← 色诺芬

居鲁士的教育

§4.5.47-4.5.58

波斯骑兵的组建与侍从步兵的武装

居鲁士说服盟军将缴获的战马分配给波斯人以建立骑兵部队,并对战利品的分配作出指示。随后他释放了敌军中的奴隶,将其武装为侍从步兵,使波斯贵族正式组建为骑兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.47

εἰ μὲν οὖν ἄλλους ἔχετε οἷστισιν ἂν δοίητε αὐτούς, μεθʼ ὧν ἂν καὶ κινδυνεύοιτε ἥδιον, εἴ τι δέοι, ἢ μεθʼ ἡμῶν, ἐκείνοις δίδοτε· εἰ μέντοι ἡμᾶς βούλεσθε παραστάτας μάλιστα ἔχειν ἡμῖν αὐτοὺς δότε.

“因此,如果你们有其他人选可以把它们交予,并且在需要之时宁可与他们共担凶险也不愿与我们同在,那么就给他们吧;然而,如果你们最希望把我们当作并肩作战的战友,那就把它们交给我们。

§4.5.48

καὶ γὰρ νῦν ὅτε ἄνευ ἡμῶν προσελάσαντες ἐκινδυνεύετε, πολὺν μὲν φόβον ἡμῖν παρείχετε μή τι πάθητε, μάλα δὲ αἰσχύνεσθαι ἡμᾶς ἐποιήσατε ὅτι οὐ παρῆμεν ὅπουπερ ὑμεῖς·

因为就在方才,当你们没有我们而径自策马向前涉险时,曾让我们极度担忧你们是否会遭遇不测,并且让我们因未能与你们同在而感到十分羞愧。

§4.5.49

ἢν δὲ λάβωμεν τοὺς ἵππους, ἑψόμεθα ὑμῖν. κἂν μὲν δοκῶμεν ὠφελεῖν πλέον ἀπʼ αὐτῶν συναγωνιζόμενοι, οὕτω προθυμίας οὐδὲν ἐλλείψομεν· ἢν δὲ πεζοὶ γενόμενοι δοκῶμεν καιριωτέρως ἂν παρεῖναι, τό τε καταβῆναι ἐν μέσῳ1 καὶ εὐθὺς πεζοὶ ὑμῖν παρεσόμεθα· τοὺς δʼ ἵππους μηχανησόμεθα οἷς ἂν παραδοίημεν.

但如果我们得到了这些战马,我们将紧紧追随你们。如果看来我们在战马上与你们共同作战能带来更大裨益,那么我们决不会有丝毫懈怠;但若看来我们化为步兵参战更为合乎时宜,那么下马不过是举手之劳,我们立刻就能作为步兵助你们一臂之力;至于战马,我们自会安排托付给其他人看管。”

§4.5.50

ὁ μὲν οὕτως ἔλεξεν· οἱ δὲ ἀπεκρίναντο· ἀλλʼ ἡμεῖς μέν, ὦ Κῦρε, οὔτʼ ἄνδρας ἔχομεν οὓς ἀναβιβάσαιμεν ἂν ἐπὶ τούτους τοὺς ἵππους,2 οὔτʼ εἰ εἴχομεν, σοῦ ταῦτα βουλομένου ἄλλο ἂν ἀντὶ τούτων ᾑρούμεθα. καὶ νῦν, ἔφασαν, τούτους λαβὼν ποίει ὅπως ἄριστόν σοι δοκεῖ εἶναι.

居鲁士这番话说完,他们回答道:“居鲁士啊,我们既没有可以让其骑上这些战马的人手,而且即使有,既然您有此意愿,我们也决不会做出除此以外的其他选择。如今,”他们说,“请您接纳它们,按照您认为最妥善的方式去办吧。”

§4.5.51

ἀλλὰ δέχομαί τε, ἔφη, καὶ ἀγαθῇ τύχῃ ἡμεῖς τε ἱππεῖς γενοίμεθα καὶ ὑμεῖς διέλοιτε τὰ κοινά. πρῶτον μὲν οὖν τοῖς θεοῖς, ἔφη, ἐξαιρεῖτε ὅ τι ἂν οἱ μάγοι ἐξηγῶνται· ἔπειτα δὲ καὶ Κυαξάρῃ ἐκλέξασθε ὁποῖʼ ἂν οἴεσθε αὐτῷ μάλιστα χαρίζεσθαι.

