← 色诺芬

居鲁士的教育

§4.5.12-4.5.21

基亚克萨雷斯使者的召回令与居鲁士的应对

基亚克萨雷斯震怒之下派使者召回米底军,使者于夜半抵达居鲁士营地。居鲁士决定派使者回波斯本国求援,随后在米底人面前面对使者传达的国王威胁,以辉煌战果与出征的正当性抚慰并坚定了米底人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.12

ἀκούσας δὲ ταῦτα ὁ Κυαξάρης πολὺ μᾶλλον ἔτι τῷ Κύρῳ ὠργίζετο τῷ μηδʼ εἰπεῖν αὐτῷ ταῦτα, καὶ πολλῇ σπουδῇ μᾶλλον ἔπεμπεν ἐπὶ τοὺς Μήδους, ὡς ψιλώσων αὐτόν,1 καὶ ἰσχυρότερον ἔτι ἢ πρόσθεν τοῖς Μήδοις ἀπειλῶν ἀπεκάλει, καὶ τῷ πεμπομένῳ δὲ ἠπείλει, εἰ μὴ ἰσχυρῶς ταῦτα ἀπαγγέλλοι.

基亚克萨雷斯听闻此事后,因居鲁士甚至未曾向他提及此事而愈加愤怒,便以更大的急迫向米底人派出使者,意在将居鲁士孤立架空;他比先前更为严厉地威胁米底人,召他们返回,同时还威胁受差遣的使者,若不强硬地传达这些话便严惩不贷。

§4.5.13

ὁ μὲν δὴ πεμπόμενος ἐπορεύετο ἔχων τοὺς ἑαυτοῦ ἱππέας ὡς ἑκατόν, ἀνιώμενος ὅτι οὐ καὶ αὐτὸς τότε ἐπορεύθη μετὰ τοῦ Κύρου. ἐν δὲ τῇ ὁδῷ πορευόμενοι διασχισθέντες τρίβῳ τινὶ ἐπλανῶντο, καὶ οὐ πρόσθεν ἀφίκοντο ἐπὶ τὸ φίλιον στράτευμα πρὶν ἐντυχόντες ἀποχωροῦσί τισι τῶν Ἀσσυρίων ἠνάγκασαν αὐτοὺς ἡγεῖσθαι· καὶ οὕτως ἀφικνοῦνται τὰ πυρὰ κατιδόντες ἀμφὶ μέσας πως νύκτας.

那受差遣之人便率领自己的约百名骑兵出发,心中懊恼自己当时未能一同跟随居鲁士出征。他们在路上行进时,因一条岔路而走散迷路,直到遇上一些撤退中的亚述人并强迫他们领路,才抵达友军军营;他们便是这般在大约半夜时分看见营火而抵达的。

§4.5.14

ἐπεὶ δὲ ἐγένοντο πρὸς τῷ στρατοπέδῳ, οἱ φύλακες, ὥσπερ εἰρημένον ἦν ὑπὸ Κύρου, οὐκ εἰσέφρηκαν αὐτοὺς πρὸ ἡμέρας. ἐπεὶ δὲ ἡμέρα ὑπέφαινε, πρῶτον μὲν τοὺς μάγους καλέσας ὁ Κῦρος τὰ τοῖς θεοῖς νομιζόμενα ἐπὶ τοῖς τοιούτοις ἀγαθοῖς ἐξαιρεῖσθαι ἐκέλευε.

当他们来到营地时,卫兵们正如居鲁士所吩咐的那样,天亮之前不准他们入内。当天色渐亮时,居鲁士首先召来拜火教僧侣,命他们为这般福佑将依照习俗当献给诸神之物甄选出来。

§4.5.15

καὶ οἱ μὲν ἀμφὶ ταῦτα εἶχον· ὁ δὲ συγκαλέσας τοὺς ὁμοτίμους εἶπεν· ἄνδρες, ὁ μὲν θεὸς προφαίνει πολλὰ κἀγαθά· ἡμεῖς δὲ οἱ Πέρσαι ἐν τῷ παρόντι ὀλίγοι ἐσμὲν ὡς ἐγκρατεῖς εἶναι αὐτῶν.2 εἴτε γὰρ ὁπόσα ἂν προσεργασώμεθα, μὴ φυλάξομεν, πάλιν ταῦτα ἀλλότρια ἔσται· εἴτε καταλείψομέν τινας ἡμῶν αὐτῶν φύλακας ἐπὶ τοῖς ἐφʼ ἡμῖν γιγνομένοις, αὐτίκα οὐδεμίαν ἰσχὺν ἔχοντες ἀναφανούμεθα.

