- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.3.12-4.3.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士向将领们阐明波斯人完全有闲暇与优势掌握骑术,并指出尚未纯熟时亦可随时转为步战。赫律桑塔斯随之热烈赞同,将骑兵比作能随意拆装且更胜一筹的半人马;在众人响应下,他们立下了获配战马者绝不得徒步出行的规约。
ἀλλὰ μὴν σχολή γε ἡμῖν μανθάνειν ὅση οὔτε παισὶν οὔτε ἄλλοις ἀνδράσιν·1 οὔτε γὰρ τοξεύειν ἡμῖν μαθητέον ὥσπερ τοῖς παισί· προεπιστάμεθα γὰρ τοῦτο· οὔτε μὴν ἀκοντίζειν· ἐπιστάμεθα γὰρ καὶ τοῦτο· ἀλλʼ οὐδὲ μὴν ὥσπερ τοῖς ἄλλοις ἀνδράσι τοῖς μὲν γεωργίαι ἀσχολίαν παρέχουσι, τοῖς δὲ τέχναι, τοῖς δὲ ἄλλα οἰκεῖα· ἡμῖν δὲ στρατεύεσθαι οὐ μόνον σχολὴ ἀλλὰ καὶ ἀνάγκη.
况且,我们拥有学习的闲暇,是小孩子和其他成年男子所绝不能企及的。因为我们无需像小孩子那样去学射箭,我们早先已懂得了这项技能;也无需学掷标枪,因为这项技能我们也已掌握。而且我们绝不像其他男子那样,有些人因农事而无暇,有些人因手艺而劳碌,另有些人则为其他家务所累;对我们而言,从事战事不仅是闲暇,更是一件必行之事。
ἀλλὰ μὴν οὐχ ὥσπερ ἄλλα πολλὰ τῶν πολεμικῶν χαλεπὰ μέν, χρήσιμα δέ· ἱππικὴ δὲ οὐκ ἐν ὁδῷ μὲν ἡδίων ἢ αὐτοῖν τοῖν ποδοῖν πορεύεσθαι; ἐν δὲ σπουδῇ οὐχ ἡδὺ ταχὺ μὲν φίλῳ παραγενέσθαι, εἰ δέοι, ταχὺ δέ, εἴτε ἄνδρα εἴτε θῆρα δέοι διώκεσθαι, καταλαβεῖν; ἐκεῖνο δὲ οὐχὶ εὐπετές, τὸ ὅ τι ἂν δέῃ ὅπλον φέρειν τὸν ἵππον τοῦτο συμφέρειν; οὔκουν ταὐτό γʼ ἐστὶν ἔχειν τε καὶ φέρειν.
不仅如此,骑马并不像其他许多军务那样虽有用却痛苦艰辛。在行路之时,骑马难道不比单靠两只脚跋涉更为舒适吗?在情急之下,若有需要,能迅速赶赴朋友身边;或者若需追击,无论追击人还是野兽,能迅速将其追上,这难道不是一件乐事吗?至于战马能代人分担必须携带的武器,这岂非也是一件极其轻省之事?毕竟,仅仅手持武器与亲自负重前行,绝不是一回事。
ὅ γε μὴν μάλιστʼ ἄν τις φοβηθείη, μὴ εἰ δεήσει ἐφʼ ἵππου κινδυνεύειν ἡμᾶς πρότερον πρὶν ἀκριβοῦν τὸ ἔργον τοῦτο, κἄπειτα μήτε πεζοὶ ἔτι ὦμεν μήτε πω ἱππεῖς ἱκανοί, ἀλλʼ οὐδὲ τοῦτο ἀμήχανον·2 ὅπου γὰρ ἂν βουλώμεθα, ἐξέσται ἡμῖν πεζοῖς εὐθὺς μάχεσθαι· οὐδὲν γὰρ τῶν πεζικῶν ἀπομαθησόμεθα ἱππεύειν μανθάνοντες.