“那么我便欣然领受,”他说,“愿托神佑之福,我们能成为骑兵,而你们也能分配好公有物资。首先,”他说,“请按照僧侣祭司们的指引,为神明预留出当献的份额;其次,为库阿克萨莱斯挑选出你们认为最能讨得他欢心的物品。”

§4.5.52

καὶ οἳ γελάσαντες εἶπον ὅτι γυναῖκας ἐξαιρετέον εἴη. γυναῖκάς τε τοίνυν ἐξαιρεῖτε, ἔφη, καὶ ἄλλο ὅ τι ἂν δοκῇ ὑμῖν. ἐπειδὰν δʼ ἐκείνῳ ἐξέλητε, τοὺς ἐμοί, ὦ Ὑρκάνιοι, ἐθελουσίους τούτους ἐπισπομένους πάντας ἀμέμπτους ποιεῖτε εἰς δύναμιν.

他们笑着说道,理当把妇女预留给他。“那么你们就留出妇女,”他说,“以及任何你们认为合适的东西。当你们为他留出份额之后,赫卡尼亚人啊,请尽你们所能,让所有这些自愿追随我的人都心满意足、无可抱怨。

§4.5.53

ὑμεῖς δʼ αὖ, ὦ Μῆδοι, τοὺς πρώτους συμμάχους γενομένους τιμᾶτε τούτους, ὅπως εὖ βεβουλεῦσθαι ἡγήσωνται ἡμῖν φίλοι γενόμενοι. νείματε δὲ πάντων τὸ μέρος καὶ τῷ παρὰ Κυαξάρου ἥκοντι αὐτῷ τε καὶ τοῖς μετʼ αὐτοῦ· καὶ συνδιαμένειν δὲ παρακαλεῖτε, ὡς ἐμοὶ τοῦτο συνδοκοῦν, ἵνα καὶ Κυαξάρῃ μᾶλλον εἰδὼς περὶ ἑκάστου ἀπαγγείλῃ τὰ ὄντα.

而你们,米底人啊,当厚待这些最先成为我们盟友的人,好让他们认为与我们结为挚友乃是明智的决断。你们也要从全部物资中分出一份,给予从库阿克萨莱斯那里前来的使节本人及其随从;并且请劝告他与我们一同留在此地,就说这也正合我意,以便他能更深入地了解每一桩实情,如实向库阿克萨莱斯禀报。

§4.5.54

Πέρσαις δʼ, ἔφη, τοῖς μετʼ ἐμοῦ, ὅσα ἂν περιττὰ γένηται ὑμῶν καλῶς κατεσκευασμένων, ταῦτα ἀρκέσει· καὶ γάρ, ἔφη, μάλα πως ἡμεῖς οὐκ ἐν χλιδῇ τεθράμμεθα ἀλλὰ χωριτικῶς, ὥστε ἴσως ἂν ἡμῶν καταγελάσαιτε, εἴ τι σεμνὸν ἡμῖν περιτεθείη, ὥσπερ, ἔφη, οἶδʼ ὅτι πολὺν ὑμῖν γέλωτα παρέξομεν καὶ ἐπὶ τῶν ἵππων καθήμενοι, οἶμαι δʼ, ἔφη, καὶ ἐπὶ τῆς γῆς καταπίπτοντες.

至于跟随我的波斯人,”他说,“只要你们各获充分供给之后,凡有所盈余,便已足够我们所用;因为我们向来未曾受过任何奢华的熏陶,而是以质朴的乡野风尚抚育成人的,所以倘若在我们身上披挂华贵之物,你们或许会笑话我们——正如我知道,”他说,“我们骑在马上必定会给你们带来诸多笑料,而我想,”他说,“若是摔落在地上,更会引人发笑。”

§4.5.55

ἐκ τούτου οἱ μὲν ᾖσαν ἐπὶ τὴν διαίρεσιν, μάλα ἐπὶ τῷ ἱππικῷ γελῶντες· ὁ δὲ τοὺς ταξιάρχους καλέσας ἐκέλευσε τοὺς ἵππους λαμβάνειν καὶ τὰ τῶν ἵππων σκεύη καὶ τοὺς ἱπποκόμους, καὶ ἀριθμήσαντας διαλαβεῖν κληρωσαμένους εἰς τάξιν ἴσους ἑκάστοις.

在此之后,众人前去进行分配,对关于骑兵的事大笑不已。而居鲁士则召集了军团长们,命他们接收战马、马具以及马夫,清点数目后抽签,使各营队均摊到相等的马匹。

§4.5.56

αὖθις δὲ ὁ Κῦρος ἀνειπεῖν ἐκέλευσεν, εἴ τις εἴη ἐν τῷ Ἀσσυρίων ἢ Σύρων ἢ Ἀραβίων στρατεύματι ἀνὴρ δοῦλος ἢ Μήδων ἢ Περσῶν ἢ Βακτρίων ἢ Καρῶν ἢ Κιλίκων ἢ Ἑλλήνων ἢ ἄλλοθέν ποθεν βεβιασμένος, ἐκφαίνεσθαι.