僧侣们正忙于此事时,居鲁士召集了同等阶层者说道:“诸位,神明在我们面前展现了诸多美善;但我们波斯人眼下人数太少,不足以将它们尽数掌握。因为不论我们增获了多少,若不加以守卫,这些又将归于他人;而倘若我们在落入我们掌控之物上留下我们自己的一部分人看守,我们立时就会显得毫无力量。

§4.5.16

δοκεῖ οὖν μοι ὡς τάχιστα ἰέναι τινὰ ὑμῶν εἰς Πέρσας καὶ διδάσκειν ἅπερ ἐγὼ λέγω, καὶ κελεύειν ὡς τάχιστα ἐπιπέμπειν στράτευμα, εἴπερ ἐπιθυμοῦσι Πέρσαι τὴν ἀρχὴν τῆς Ἀσίας αὐτοῖς καὶ τὴν κάρπωσιν γενέσθαι.

因此我认为,你们当中应有一人以最快速度前往波斯,说明我所言之事,并催促他们尽快增派军队,只要波斯人确实渴望亚细亚的统治权与收益归于自己。

§4.5.17

ἴθι μὲν οὖν σύ, ἔφη, ὁ πρεσβύτατος, καὶ ἰὼν ταῦτα λέγε, καὶ ὅτι οὓς ἂν πέμπωσι στρατιώτας, ἐπειδὰν ἔλθωσι παρʼ ἐμέ, ἐμοὶ μελήσει περὶ τροφῆς αὐτοῖς. ἃ δʼ ἔχομεν ἡμεῖς, ὁρᾷς μὲν αὐτός, κρύπτε δὲ τούτων μηδέν, ὅ τι δὲ τούτων ἐγὼ πέμπων εἰς Πέρσας καλῶς καὶ νομίμως ποιοίην ἂν3 τὰ μὲν πρὸς τοὺς θεοὺς τὸν πατέρα ἐρώτα, τὰ δὲ πρὸς τὸ κοινὸν τὰς ἀρχάς. πεμψάντων δὲ καὶ ὀπτῆρας ὧν πράττομεν καὶ φραστῆρας ὧν ἐρωτῶμεν. καὶ σὺ μέν, ἔφη, συσκευάζου καὶ τὸν λόχον προπομπὸν ἄγε.

那么,”他说,“年纪最长者,你便前去,去传达这些话;并告诉他们,凡他们派来的士兵,一旦来到我这里,我必负责他们的粮饷。我们所拥有的一切,你自己亲眼所见,对此切不可隐瞒任何事;至于在这些战利品中我将何物送往波斯才算妥善且合乎法度,事关诸神之事可请教我父亲,事关公政之事则请教众执政官。并请他们派出视察我们所行之事的视察官,以及答复我们所问之事的代言人。至于你,”他说,“请收拾行装,率领你的连队作为护送队启程。”

§4.5.18

ἐκ τούτου δὲ καὶ τοὺς Μήδους ἐκάλει, καὶ ἅμα ὁ παρὰ τοῦ Κυαξάρου ἄγγελος παρίσταται, καὶ ἐν πᾶσι τήν τε πρὸς Κῦρον ὀργὴν καὶ τὰς πρὸς Μήδους ἀπειλὰς αὐτοῦ ἔλεγε· καὶ τέλος εἶπεν ὅτι ἀπιέναι Μήδους κελεύει, καὶ εἰ Κῦρος μένειν βούλεται.

此后,他又召集米底人;恰在此刻,来自基亚克萨雷斯的使者上前,在众人面前宣述了国王对居鲁士的震怒以及对米底人的威胁;最后使者宣称,即使居鲁士执意留下,国王也命令米底人立刻撤回。

§4.5.19

οἱ μὲν οὖν Μῆδοι ἀκούσαντες τοῦ ἀγγέλου ἐσίγησαν, ἀποροῦντες μὲν πῶς χρὴ καλοῦντος ἀπειθεῖν, φοβούμενοι δὲ πῶς χρὴ ἀπειλοῦντι ὑπακοῦσαι,4 ἄλλως τε καὶ εἰδότες τὴν ὠμότητα αὐτοῦ.

