← 色诺芬

居鲁士的教育

§4.5.22-4.5.33

挽留召还使者与致基亚克萨雷斯的辩白书信

居鲁士安顿使者歇息并整饬军容,随后与赫卡尼亚领袖密谋挽留该使者;接着,他将一封反驳基亚克萨雷斯并为其远征正名的信函托付给启程前往波斯的使节。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.22

νῦν μὲν οὖν, ἔφη, σύ τε, ὦ ἄγγελε, ἀνάπαυσαι, ἐπεὶ καὶ πεπόνηκας, ἡμεῖς τε, ὦ Πέρσαι, ἐπεὶ προσδεχόμεθα πολεμίους ἤτοι μαχουμένους γε ἢ πεισομένους παρέσεσθαι, ταχθῶμεν ὡς κάλλιστα· οὕτω γὰρ ὁρωμένους εἰκὸς πλέον προανύτειν ὧν χρῄζομεν.1 σὺ δʼ, ἔφη, ὁ τῶν Ὑρκανίων ἄρχων, ὑπόμεινον προστάξας τοῖς ἡγεμόσι τῶν σῶν στρατιωτῶν ἐξοπλίζειν αὐτούς.

“眼下,”居鲁士说,“使者啊,你且先去歇息,因为你也历经了辛劳;而我们波斯人,既然预料到敌人即将到来,要么交战,要么顺服,就让我们布下最严整的阵势吧;因为当我们以这般姿态被看见时,便更可能推进我们所希求的事业。而你,”他说,“赫卡尼亚人的领袖,在吩咐你部下士兵的长官们让他们全副武装之后,暂且留步。”

§4.5.23

ἐπεὶ δὲ ταῦτα ποιήσας ὁ Ὑρκάνιος προσῆλθε, λέγει ὁ Κῦρος· ἐγὼ δέ, ἔφη, ὦ Ὑρκάνιε, ἥδομαι αἰσθανόμενος ὅτι οὐ μόνον φιλίαν ἐπιδεικνύμενος πάρει, ἀλλὰ καὶ ξύνεσιν φαίνῃ μοι ἔχειν. καὶ νῦν ὅτι συμφέρει ἡμῖν ταὐτὰ δῆλον· ἐμοί τε γὰρ πολέμιοι Ἀσσύριοι, σοί τε νῦν ἔτι ἐχθίονές εἰσιν ἢ ἐμοί·

当赫卡尼亚人办完此事走近时,居鲁士说道:“赫卡尼亚人啊,察觉到你在此处不仅展现出友谊,而且在我看来还兼具智慧,我深感欣慰。如今显然的是,同一利益对我们双方皆有利;因为亚述人是我的敌人,而对你而言,他们如今比对我还要更加可憎。

§4.5.24

οὕτως οὖν ἡμῖν ἀμφοτέροις βουλευτέον ὅπως τῶν μὲν νῦν παρόντων μηδεὶς ἀποστατήσει ἡμῖν συμμάχων, ἄλλους δέ, ἂν δυνώμεθα, προσληψόμεθα. τοῦ δὲ Μήδου ἤκουες ἀποκαλοῦντος τοὺς ἱππέας· εἰ δʼ οὗτοι ἀπίασιν, ἡμεῖς μόνοι οἱ πεζοὶ μενοῦμεν.

因此,我们双方必须筹划,使眼下在场的盟友无一人背弃我们,并且若有可能,我们还要争取其他盟友。你听到了那个米底人正在召回骑兵;如果他们离去,我们将只剩下步兵独留于此。

§4.5.25

οὕτως οὖν δεῖ ποιεῖν ἐμὲ καὶ σὲ ὅπως ὁ ἀποκαλῶν οὗτος καὶ αὐτὸς μένειν παρʼ ἡμῖν βουλήσεται. σὺ μὲν οὖν εὑρὼν σκηνὴν δὸς αὐτῷ ὅπου κάλλιστα διάξει πάντα τὰ δέοντα ἔχων· ἐγὼ δʼ αὖ πειράσομαι αὐτῷ ἔργον τι προστάξαι ὅπερ αὐτὸς ἥδιον πράξει ἢ ἄπεισι· καὶ διαλέγου δὲ αὐτῷ ὁπόσα ἐλπὶς γενέσθαι ἀγαθὰ πᾶσι τοῖς φίλοις, ἂν ταῦτʼ εὖ γένηται· ποιήσας μέντοι ταῦτα ἧκε πάλιν παρʼ ἐμέ.