至于人们可能最感忧虑之事——倘若在我们精通这门本领之前就必须在马背上涉险,以致我们既不再是步兵,又尚未成为合格的骑兵——即使这般忧虑,也绝非无可解救。因为无论何时何地我们若有此意,都随时能够立刻作为步兵作战;在学习骑术的过程中,我们绝不会将任何步战本领忘个精光。”
Κῦρος μὲν οὕτως εἶπε· Χρυσάντας δὲ συναγορεύων αὐτῷ ὧδε ἔλεξεν. ἀλλʼ ἐγὼ μέν, ἔφη, οὕτως ἐπιθυμῶ ἱππεύειν μαθεῖν ὡς νομίζω, ἢν ἱππεὺς γένωμαι, ἄνθρωπος πτηνὸς ἔσεσθαι.
居鲁士如此说道;赫律桑塔斯随之赞同并这样进言:“至于我个人,”他说,“我渴望学习骑术到了这般地步,以至于我认定,一旦我成了骑兵,我就会变成一个插翅飞翔的人。
νῦν μὲν γὰρ ἔγωγε ἀγαπῶ ἤν γʼ ἐξ ἴσου τῳ θεῖν ὁρμηθεὶς ἀνθρώπων μόνον τῇ κεφαλῇ πρόσχω, κἂν θηρίον παραθέον ἰδὼν δυνασθῶ διατεινάμενος φθάσαι ὥστε ἀκοντίσαι ἢ τοξεῦσαι πρὶν πάνυ πρόσω αὐτὸ γενέσθαι. ἢν δʼ ἱππεὺς γένωμαι, δυνήσομαι μὲν ἄνδρα ἐξ ὄψεως μήκους καθαιρεῖν· δυνήσομαι δὲ θηρία διώκων τὰ μὲν ἐκ χειρὸς παίειν καταλαμβάνων, τὰ δὲ ἀκοντίζειν ὥσπερ ἑστηκότα·
因为如今若是与任何人平分秋色地赛跑,我只要能在终点以一个头颅的微弱优势领先,便心满意足了;若见野兽从身边奔突而过,我能竭尽全力抢先一步,在它远遁之前投出标枪或射出弓箭,我也就心满意足了。但若我成了骑兵,我将能在目力所及的极远距离击倒敌人;在追逐野兽时,我既能在追及之时亲手将其击毙,也能像对待静止目标一样以标枪射杀它们。
ὧν δὲ δὴ μάλιστα δοκῶ ζῴων, ἔφη, ἐζηλωκέναι ἱπποκενταύρους,3 εἰ ἐγένοντο ὥστε προβουλεύεσθαι μὲν ἀνθρώπου φρονήσει, ταῖς δὲ χερσὶ τὸ δέον παλαμᾶσθαι, ἵππου δὲ τάχος ἔχειν καὶ ἰσχύν, ὥστε τὸ μὲν φεῦγον αἱρεῖν, τὸ δʼ ὑπομένον ἀνατρέπειν, οὔκουν πάντα κἀγὼ ταῦτα ἱππεὺς γενόμενος συγκομίζομαι πρὸς ἐμαυτόν;
而在我看来最令人歆羡的生灵,”他说,“莫过于半人马了——倘若他们确实生得既能以人类的智慧预先谋划,又能以双手灵巧地操持应为之事,同时还拥有骏马的速度与力量,从而得以擒获奔逃之物、撞翻顽抗之敌——那么只要我成了骑兵,我岂非也能把这一切优势全数集于一身?
προνοεῖν μέν γε ἕξω πάντα τῇ ἀνθρωπίνῃ γνώμῃ, ταῖς δὲ χερσὶν ὁπλοφορήσω, διώξομαι δὲ τῷ ἵππῳ, τὸν δʼ ἐναντίον ἀνατρέψω τῇ τοῦ ἵππου ῥύμῃ, ἀλλʼ οὐ συμπεφυκὼς δεδήσομαι ὥσπερ οἱ ἱπποκένταυροι·
我不仅能以人类的理智预先谋划一切,用双手执掌兵器,以战马驰骋追击,凭战马的冲力撞倒敌手,而且绝不会像半人马那样被拘束在永不可分的身躯之中。
οὐκοῦν τοῦτό γε κρεῖττον ἢ συμπεφυκέναι. τοὺς μὲν γὰρ ἱπποκενταύρους οἶμαι ἔγωγε πολλοῖς μὲν ἀπορεῖν τῶν ἀνθρώποις ηὑρημένων ἀγαθῶν ὅπως δεῖ χρῆσθαι, πολλῶν δὲ τῶν ἵπποις πεφυκότων ἡδέων πῶς χρὴ ἀπολαύειν.
