← 色诺芬

居鲁士的教育

§4.4.1-4.4.13

释放俘虏与安抚降民的方策

米底骑兵押解俘虏与战马归来,居鲁士予以嘉奖,并提议释放俘虏以确保土地不致荒废并争取民心,随后向降民承诺保障其原有生活与安全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.4.1

ἡνίκα δʼ ἦν ἔξω μέσου ἡμέρας, προσήλαυνον μὲν οἱ Μῆδοι ἱππεῖς καὶ Ὑρκάνιοι, ἵππους τε ἄγοντες αἰχμαλώτους καὶ ἄνδρας· ὅσοι γὰρ τὰ ὅπλα παρεδίδοσαν, οὐ κατέκαινον·

正午过后,米底骑兵与赫尔卡尼亚人驱马归来,带回了俘获的战马和男子;因为凡是缴械投降者,他们都未予杀害。

§4.4.2

ἐπεὶ δὲ προσήλασαν, πρῶτον μὲν αὐτῶν ἐπυνθάνετο ὁ Κῦρος εἰ σῶοι οἱ πάντες εἶεν αὐτῷ· ἐπεὶ δὲ τοῦτʼ ἔφασαν, ἐκ τούτου ἠρώτα τί ἔπραξαν. οἱ δὲ διηγοῦντο ἅ τʼ ἐποίησαν καὶ ὡς ἀνδρείως ἕκαστα. ​. ἐμεγαληγόρουν. ὁ δὲ διήκουέ τε ἡδέως πάντων ἃ ἐβούλοντο λέγειν· ἔπειτα δὲ καὶ ἐπῄνεσεν αὐτοὺς οὕτως· ἀλλὰ καὶ δῆλοί τοι, ἔφη, ἐστὲ ὅτι ἄνδρες ἀγαθοὶ ἐγένεσθε· καὶ γὰρ μείζους φαίνεσθε καὶ καλλίους καὶ γοργότεροι ἢ πρόσθεν ἰδεῖν.

当他们策马来到时,居鲁士首先向他们询问,全军是否都安然无恙;得知众人皆平安之后,他接着询问他们取得了何等战果。他们详述了自己的所作所为,夸耀自己在各项战斗中是如何英勇。居鲁士欣然倾听他们想要叙说的一切,随后对他们称赞道:“你们确实已显明自己是勇士;因为在人看来,你们显得比先前更为高大、俊美,且英姿勃发。”

§4.4.4

ἐκ δὲ τούτου ἐπυνθάνετο ἤδη αὐτῶν καὶ ὁπόσην ὁδὸν διήλασαν καὶ εἰ οἰκοῖτο ἡ χώρα. οἱ δʼ ἔλεγον ὅτι καὶ πολλὴν διελάσειαν καὶ πᾶσα οἰκοῖτο καὶ μεστὴ εἴη καὶ οἰῶν καὶ αἰγῶν καὶ βοῶν καὶ ἵππων καὶ σίτου καὶ πάντων ἀγαθῶν.

此后,他进一步询问他们奔袭了多远的路程,以及该地是否有人居住。他们回答说,他们奔袭了极远的距离,全地皆有人烟,且到处充斥着绵羊、山羊、牛、马、粮食以及诸般美善物资。

§4.4.5

δυοῖν ἄν, ἔφη, ἐπιμελητέον ἡμῖν εἴη,1 ὅπως τε κρείττους ἐσόμεθα τῶν ταῦτα ἐχόντων καὶ ὅπως αὐτοὶ μενοῦσιν· οἰκουμένη μὲν γὰρ χώρα πολλοῦ ἄξιον κτῆμα· ἐρήμη δʼ ἀνθρώπων οὖσα ἐρήμη καὶ τῶν ἀγαθῶν γίγνεται.