所以,你我必须设法,使这位召回骑兵的使者本人也愿意留与我们同在。那么,你去为他找一处营帐安排妥当,使他在一切必需品齐备之中极尽舒适地起居;而我则将尝试指派给他某项任务,使其做起来比离开更感惬意;并且你也要与他交谈,告诉他若这些事进展顺利,所有友军有望获得何等丰厚的利益;做完这些之后,你再回到我这里来。”

§4.5.26

ὁ μὲν δὴ Ὑρκάνιος τὸν Μῆδον ᾤχετο ἄγων ἐπὶ σκηνήν· ὁ δʼ εἰς Πέρσας ἰὼν παρῆν συνεσκευασμένος· ὁ δὲ Κῦρος αὐτῷ ἐπέστελλε πρὸς μὲν Πέρσας λέγειν ἃ καὶ πρόσθεν ἐν τῷ λόγῳ δεδήλωται, Κυαξάρῃ δὲ ἀποδοῦναι τὰ γράμματα. ἀναγνῶναι δέ σοι καὶ τὰ ἐπιστελλόμενα, ἔφη, βούλομαι, ἵνα εἰδὼς αὐτὰ ὁμολογῇς, ἄν τί σε πρὸς ταῦτα ἐρωτᾷ. ἐνῆν δὲ ἐν τῇ ἐπιστολῇ τάδε.

赫卡尼亚人便带着米底人前往营帐;而那位启程前往波斯的人已收拾妥当来到跟前。居鲁士吩咐他,对波斯人要转达先前讲话中已经言明的内容,并将这封信呈交给基亚克萨雷斯。“我也想将信中所写的内容读给你听,”他说,“好让你明晓其意,若他以此盘问你,你能答复相符。”信中的内容如下:

§4.5.27

Κῦρος Κυαξάρῃ χαίρειν. ἡμεῖς σε οὔτε ἔρημον κατελίπομεν· οὐδεὶς γάρ, ὅταν ἐχθρῶν κρατῇ, τότε φίλων ἔρημος γίγνεται· οὐδὲ μὴν ἀποχωροῦντές γέ σε οἰόμεθα ἐν κινδύνῳ καθιστάναι· ἀλλὰ ὅσῳ πλέον ἀπέχομεν, τοσούτῳ πλέονά σοι τὴν ἀσφάλειαν ποιεῖν νομίζομεν·

“居鲁士向基亚克萨雷斯致意。我们并未将您弃置于孤立无援之中;因为任何人在战胜仇敌之际,绝不会处于缺少朋友的状态;而且我们在远离进军时,亦绝不认为是在将您置于险境之中;相反,我们距离您越远,就越认为是在为您提供更大的安全保障。

§4.5.28

οὐ γὰρ οἱ ἐγγύτατα τῶν φίλων καθήμενοι μάλιστα τοῖς φίλοις τὴν ἀσφάλειαν παρέχουσιν, ἀλλʼ οἱ τοὺς ἐχθροὺς μήκιστον ἀπελαύνοντες μᾶλλον τοὺς φίλους ἐν ἀκινδύνῳ καθιστᾶσι.

因为并非那些紧挨着朋友静坐的人最能为朋友提供安全,而是那些将仇敌驱逐到最远之处的人,更能使朋友免于危险。

§4.5.29

σκέψαι δὲ οἵῳ ὄντι μοι περὶ σὲ οἷος ὢν περὶ ἐμὲ ἔπειτά μοι μέμφῃ.2 ἐγὼ μέν γέ σοι ἤγαγον συμμάχους, οὐχ ὅσους σὺ ἔπεισας, ἀλλʼ ὁπόσους ἐγὼ πλείστους ἐδυνάμην· σὺ δέ μοι ἔδωκας μὲν ἐν τῇ φιλίᾳ ὄντι ὅσους πεῖσαι δυνασθείην· νῦν δʼ ἐν τῇ πολεμίᾳ ὄντος οὐ τὸν θέλοντα ἀλλὰ πάντας ἀποκαλεῖς.

且请审视我对您是何等为人,而您对我又是何等为人,却竟然还责难于我。对我而言,我曾为您带来盟军,不仅是您所说服的数目,而是我所能召集到的最大多数;然而您在我在友邦之境时,仅准许我带走我所能说服的兵力;如今我在敌国境内,您却不是召回愿归之人,而是将所有人统统召回。

§4.5.30

τοιγαροῦν τότε μὲν ᾠόμην ἀμφοτέροις ὑμῖν χάριν ὀφείλειν· νῦν δὲ σύ με ἀναγκάζεις σοῦ μὲν ἐπιλαθέσθαι, τοῖς δὲ ἀκολουθήσασι πειρᾶσθαι πᾶσαν τὴν χάριν ἀποδιδόναι.

