- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.5.34-4.5.46
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士打发使者启程后,视察全军武装以及归降者缴送的武器战马,随后召集将领安排战利品、营帐与资财的分配并整顿军营集市。在相互信任的基础上,居鲁士将物资分配全权托付给米底人和赫卡尼亚人,自己则着手利用缴获的马匹为己方组建骑兵部队。
ταύτην αὐτῷ ἀπόδος καὶ ὅ τι ἄν σε τούτων ἐρωτᾷ, ᾗ γέγραπται σύμφαθι. καὶ γὰρ ἐγὼ ἐπιστέλλω σοι περὶ Περσῶν ᾗπερ γέγραπται. τούτῳ μὲν οὕτως εἶπε, καὶ δοὺς τὴν ἐπιστολὴν ἀπέπεμπε, προσεντειλάμενος οὕτω σπεύδειν ὥσπερ οἶδεν ὅτι συμφέρει ταχὺ παρεῖναι.
“把这封信交给他,凡是他就这些事问起你,你就依照信中所写的一致作答。因为我自己关于波斯人向你做出的吩咐,也正如信中所写的一样。”居鲁士对他这样说完,便将信递给他并打发他上路,额外吩咐他务必急速赶路,正如他深知迅速抵达乃是有利的一样。
ἐκ τούτου δὲ ἑώρα μὲν ἐξωπλισμένους ἤδη πάντας καὶ τοὺς Μήδους καὶ τοὺς Ὑρκανίους καὶ τοὺς ἀμφὶ Τιγράνην· καὶ οἱ Πέρσαι δὲ ἐξωπλισμένοι ἦσαν· ἤδη δέ τινες τῶν προσχώρων καὶ ἵππους ἀπῆγον καὶ ὅπλα ἀπέφερον.
在此之后,居鲁士看见无论是米底人、赫卡尼亚人还是提格兰的手下,全都已经全副武装;波斯人也已武装完毕;而且一些邻近居民也已经牵来战马、缴送武器。
ὁ δὲ τὰ μὲν παλτὰ ὅπουπερ τοὺς πρόσθεν καταβάλλειν ἐκέλευσε, καὶ ἔκαιον οἷς τοῦτο ἔργον ἦν ὁπόσων μὴ αὐτοὶ ἐδέοντο· τοὺς δʼ ἵππους ἐκέλευε φυλάττειν μένοντας τοὺς ἀγαγόντας ἕως ἄν τι σημανθῇ αὐτοῖς· τοὺς δὲ ἄρχοντας τῶν ἱππέων καὶ Ὑρκανίων καλέσας τοιάδε ἔλεξεν.
关于投枪,他命令他们扔在先前缴械之人所扔的同一处地方,由负责此事的人将他们自己不需要的枪悉数焚毁;而关于战马,他命令那些牵马来的人就地留守看管,直到接到进一步号令。他召集骑兵与赫卡尼亚人的指挥官们,讲了如下一番话:
ἄνδρες φίλοι τε καὶ σύμμαχοι, μὴ θαυμάζετε ὅτι πολλάκις ὑμᾶς συγκαλῶ· καινὰ γὰρ ἡμῖν ὄντα τὰ παρόντα πολλὰ αὐτῶν ἐστιν ἀσύντακτα· ἃ δʼ ἂν ἀσύντακτα ᾖ, ἀνάγκη ταῦτα ἀεὶ πράγματα παρέχειν, ἕως ἂν χώραν λάβῃ.
“各位朋友兼盟友,不要奇怪我为何频繁召集你们;因为我们眼前的境况是崭新的,其中许多事务尚未井然有序;凡是尚未有条理的事,在各归其位之前,必然总是会带来麻烦。
καὶ νῦν ἔστι μὲν ἡμῖν πολλὰ τὰ αἰχμάλωτα χρήματα, καὶ ἄνδρες ἐπʼ αὐτοῖς· διὰ δὲ τὸ μήτε ἡμᾶς εἰδέναι ποῖα τούτων ἑκάστου ἐστὶν ἡμῶν, μήτε τούτους εἰδέναι ὅστις ἑκάστῳ αὑτῶν δεσπότης, περαίνοντας μὲν δὴ τὰ δέοντα οὐ πάνυ ἔστιν ὁρᾶν αὐτῶν πολλούς,1 ἀποροῦντας δὲ ὅ τι χρὴ ποιεῖν σχεδὸν πάντας.