居鲁士说:“我们理当顾及两件事:如何制伏拥有这些物资的人,以及如何使他们留在本地。因为一片有人居住的土地乃是极宝贵的产业;但若是荒芜无人,其一切物资也将随之荒废。

§4.4.6

τοὺς μὲν οὖν ἀμυνομένους, ἔφη, οἶδα ὅτι κατεκάνετε, ὀρθῶς ποιοῦντες· τοῦτο γὰρ μάλιστα σῴζει τὴν νίκην· τοὺς δὲ παραδιδόντας αἰχμαλώτους ἠγάγετε· οὓς εἰ ἀφείημεν, τοῦτʼ αὖ σύμφορον ἄν, ὡς ἐγώ φημι, ποιήσαιμεν·

因此,那些奋力反抗之人,”他说,“我知道你们已将其斩杀,此举甚是正当;因为这最能确立胜局。而那些缴械者,你们则作为俘虏押解而来;若我们将他们释放,照我看来,这反倒对我们大有裨益。

§4.4.7

πρῶτον μὲν γὰρ νῦν οὐκ ἂν φυλάττεσθαι οὐδὲ φυλάττειν ἡμᾶς τούτους δέοι, οὐδʼ αὖ σιτοποιεῖν τούτοις· οὐ γὰρ λιμῷ γε δήπου κατακανοῦμεν αὐτούς· ἔπειτα δὲ τούτους ἀφέντες πλείοσιν αἰχμαλώτοις χρησόμεθα.

因为首先,眼下我们既无须防备他们,也无须派兵看守他们,更无须为他们备办干粮;毕竟我们绝不能让他们活活饿死。其次,放了这些人,我们将获得更多的俘虏。

§4.4.8

ἢν γὰρ κρατῶμεν τῆς χώρας, πάντες ἡμῖν οἱ ἐν αὐτῇ οἰκοῦντες αἰχμάλωτοι ἔσονται· μᾶλλον δὲ τούτους ζῶντας ἰδόντες καὶ ἀφεθέντας μενοῦσιν οἱ ἄλλοι καὶ πείθεσθαι αἱρήσονται μᾶλλον ἢ μάχεσθαι. ἐγὼ μὲν οὖν οὕτω γιγνώσκω· εἰ δʼ ἄλλο τις ὁρᾷ ἄμεινον, λεγέτω. οἱ δὲ ἀκούσαντες συνῄνουν ταῦτα ποιεῖν.

因为只要我们掌控了这片土地,居住其中的所有人都将成为我们的俘虏;而且只要其他百姓看到这些人得以活命并获释,他们就更会留居本地,宁愿选择归顺而非交战。这便是我的见解;但若有人见到更佳之策,便请直言。”众人听罢,皆同意照此办理。

§4.4.9

οὕτω δὴ ὁ Κῦρος καλέσας τοὺς αἰχμαλώτους λέγει τοιάδε·

于是居鲁士召来俘虏,对他们说: “各位男子,”

§4.4.10

ἄνδρες, ἔφη, νῦν τε ὅτι ἐπείθεσθε τὰς ψυχὰς περιεποιήσασθε, τοῦ τε λοιποῦ, ἢν οὕτω ποιῆτε, οὐδʼ ὁτιοῦν καινὸν ἔσται ὑμῖν ἀλλʼ ἢ οὐχ ὁ αὐτὸς ἄρξει ὑμῶν ὅσπερ καὶ πρότερον·2 οἰκήσετε δὲ τὰς αὐτὰς οἰκίας καὶ χώραν τὴν αὐτὴν ἐργάσεσθε καὶ γυναιξὶ ταῖς αὐταῖς συνοικήσετε καὶ παίδων τῶν ὑμετέρων ἄρξετε ὥσπερ νῦν· ἡμῖν μέντοι οὐ μαχεῖσθε οὐδὲ ἄλλῳ οὐδενί·

他说,“如今因为你们选择归顺,你们保全了性命;今后只要你们仍如此行事,除了不再由先前同一个人统治你们之外,便不会遭遇任何变故。你们仍将居住在原先的房屋里,耕种原先的土地,与原先的妻子共同生活,并照现今的样子管教你们的子女;然而,你们不得与我们交战,亦不得与任何其他人交战。

