- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.5.1-4.5.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士安排米底等同盟军用餐休息并命波斯军严加警戒阵营、处决潜逃者;而米底王基亚克萨雷斯发现全军弃己而去后暴怒,派遣使者严令米底军队速归。
ἐπεὶ δʼ ἐκεῖνοι ᾤχοντο, ὁ Κῦρος εἶπεν· ὥρα δή, ὦ Μῆδοι καὶ Ἀρμένιοι, δειπνεῖν πᾶσιν ἡμῖν· παρεσκεύασται δὲ ὑμῖν τὰ ἐπιτήδεια ὡς ἡμεῖς βέλτιστα ἐδυνάμεθα. ἀλλʼ ἴτε καὶ ἡμῖν πέμπετε τοῦ πεποιημένου σίτου τὸν ἥμισυν· ἱκανὸς δὲ ἀμφοτέροις πεποίηται· ὄψον δὲ μὴ πέμπετε μηδὲ πιεῖν·1 ἱκανὰ γὰρ ἔχομεν παρʼ ἡμῖν αὐτοῖς παρεσκευασμένα.
那些人离去之后,居鲁士说道:“米底人和亚美尼亚人,如今是我们大家用晚餐的时刻了;我们已尽最大可能为你们备好了给养。你们去吧,并请把做好的面饼送一半给我们;所备下的粮食足够我们双方食用;但请不要送菜肴,也不必送饮品;因为我们自己在营地已有备下的充足之物。
καὶ ὑμεῖς δέ, ὦ Ὑρκάνιοι, ἔφη, διάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν ἄρχοντας ἐπὶ τὰς μεγίστας, γιγνώσκετε δέ, τοὺς δʼ ἄλλους ὡς ἂν δοκῇ κάλλιστα ἔχειν· καὶ αὐτοὶ δὲ δειπνεῖτε ὅπουπερ ἥδιστον ὑμῖν· σῶαι μὲν γὰρ ὑμῖν καὶ ἀκέραιοι αἱ σκηναί· παρεσκεύασται δὲ καὶ ὑμῖν ἐνθάδε ὥσπερ καὶ τούτοις.
至于你们,赫尔卡尼亚人,”他说,“请引他们前往营帐,将将领们领去最大的帐篷——你们对此最为了解——其余人则照看来最为合适之处安置;你们自己也请在你们觉得最适意之处用饭。因为你们的营帐既完好又未经触动,在此处为你们所预备的也与为他们所预备的相同。
καὶ τοῦτο δὲ ἴστε ἀμφότεροι ὅτι τὰ μὲν ἔξω ὑμῖν ἡμεῖς νυκτοφυλακήσομεν, τὰ δʼ ἐν ταῖς σκηναῖς αὐτοὶ ὁρᾶτε καὶ τὰ ὅπλα εὖ τίθεσθε· οἱ γὰρ ἐν ταῖς σκηναῖς οὔπω φίλοι ἡμῖν.
你们双方还要知道这一点:外围的事物由我们为你们守夜把关,但营帐内的事务需由你们自己留心,并收妥武器;因为帐篷里的人眼下尚非我们的盟友。”
οἱ μὲν δὴ Μῆδοι καὶ οἱ ἀμφὶ Τιγράνην ἐλοῦντο, καί, ἦν γὰρ παρεσκευασμένα, ἱμάτια μεταλαβόντες ἐδείπνουν, καὶ οἱ ἵπποι αὐτοῖς εἶχον τὰ ἐπιτήδεια· καὶ τοῖς Πέρσαις δὲ ἔπεμπον τῶν ἄρτων τοὺς ἡμίσεις. ὄψον δὲ οὐκ ἔπεμπον οὐδʼ οἶνον, οἰόμενοι ἔχειν τοὺς ἀμφὶ Κῦρον ἔτι ἄφθονα ταῦτα. ὁ δὲ Κῦρος ἔλεγεν ὄψον μὲν τὸν λιμόν, πιεῖν δʼ ἀπὸ τοῦ παραρρέοντος ποταμοῦ.