如今我们拥有大量的战利品,以及负责照料它们的役夫;但因为我们既不知道这些物品中哪些属于我们当中的每一个人,而他们也不知道谁是他们各自的主人,所以几乎看不到他们中有许多人在履行应尽的事务,反倒是几乎全都在为该做什么而困惑不解。
ὡς οὖν μὴ οὕτως ἔχῃ, διορίσατε αὐτά· καὶ ὅστις μὲν ἔλαβε σκηνὴν ἔχουσαν ἱκανὰ καὶ σῖτα καὶ ποτὰ καὶ τοὺς ὑπηρετήσοντας καὶ στρωμνὴν καὶ ἐσθῆτα καὶ τἆλλα οἷς οἰκεῖται σκηνὴ καλῶς στρατιωτική, ἐνταῦθα μὲν οὐδὲν ἄλλο δεῖ προσγενέσθαι ἢ τὸν λαβόντα εἰδέναι ὅτι τούτων ὡς οἰκείων ἐπιμέλεσθαι δεῖ· ὅστις δʼ εἰς ἐνδεόμενά του κατεσκήνωσε, τούτοις ὑμεῖς σκεψάμενοι τὸ ἐλλεῖπον ἐκπληρώσατε, πολλὰ δὲ καὶ τὰ περιττὰ οἶδʼ ὅτι ἔσται· πλείω γὰρ ἅπαντα ἢ κατὰ τὸ ἡμέτερον πλῆθος εἶχον οἱ πολέμιοι. ἦλθον δὲ πρὸς ἐμὲ καὶ χρημάτων ταμίαι, οἵ τε τοῦ Ἀσσυρίων βασιλέως καὶ ἄλλων δυναστῶν, οἳ ἔλεγον ὅτι χρυσίον εἴη παρὰ σφίσιν ἐπίσημον, δασμούς τινας λέγοντες.
因此,为了不致如此,请你们予以分配厘定;凡是获得一处拥有充足粮饷、饮料、侍役、铺盖、衣裳以及妥善维持军旅营帐所需之其他一切物件的营帐者,在此处无需增添任何东西,只要接管者明晓必须将这些当作己物予以照看即可;但若有人进驻了有所欠缺的营帐,你们查明之后当补齐不足之物,而且我知道必定会有许多盈余之资;因为敌人所拥有的各项物资远超我们军力规模所需。此外,亚述王及其他权贵们的库吏也来见我,说他们手头存有铸造的金币,并称这些是某种进贡款。
καὶ ταῦτα οὖν κηρύττετε πάντα ἀποφέρειν πρὸς ὑμᾶς ὅπου ἂν καθέζησθε· καὶ φόβον ἐπιτίθεσθε τῷ μὴ ποιοῦντι τὸ παραγγελλόμενον· ὑμεῖς δὲ διάδοτε λαβόντες ἱππεῖ μὲν τὸ διπλοῦν, πεζῷ δὲ τὸ ἁπλοῦν, ἵνα ἔχητε, ἤν τινος προσδέησθε, καὶ ὅτου ὠνήσεσθε.
因此,你们要传令宣告,将这些金币全部送到你们所在的驻地;对于不遵从命令之人,要施加惩戒使其生畏;你们收取之后便分配开来,骑兵得双份,步兵得单份,以便若你们有所额外需求,手中也有钱财用以购买。
τὴν δʼ ἀγορὰν τὴν οὖσαν ἐν τῷ στρατοπέδῳ κηρυξάτω μὲν ἤδη, ἔφη, μὴ ἀδικεῖν μηδένα, πωλεῖν δὲ τοὺς καπήλους ὅ τι ἔχει ἕκαστος πράσιμον, καὶ ταῦτα διαθεμένους ἄλλα ἄγειν, ὅπως εὖ οἰκῆται ἡμῖν τὸ στρατόπεδον.
至于营地内的集市,应立即传令宣告,”他说,“任何人不得行不义之事,商贩们当出售各自所有的待售商品,售尽之后再运来新货,好让我们的营盘维持良好的给养与秩序。”
ταῦτα μὲν ἐκήρυττον εὐθύς. οἱ δὲ Μῆδοι καὶ Ὑρκάνιοι εἶπον ὧδε· καὶ πῶς ἄν, ἔφασαν, ἡμεῖς ἄνευ σοῦ καὶ τῶν σῶν διανέμοιμεν ταῦτα;
他们随即便宣告了这些事项。而米底人和赫卡尼亚人则这样说道:“可是,若没有您和您的部下,我们如何能分配这些物资呢?”