随后,居鲁士又命人宣告:如果在亚述人、叙利亚人或阿拉伯人的军队中,有来自米底、波斯、巴克特里亚、卡里亚、基利家、希腊或其他任何地方因受逼迫而沦为奴隶的人,务当现身。

§4.5.57

οἱ δὲ ἀκούσαντες τοῦ κήρυκος ἄσμενοι πολλοὶ προυφάνησαν· ὁ δʼ ἐκλεξάμενος αὐτῶν τοὺς τὰ εἴδη βελτίστους ἔλεγεν ὅτι ἐλευθέρους αὐτοὺς ὄντας δεήσει ὅπλα ὑποφέρειν3 ἃ ἂν αὐτοῖς διδῶσι· τὰ δʼ ἐπιτήδεια ὅπως ἂν ἔχωσιν ἔφη αὑτῷ μελήσειν.

他们听到了传令官的号令,许多人欣然挺身而出。居鲁士从中挑选出体格最为健壮的人,告诉他们说,作为自由人,他们必须随身携带发给他们的武器;至于粮饷给养,他说自己会负责照料以确保他们充足无缺。

§4.5.58

καὶ εὐθὺς ἄγων πρὸς τοὺς ταξιάρχους συνέστησεν αὐτούς, καὶ ἐκέλευσε τά τε γέρρα καὶ τὰς ψιλὰς μαχαίρας τούτοις δοῦναι, ὅπως ἔχοντες σὺν τοῖς ἵπποις ἕπωνται, καὶ τὰ ἐπιτήδεια τούτοις ὥσπερ καὶ τοῖς μετʼ αὐτοῦ Πέρσαις λαμβάνειν, αὐτοὺς δὲ τοὺς θώρακας καὶ τὰ ξυστὰ ἔχοντας ἀεὶ ἐπὶ τῶν ἵππων ὀχεῖσθαι, καὶ αὐτὸς οὕτω ποιῶν κατῆρχεν, ἐπὶ δὲ τοὺς πεζοὺς τῶν ὁμοτίμων ἀνθʼ αὑτοῦ ἕκαστον καθιστάναι ἄλλον ἄρχοντα τῶν ὁμοτίμων.4

他随即把他们引荐给军团长们,命人发给他们编篮盾牌和无鞘短剑,以便他们携带着跟随战马前进,并命〔军团长们〕像为居鲁士身旁的波斯人那样也为这些人领取配给;而同等地位的贵族勇士们自身则当身披胸甲、手执长枪,始终策马乘骑——居鲁士自己身体力行带头如此做——并且每个人当在同等地位者中推举出另一位指挥官,代其掌管步兵。

语法注4 条
  1. 4.5.49τό τε καταβῆναι ἐν μέσῳ

    短语 ἐν μέσῳ 与冠词搭配的不定式(τό καταβῆναι)连用,为习语,意为“在手边”、“举手之劳”或“轻而易举的事”,表明下马并无任何困难。

  2. 4.5.50οὓς ἀναβιβάσαιμεν ἂν ἐπὶ τούτους τοὺς ἵππους

    关系代词从句中使用 ἄν 搭配祈愿语气(ἀναβιβάσαιμεν ἄν),修饰先行词 ἄνδρας,表达潜能:“我们能够让其骑上这些战马的人手”。

  3. 4.5.57ἐλευθέρους αὐτοὺς ὄντας δεήσει ὅπλα ὑποφέρειν

    非人称动词 δεήσει 所支配的带宾格的不定式结构。ἐλευθέρους αὐτοὺς ὄντας 为宾格主语,其中分词表伴随或条件(“作为自由人 / 既然成为自由人”);ὑποφέρειν 意为(为主人)扛抬、负荷武器装备。

  4. 4.5.58ἐπὶ δὲ τοὺς πεζοὺς τῶν ὁμοτίμων ἀνθʼ αὑτοῦ ἕκαστον καθιστάναι ἄλλον ἄρχοντα τῶν ὁμοτίμων

    由前句的 ἐκέλευσε 继续支配的不定式 καθιστάναι 结构。其逻辑主语为宾格 ἕκαστον(同等地位者中的每个人),整句结构为“命每个人在同等地位者中另行任命一名指挥官(ἄλλον ἄρχοντα τῶν ὁμοτίμων),代替自己(ἀνθʼ αὑτοῦ)掌管步兵”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.5.47-4.5.58