于是米底人与提格兰麾下的人洗浴完毕,换上预备好的衣服用饭,他们的马匹也得到了饲料;他们还将一半的面饼送给了波斯人。但他们没有送菜肴,也没有送酒,以为居鲁士麾下的人尚且丰足。居鲁士却说,饥饿就是菜肴,饮水则取自旁边流过的河流。
ὁ μὲν οὖν Κῦρος δειπνίσας τοὺς Πέρσας, ἐπεὶ συνεσκότασε, κατὰ πεμπάδας καὶ κατὰ δεκάδας πολλοὺς αὐτῶν διέπεμψε καὶ ἐκέλευσε κύκλῳ τοῦ στρατοπέδου κρυπτεύειν, νομίζων ἅμα μὲν φυλακὴν ἔσεσθαι, ἄν τις ἔξωθεν προσίῃ, ἅμα δέ, ἄν τις ἔξω φέρων χρήματα ἀποδιδράσκῃ, ἁλώσεσθαι αὐτόν· καὶ ἐγένετο οὕτω· πολλοὶ μὲν γὰρ ἀπεδίδρασκον, πολλοὶ δὲ ἑάλωσαν.
居鲁士在让波斯人用过晚餐之后,天色一暗,便将他们之中的许多人以五人一组或十人一组派布出去,命令他们在营地周围潜伏巡逻,认为这样一方面若有人从外部来犯可作守备,另一方面若有人携带财物企图外逃亦必被擒获。事情果然如此发生:许多人试图潜逃,许多人被捕获。
ὁ δὲ Κῦρος τὰ μὲν χρήματα τοὺς λαβόντας εἴα ἔχειν, τοὺς δὲ ἀνθρώπους ἀποσφάξαι ἐκέλευσεν· ὥστε τοῦ λοιποῦ οὐδὲ βουλόμενος ἂν ηὗρες ῥᾳδίως τὸν νύκτωρ πορευόμενον.
居鲁士准许缴获财物者据为己有,但下令将那些企图潜逃的人处决;因此自那以后,即便有人刻意寻找,也难以在夜间见到行路之人了。
οἱ μὲν δὴ Πέρσαι οὕτω διῆγον· οἱ δὲ Μῆδοι καὶ ἔπινον καὶ εὐωχοῦντο καὶ ηὐλοῦντο καὶ πάσης εὐθυμίας ἐνεπίμπλαντο· πολλὰ γὰρ καὶ τὰ τοιαῦτα ἥλω, ὥστε μὴ ἀπορεῖν ἔργου τοὺς ἐγρηγορότας.
波斯人便是这般度过;而米底人则在痛饮、筵宴、听笛奏乐,沉浸在各样欢欣之中;因为俘获的此类享乐之物甚多,以致醒着的人绝不愁无事可做。
ὁ δὲ Κυαξάρης ὁ τῶν Μήδων βασιλεὺς τὴν μὲν νύκτα ἐν ᾗ ἐξῆλθεν ὁ Κῦρος αὐτός τε ἐμεθύσκετο μεθʼ ὧνπερ ἐσκήνου ὡς ἐπʼ εὐτυχίᾳ, καὶ τοὺς ἄλλους δὲ Μήδους ᾤετο παρεῖναι ἐν τῷ στρατοπέδῳ πλὴν ὀλίγων, ἀκούων θόρυβον πολύν· οἱ γὰρ οἰκέται τῶν Μήδων, ἅτε τῶν δεσποτῶν ἀπεληλυθότων, ἀνειμένως ἔπινον καὶ ἐθορύβουν, ἄλλως τε καὶ ἐκ τοῦ Ἀσσυρίου στρατεύματος καὶ οἶνον καὶ ἄλλα πολλὰ εἰληφότες.
米底王基亚克萨雷斯在居鲁士出兵的那夜,正与共帐者一同痛饮,宛如庆贺大捷一般,因听闻喧闹之声甚大,便以为除了少数人之外其余米底人皆在营中;原来米底人的仆役们因主人离去而无拘无束地痛饮喧哗,加之他们从亚述军营中劫得了葡萄酒与诸多物资,更是如此。
ἐπεὶ δὲ ἡμέρα ἐγένετο, καὶ ἐπὶ θύρας οὐδεὶς ἧκε πλὴν οἵπερ καὶ συνεδείπνουν, καὶ τὸ στρατόπεδον ἤκουε κενὸν εἶναι τῶν Μήδων καὶ τῶν ἱππέων, καὶ ἑώρα, ἐπειδὴ ἐξῆλθεν, οὕτως ἔχοντα, ἐνταῦθα δὴ ἐβριμοῦτό τε τῷ Κύρῳ καὶ τοῖς Μήδοις τῷ καταλιπόντας αὐτὸν ἔρημον οἴχεσθαι,2 καὶ εὐθύς, ὥσπερ λέγεται ὠμὸς εἶναι καὶ ἀγνώμων, τῶν παρόντων κελεύει τινὰ λαβόντα τοὺς ἑαυτοῦ ἱππέας πορεύεσθαι ὡς τάχιστα ἐπὶ τὸ ἀμφὶ Κῦρον στράτευμα καὶ λέγειν τάδε. ὤιμην μὲν ἔγωγε, οὐδʼ ἂν σέ, ὦ Κῦρε, περὶ ἐμοῦ οὕτως ἀπρονοήτως βουλεῦσαι, εἰ δὲ Κῦρος οὕτω γιγνώσκοι, οὐκ ἂν ὑμᾶς, ὦ Μῆδοι, ἐθελῆσαι3 οὕτως ἔρημον ἐμὲ καταλιπεῖν. καὶ νῦν, ἂν μὲν Κῦρος βούληται, εἰ δὲ μή,4 ὑμεῖς γε τὴν ταχίστην πάρεστε.