ὁ δʼ αὖ Κῦρος πρὸς τοῦτον τὸν λόγον ὧδε προσηνέχθη· ἦ γὰρ οὕτως, ἔφη, ὦ ἄνδρες, γιγνώσκετε ὡς ὅ τι ἂν δέῃ πραχθῆναι, ἐπὶ πᾶσι πάντας ἡμᾶς δεήσει παρεῖναι, καὶ οὔτε ἐγὼ ἀρκέσω πράττων τι πρὸ ὑμῶν ὅ τι ἂν δέῃ, οὔτε ὑμεῖς πρὸ ἡμῶν;2 καὶ πῶς ἂν ἄλλως πλείω μὲν πράγματα ἔχοιμεν, μείω δὲ διαπραττοίμεθα ἢ οὕτως;
居鲁士听到这番话,又如此回应道:“难道各位当真认为,凡是需办之事,我们所有人都必须事事在场,而既无法由我代你们办妥所需之事,亦无法由你们代我们办妥吗?若是这般做法,我们岂不是自招更多劳苦而收效更微吗?
ἀλλʼ ὁρᾶτε, ἔφη· ἡμεῖς μὲν γὰρ διεφυλάξαμέν τε ὑμῖν τάδε, καὶ ὑμεῖς ἡμῖν πιστεύετε καλῶς διαπεφυλάχθαι· ὑμεῖς δʼ αὖ διανείματε, καὶ ἡμεῖς πιστεύσομεν ὑμῖν καλῶς διανενεμηκέναι.
然而你们看,”他说,“我们曾为你们妥善守护了这些物资,你们也信任我们守卫得很好;现在轮到你们来进行分配,我们也同样会信任你们能够妥当分配。
καὶ ἄλλο δέ τι αὖ ἡμεῖς πειρασόμεθα κοινὸν ἀγαθὸν πράττειν. ὁρᾶτε γὰρ δή, ἔφη, νυνὶ πρῶτον ἵπποι ὅσοι ἡμῖν πάρεισιν, οἱ δὲ προσάγονται· τούτους οὖν εἰ μὲν ἐάσομεν ἀναμβάτους, ὠφελήσουσι μὲν οὐδὲν ἡμᾶς, πράγματα δὲ παρέξουσιν ἐπιμέλεσθαι·3 ἢν δὲ ἱππέας ἐπʼ αὐτοὺς καταστήσωμεν, ἅμα πραγμάτων τε ἀπαλλαξόμεθα καὶ ἰσχὺν ἡμῖν αὐτοῖς προσθησόμεθα.
而我们则将尝试去成就另一件共同的善事。你们确实已经看到,”他说,“首先,眼下我们已拥有了如此多的马匹,而且还有更多的马被牵送过来;因此,如果我们任由它们无人骑乘,它们不仅对我们毫无益处,反而会在照料上看护劳神;但若我们给它们配备骑兵,我们便能同时免除劳役之苦,并为我们自身增添强大的力量。”
- 4.5.38περαίνοντας μὲν δὴ τὰ δέοντα οὐ πάνυ ἔστιν ὁρᾶν αὐτῶν πολλούς
无人称动词 ἔστιν(意为“可能/可以”)统辖不定式 ὁρᾶν,后者带有宾语 πολλοὺς αὐτῶν 及其宾语补足语(表语性分词)περαίνοντας,意为“几乎看不到他们中有许多人在履行应尽之事”。否定短语 οὐ πάνυ(“绝不/很难”)与后文的 σχεδὸν πάντας(“几乎所有人”)形成鲜明对比。
- 4.5.44οὔτε ἐγὼ ἀρκέσω πράττων τι πρὸ ὑμῶν ὅ τι ἂν δέῃ, οὔτε ὑμεῖς πρὸ ἡμῶν
介词短语 πρὸ ὑμῶν 与 πρὸ ἡμῶν 中的前置词 πρό 并非表示空间位置上的“在……之前”,而是表示代理、代表(“代表你们/代替你们”、“代表我们/代替我们”)。同时,ἀρκέσω 搭配补充成分分词 πράττων 构成“足以/能够胜任做某事”的句式。整句话以反问语气驳斥了双方不能相互分工代劳的消极想法。
- 4.5.46πράγματα δὲ παρέξουσιν ἐπιμέλεσθαι
不定式 ἐπιμέλεσθαι 用作说明性(epexegetic)不定式,进一步限定和补充名词 πράγματα(“麻烦”、“劳苦”)的具体内容,意为“在照料看护方面招致麻烦”。