§4.4.11

ἡνίκα δʼ ἄν τις ὑμᾶς ἀδικῇ, ἡμεῖς ὑπὲρ ὑμῶν μαχούμεθα. ὅπως δὲ μηδʼ ἐπαγγέλλῃ μηδεὶς ὑμῖν στρατεύειν, τὰ ὅπλα πρὸς ἡμᾶς κομίσατε· καὶ τοῖς μὲν κομίζουσιν ἔσται εἰρήνη καὶ ἃ λέγομεν ἀδόλως· ὁπόσοι δʼ ἂν τὰ πολεμικὰ μὴ ἀποφέρωσιν ὅπλα, ἐπὶ τούτους ἡμεῖς καὶ δὴ στρατευσόμεθα.3

每当有人侵凌你们,我们将为你们而战。为了使任何人都不再征召你们从军,请将兵刃交送给我们;凡交出兵刃者,必得享和平,并毫无虚假地获得我们所许诺之待遇;至于凡不肯交出作战兵器之人,我们则必立即起兵讨伐。

§4.4.12

ἐὰν δέ τις ὑμῶν καὶ ἰὼν ὡς ἡμᾶς εὐνοϊκῶς καὶ πράττων τι καὶ διδάσκων φαίνηται, τοῦτον ἡμεῖς ὡς εὐεργέτην καὶ φίλον, οὐχ ὡς δοῦλον περιέψομεν. ταῦτʼ οὖν, ἔφη, αὐτοί τε ἴστε καὶ τοῖς ἄλλοις διαγγέλλετε.

你们之中若有人带着善意归向我们、效力建功或提供密报,我们必待之如恩人和朋友,而非奴隶。因此,”他说,“你们自己当明晓此事,并通告其余人等。

§4.4.13

ἢν δʼ ἄρα, ἔφη, ὑμῶν βουλομένων ταῦτα μὴ πείθωνταί τινες, ἐπὶ τούτους ἡμᾶς ἄγετε, ὅπως ὑμεῖς ἐκείνων, μὴ ἐκεῖνοι ὑμῶν ἄρχωσιν. ὁ μὲν δὴ ταῦτʼ εἶπεν· οἱ δὲ προσεκύνουν τε καὶ ὑπισχνοῦντο ταῦτα ποιήσειν.

倘若你们心愿如此,却有人拒不遵从,你们便领我们前去讨伐他们,以便由你们管辖他们,而不致由他们管辖你们。”居鲁士如此宣告,俘虏们便俯伏下拜,并许诺必遵照执行。

语法注3 条
  1. 4.4.5δυοῖν ἄν, ἔφη, ἐπιμελητέον ἡμῖν εἴη

    动形词 ἐπιμελητέον 与 ἄν 及 εἰμί 的愿望语气 εἴη 连用,构成委婉表达必要性或可能性的潜在句式(“我们应当/需要顾及两件事”)。此处为中性单数的非人称句式,动作主体由与格 ἡμῖν 表示,所关注的对象依 ἐπιμελέομαι 的支配要求采用属格 δυοῖν。δυοῖν 的具体内容则由随后的两个 ὅπως 从句(ὅπως τε κρείττους ἐσόμεθα... καὶ ὅπως αὐτοὶ μενοῦσιν)展开说明。

  2. 4.4.10οὐδʼ ὁτιοῦν καινὸν ἔσται ὑμῖν ἀλλʼ ἢ οὐχ ὁ αὐτὸς ἄρξει ὑμῶν ὅσπερ καὶ πρότερον

    ἀλλʼ ἤ 在否定词(οὐδʼ ὁτιοῦν)之后为固定惯用语,意为“除……之外”。其后紧跟的否定词 οὐχ 直接否定从属命题中的谓语(“并非原先同一个人统治你们”),从而将更替统治者作为唯一的变故提出,意即“除了不再由先前同一个人统治你们之外,你们不会遭遇任何变故”。

  3. 4.4.11ἐπὶ τούτους ἡμεῖς καὶ δὴ στρατευσόμεθα

    语气小词连用 καὶ δή 与将来时动词(στρατευσόμεθα)搭配,用于强调行动的即刻性、决然性或已成定局(“我们将立即/当下起兵讨伐”)。在条件句的归结从句中,它生动地传达出对拒不纳械者将毫不迟疑予以打击的确定态度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.4.1-4.4.13