及至天明,除了与他共宴者之外无人来到他的门前,他又听闻营地已不见了米底人与骑兵,出门一看果然如此,他便对居鲁士以及撇下他独留而离去的米底人大发雷霆;正如人们传说他为人残暴蛮横一般,他立刻命令在场的一人率领自己的骑兵,以最快速度赶往居鲁士周围的部队,传达以下的话: “居鲁士啊,我本以为你决不会对我如此不加顾念地作此打算;即便居鲁士如此见解,米底人啊,我也绝未想到你们竟愿将我这般抛弃。如今,居鲁士若愿意同来便罢;若不然,你们必须尽速归来。”
ταῦτα δὴ ἐπέστειλεν. ὁ δὲ ταττόμενος πορεύεσθαι ἔφη· καὶ πῶς, ὦ δέσποτα, ἐγὼ εὑρήσω ἐκείνους; πῶς δὲ Κῦρος, ἔφη, καὶ οἱ σὺν αὐτῷ ἐφʼ οὓς ἐπορεύοντο; ὅτι νὴ Δίʼ, ἔφη, ἀκούω ἀφεστηκότας τῶν πολεμίων Ὑρκανίους τινὰς καὶ ἐλθόντας δεῦρο οἴχεσθαι ἡγουμένους αὐτῷ.
他传达了这道命令。奉命前去者便说:“主公,我又如何能找到他们呢?”“那么居鲁士以及随他同行的人,”国王说,“又是如何找到他们所讨伐之人的呢?”“那是因为,指宙斯起誓,”那人说道,“我听说有些脱离敌方的赫尔卡尼亚人来到此处,领着路随他去了。”
- 4.5.1ὄψον δὲ μὴ πέμπετε μηδὲ πιεῖν
宾格名词 ὄψον 与不定式 πιεῖν 并列,共同作动词 πέμπετε 的宾语。不定式 πιεῖν 在此具有名词化功能(或表目的/结果的“可饮之物”),实际作用等同于 ποτόν。
- 4.5.9τῷ καταλιπόντας αὐτὸν ἔρημον οἴχεσθαι
带与格定冠词 τῷ 的冠词性不定式(articular infinitive),用以表示动词 ἐβριμοῦτο 的原因。不定式 οἴχεσθαι 及其分词 καταλιπόντας 的逻辑主语采用宾格,而非与前文的与格(τοῖς Μήδοις)保持一致,这遵循了不定式主语通常取宾格的一般语法规则。
- 4.5.10ὤιμην μὲν ἔγωγε, οὐδʼ ἂν σέ, ὦ Κῦρε, περὶ ἐμοῦ οὕτως ἀπρονοήτως βουλεῦσαι, εἰ δὲ Κῦρος οὕτω γιγνώσκοι, οὐκ ἂν ὑμᾶς, ὦ Μῆδοι, ἐθελῆσαι
由未完成过去时动词 ὤιμην 引出的带 ἄν 的宾格不定式结构(οὐδʼ ἂν... βουλεῦσαι 与 οὐκ ἂν... ἐθελῆσαι)。这代表原本带有 ἄν 的过去直陈式或祈愿式(表非真实或潜在假设)在间接引语中转化为不定式的结构。后半部分的条件从句 εἰ δὲ Κῦρος οὕτω γιγνώσκοι 则采用祈愿式,表达一种委婉或假定的条件。
- 4.5.10ἂν μὲν Κῦρος βούληται, εἰ δὲ μή
一种省略结构,在 ἂν μὲν Κῦρος βούληται 之后省略了主句谓语(如“让他也一同来”等)。接续的 εἰ δὲ μή 则是固定习语,意为“否则 / 若非如此”,用来否定前面的条件假设。
