ἱππεὺς ἡγούμενος εἶναι, ὁ μὲν ὡς φίλῳ συνεθήρα, φανείσης δʼ ἄρκτου διώκοντες ἀμφότεροι, ὁ μὲν νῦν ἄρχων οὗτος ἀκοντίσας ἥμαρτεν, ὡς μήποτε ὤφελεν,2 ὁ δʼ ἐμὸς παῖς βαλών, οὐδὲν δέον,3 καταβάλλει τὴν ἄρκτον.

主公啊,我曾拥有的独生子,品格高尚而优秀,他敬爱我、尊崇我,犹如孝子尊崇父亲以使之感到幸福一般。这位儿子,现今这位国王……当先王——即现今这位国王的父亲——派人召他前去,打算把女儿许配给我儿子时,我满怀自豪地将他送去,以为真能看到自己的儿子迎娶国王之女;可是现今这位国王邀请他一同狩猎,并允许他竭力策马驰猎,自以为在马术上远胜过他,我儿子便像对待朋友一样与他一同狩猎;然而当一只熊出现、两人一同追逐时,如今这位统治者掷出长矛却未命中——真希望他从未失手!——而我的儿子虽毫无必要出手,掷矛击中,将熊射杀倒地。

§4.6.4

καὶ τότε μὲν δὴ ἀνιαθεὶς ἄρʼ οὗτος κατέσχεν ὑπὸ σκότου τὸν φθόνον· ὡς δὲ πάλιν λέοντος παρατυχόντος ὁ μὲν αὖ ἥμαρτεν, οὐδὲν οἶμαι θαυμαστὸν παθών, ὁ δʼ αὖ ἐμὸς παῖς αὖθις τυχὼν κατειργάσατό τε τὸν λέοντα καὶ εἶπεν· ἆρα βέβληκα δὶς ἐφεξῆς καὶ καταβέβληκα θῆρα ἑκατεράκις, ἐν τούτῳ δὴ οὐκέτι κατίσχει ὁ ἀνόσιος τὸν φθόνον, ἀλλʼ αἰχμὴν παρά τινος τῶν ἑπομένων ἁρπάσας, παίσας εἰς τὰ στέρνα τὸν μόνον μοι καὶ φίλον παῖδα ἀφείλετο τὴν ψυχήν.

当时这人虽颇为恼怒,却将嫉恨深藏于幽暗之中;可是当后来又遇到一只狮子时,他再度失手——我想这并不足为奇——而我的儿子又一次命中并结果了那只狮子,且说道:‘瞧啊,我连续掷出两次,每次都射倒了猛兽!’——就在这时,这个不虔不义之人再也按捺不住嫉妒之火,竟从一名随从手中夺过长矛,直刺向我那唯一而挚爱的儿子的胸膛,夺去了他的性命。

§4.6.5

κἀγὼ μὲν ὁ τάλας νεκρὸν ἀντὶ νυμφίου ἐκομισάμην καὶ ἔθαψα τηλικοῦτος ὢν ἄρτι γενειάσκοντα τὸν ἄριστον παῖδα τὸν ἀγαπητόν· ὁ δὲ κατακανὼν ὥσπερ ἐχθρὸν ἀπολέσας οὔτε μεταμελόμενος πώποτε φανερὸς ἐγένετο οὔτε ἀντὶ τοῦ κακοῦ ἔργου τιμῆς τινος ἠξίωσε τὸν κατὰ γῆς.4 ὅ γε μὴν πατὴρ αὐτοῦ καὶ συνῴκτισέ με καὶ δῆλος ἦν συναχθόμενός μοι τῇ συμφορᾷ.

而我这个不幸的人,迎回的却不是新郎而是一具尸体,以我这把年纪,埋葬了刚刚蓄须的、最为优秀的爱子;而杀死他的凶手,却如同除灭了仇敌一般,从未流露出丝毫悔意,也未曾因这一恶行而给地下亡魂施予任何悼念的礼遇。不过,他的父亲确实曾怜悯过我,并且显然为我的不幸而深感同悲。”

语法注4 条
  1. 4.6.3ὃς γὰρ ἦν μοι μόνος καὶ καλὸς κἀγαθός, ὦ δέσποτα, καὶ ἐμὲ φιλῶν καὶ τιμῶν ὥσπερ ἂν εὐδαίμονα πατέρα παῖς τιμῶν τιθείη, τοῦτον ὁ νῦν βασιλεὺς οὗτος

    关系代词从句(ὃς γὰρ ἦν...)置于先行词 τοῦτον 之前,构成了体现戈布里亚斯悲痛激动情绪的破格句(anacoluthon)。主句虽以 τοῦτον ὁ νῦν βασιλεὺς οὗτος 起首,但紧接着被属格独立结构(καλέσαντος τοῦ τότε βασιλέως...)以及戈布里亚斯自身的叙述(ἐγὼ μὲν ἀπεπεμψάμην...)打断,原定的谓语结构未能完成,随后才以 ὁ δὲ νῦν βασιλεὺς... 重新引出主语。

  2. 4.6.3ὡς μήποτε ὤφελεν

    此处为插入性的表达过去未能实现的愿望之句式(ὤφελον 省略了不定词,如 ἁμαρτεῖν)。字面义为“真希望他从未[失手]!”,表现了父亲对国王脱靶一事的痛惜之情,因为正是这次脱靶促使儿子射杀野兽,进而招致了杀身之祸。

  3. 4.6.3οὐδὲν δέον

    非人称动词 δεῖ 的中性宾格分词构成的宾格绝对结构(accusative absolute)。在句中起副词性修饰作用,表示让步或伴随状况:“尽管完全没有必要”、“在毫无需要的情况下”。

  4. 4.6.5τὸν κατὰ γῆς

    介词短语 κατὰ γῆς 由阳性单数宾格定冠词 τὸν 实词化,作为委婉表达指代“在地下之人”,即“死者”或“已故的爱子”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.6.1-4.6.5