因此,当时我自认对你们双方皆欠下恩情;但如今您却逼得我不得不将对您的恩义抛诸脑后,而力图将全部谢意回报给那些追随我的人。

§4.5.31

οὐ μέντοι ἔγωγε σοὶ ὅμοιος δύναμαι γενέσθαι, ἀλλὰ καὶ νῦν πέμπων ἐπὶ στράτευμα εἰς Πέρσας ἐπιστέλλω, ὁπόσοι ἂν ἴωσιν ὡς ἐμέ, ἤν τι σὺ αὐτῶν δέῃ πρὶν ἡμᾶς ἐλθεῖν, σοὶ ὑπάρχειν, οὐχ ὅπως ἂν θέλωσιν, ἀλλʼ ὅπως ἂν σὺ βούλῃ χρῆσθαι αὐτοῖς.

然而,我绝不能让自己变得如您一般;相反,我如今派人前往波斯调集军队时依然指示:凡是前来投奔我的人,若在我们回师之前您对他们有所需要,他们便听凭您的支配,并非依从他们的意愿,而是任凭您意欲如何使用他们。

§4.5.32

συμβουλεύω δέ σοι καίπερ νεώτερος ὢν μὴ ἀφαιρεῖσθαι ἃ ἂν δῷς, ἵνα μή σοι ἀντὶ χαρίτων ἔχθραι ὀφείλωνται, μηδʼ ὅταν τινὰ βούλῃ πρὸς σὲ ταχὺ ἐλθεῖν, ἀπειλοῦντα μεταπέμπεσθαι, μηδὲ φάσκοντα ἔρημον εἶναι ἅμα πολλοῖς ἀπειλεῖν, ἵνα μὴ διδάσκῃς αὐτοὺς σοῦ μὴ φροντίζειν.

虽然后学晚辈,我仍奉劝您:切莫收回您所赐予之物,免得您收获的不是感激而是怨恨;每当您希望某人迅速来到您身边时,切莫一边威胁一边征召;亦不要声称自己孤苦无援,同时却威吓众人,免得您教会他们把您置若罔闻。

§4.5.33

ἡμεῖς δὲ πειρασόμεθα παρεῖναι, ὅταν τάχιστα διαπραξώμεθα ἃ σοί τʼ ἂν καὶ ἡμῖν νομίζομεν πραχθέντα κοινὰ γενέσθαι ἀγαθά.3 ἔρρωσο.

至于我们,一旦迅速办妥那些我们认为办成后对您和我们皆能成为共同福佑之事,我们便会力求赶赴您的身旁。保重。”

语法注3 条
  1. 4.5.22πλέον προανύτειν ὧν χρῄζομεν

    关系代词 ὧν 因省略了先行词 τούτων,该先行词作从属于 πλέον(προανύτειν 的宾语)的部分属格,而 χρῄζομεν 本身即支配属格宾语 ὧν(亦可解作中性宾格 ἅ 受先行词 τούτων 吸引而变为属格)。

  2. 4.5.29σκέψαι δὲ οἵῳ ὄντι μοι περὶ σὲ οἷος ὢν περὶ ἐμὲ ἔπειτά μοι μέμφῃ

    这是由双重性质代词/从属成分(οἵῳ ὄντι μοι 与 οἷος ὢν)并置倒装形成的强烈修辞对比。分词 οἵῳ ὄντι μοι(与句末 μοι 同格:“对于向您这般赤诚的我”)与主语的同格分词 οἷος ὢν(“您对我却是这般态度”)在受祈使式 σκέψαι 统摄的从句谓语 μέμφῃ 之前形成对仗,副词 ἔπειτα 则带有强烈的转折与抗辩语气(“在此之后竟然/却”)。

  3. 4.5.33ἃ σοί τʼ ἂν καὶ ἡμῖν νομίζομεν πραχθέντα κοινὰ γενέσθαι ἀγαθά

    小词 ἄν 在句法上归属于不定式 γενέσθαι,构成潜势不定式(在直接引语中对应 ἃ... κοινὰ ἂν γένοιτο ἀγαθά,“将成为共同的福祉”)。分词 πραχθέντα 充当条件分词(相当于 εἰ πραχθείη,“一旦被成就”),νομίζομεν 则是统摄该宾格加不定式结构的判断动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.5.22-4.5.33