米底人听了使者的话皆默不作声,不知当国王召唤时该如何违命,又害怕当他威胁时该如何顺从,尤其深知他的残酷。

§4.5.20

ὁ δὲ Κῦρος εἶπεν· ἀλλʼ ἐγώ, ὦ ἄγγελέ τε καὶ Μῆδοι, οὐδέν, ἔφη, θαυμάζω εἰ Κυαξάρης, πολλοὺς μὲν πολεμίους τότʼ ἰδών, ἡμᾶς δὲ οὐκ εἰδὼς ὅ τι πράττομεν, ὀκνεῖ περί τε ἡμῶν καὶ περὶ αὑτοῦ· ἐπειδὰν δὲ αἴσθηται πολλοὺς μὲν τῶν πολεμίων ἀπολωλότας, πάντας δὲ ἀπεληλαμένους, πρῶτον μὲν παύσεται φοβούμενος, ἔπειτα γνώσεται, ὅτι οὐ νῦν ἔρημος γίγνεται, ἡνίκα οἱ φίλοι αὐτοῦ τοὺς ἐκείνου ἐχθροὺς ἀπολλύουσιν.

居鲁士于是说道:“使者啊,米底诸位啊,基亚克萨雷斯在当时见到众多敌人,又不知我们所行之事,从而为我们以及为他自己担忧,对此我丝毫不感到惊异。然而一旦他察觉敌军多数已被消灭,所有人皆已被驱逐,他首先便会停止恐惧,其次他便会明白,就在他的朋友消灭他的仇敌之际,他绝非正在陷入孤立无援。

§4.5.21

ἀλλὰ μὴν μέμψεώς γε πῶς ἐσμὲν ἄξιοι, εὖ τε ποιοῦντες ἐκεῖνον καὶ οὐδὲ ταῦτα αὐτοματίσαντες; ἀλλʼ ἐγὼ μὲν ἐκεῖνον ἔπεισα ἐᾶσαί με λαβόντα ὑμᾶς ἐξελθεῖν· ὑμεῖς δὲ οὐχ ὡς ἐπιθυμοῦντες τῆς ἐξόδου ἠρωτήσατε εἰ ἐξίοιτε καὶ νῦν δεῦρο ἥκετε, ἀλλʼ ὑπʼ ἐκείνου κελευσθέντες ἐξιέναι ὅτῳ ὑμῶν μὴ ἀχθομένῳ εἴη.5 καὶ ἡ ὀργὴ οὖν αὕτη σάφʼ οἶδα ὑπό τε τῶν ἀγαθῶν πεπανθήσεται καὶ σὺν τῷ φόβῳ λήγοντι ἄπεισι.

况且,我们为他造福,甚至行此事亦非出于擅自妄动,又怎会应当受责备呢?相反,是我说服了他,准许我率领你们出征;而你们并非出于渴望远征才询问是否可以出战且如今来到此处,而是受他之命,凡你们当中不觉勉强者皆可出征。因此我确信,这一怒火必会被这些战果所融化,并随着恐惧的消退而烟消云散。”

语法注5 条
  1. 4.5.12ὡς ψιλώσων αὐτόν

    连词 ὡς 与将来时分词 ψιλώσων(源自 ψιλόω,“剥夺、使孤立”)连用,表示主句主语(基亚克萨雷斯)的主观意图或目的(“意在使居鲁士孤立无援”)。

  2. 4.5.15ὀλίγοι ἐσμὲν ὡς ἐγκρατεῖς εἶναι αὐτῶν

    形容词 ὀλίγοι 后接 ὡς 与不定式(ἐγκρατεῖς εἶναι),表示结果或程度,意为“人数太少,以至于不足以掌控它们”。

  3. 4.5.17ὅ τι δὲ τούτων ἐγὼ πέμπων εἰς Πέρσας καλῶς καὶ νομίμως ποιοίην ἂν

    在由 ὅ τι 引导的间接疑问从句中,ἄν 搭配希求式(ποιοίην ἄν),表示潜在性或得当之举(“我运送何物才算得当合法”),作为后文祈使动词 ἐρώτα(“请教、询问”)的宾语从句。

  4. 4.5.19πῶς χρὴ καλοῦντος ἀπειθεῖν, φοβούμενοι δὲ πῶς χρὴ ἀπειλοῦντι ὑπακοῦσαι

    并列对比结构:前者的 καλοῦντος 为属格独立结构,逻辑主语为国王(“当他召集时该如何违命”);后者的 ἀπειλοῦντι 则是动词 ὑπακοῦσαι 所要求的与格宾语(“当他威胁时该如何顺从”)。

  5. 4.5.21ὅτῳ ὑμῶν μὴ ἀχθομένῳ εἴη

    人称与格 + 分词/形容词 + εἰμί 的惯用句式(类似于 βουλομένῳ μοί ἐστι),意为“凡你们当中不以为苦/不感勉强者”。希求式 εἴη 是由于依附于过去时动词(κελευσθέντες)所构成的间接引语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.5.12-4.5.21