由此看来,这无疑比两躯合一更为优越。因为依我之见,半人马既不知该如何享用为人类发明出来的诸多善美之物,亦不知该如何尽情体验战马天生具有的诸多快意。
ἐγὼ δὲ ἢν ἱππεύειν μάθω, ὅταν μὲν ἐπὶ τοῦ ἵππου γένωμαι, τὰ τοῦ ἱπποκενταύρου δήπου διαπράξομαι· ὅταν δὲ καταβῶ, δειπνήσω καὶ ἀμφιέσομαι καὶ καθευδήσω ὥσπερ οἱ ἄλλοι ἄνθρωποι· ὥστε τί ἄλλο ἢ διαιρετὸς ἱπποκένταυρος καὶ πάλιν σύνθετος γίγνομαι;
但若我学会了骑术,当我在马背上时,自然能行半人马所行之事;而当我下马之时,我又能像普通人一样进餐、穿衣和安睡。如此说来,我岂非成了一个可以拆卸、又可重新组合的半人马?
ἔτι δʼ, ἔφη, καὶ τοῖσδε πλεονεκτήσω τοῦ ἱπποκενταύρου· ὁ μὲν γὰρ δυοῖν ὀφθαλμοῖν ἑώρα τε καὶ δυοῖν ὤτοιν ἤκουεν· ἐγὼ δὲ τέτταρσι μὲν ὀφθαλμοῖς τεκμαροῦμαι, τέτταρσι δὲ ὠσὶν αἰσθήσομαι· πολλὰ γάρ φασι καὶ ἵππον ἀνθρώπῳ τοῖς ὀφθαλμοῖς προορῶντα δηλοῦν, πολλὰ δὲ τοῖς ὠσὶν προακούοντα σημαίνειν. ἐμὲ μὲν οὖν, ἔφη, γράφε τῶν ἱππεύειν ὑπερεπιθυμούντων. νὴ τὸν Δίʼ, ἔφασαν οἱ ἄλλοι πάντες, καὶ ἡμᾶς γε.
此外,”他又说,“在以下几点上我也比半人马占据优势:他只用两只眼睛看、两只耳朵听;而我却能凭四只眼睛来观察决断,凭四只耳朵来倾听感知。因为人们常说,战马也会用自己的双眼抢先察觉事物而向人示警,用双耳抢先听到声响而向人发出信号。因此,”他说,“请把我也记入极度渴望骑马者的名册中罢。”“指着宙斯发誓,”其余所有人都说,“也把我们记上!”
ἐκ τούτου δὴ ὁ Κῦρος λέγει· τί οὖν, ἔφη, ἐπεὶ σφόδρα ἡμῖν δοκεῖ ταῦτα, εἰ καὶ νόμον ἡμῖν αὐτοῖς ποιησαίμεθα αἰσχρὸν εἶναι,4 οἷς ἂν ἵππους ἐγὼ πορίσω, ἤν τις φανῇ πεζῇ ἡμῶν πορευόμενος, ἤν τε πολλὴν ἤν τε ὀλίγην ὁδὸν δέῃ διελθεῖν; ἵνα καὶ παντάπασιν ἱπποκενταύρους ἡμᾶς οἴωνται οἱ ἄνθρωποι εἶναι.
于是居鲁士说道:“既然我们对此事如此赞同,那么我们何不为自己立下一条规约:凡由我提供战马之人,若有谁被见到徒步前行——无论路途长短——皆被视为可耻之事,大家意下如何?如此一来,世人便会真切地认为我们完全就是半人马了。”
ὁ μὲν οὕτως ἐπήρετο, οἱ δὲ πάντες συνῄνεσαν· ὥστʼ ἔτι καὶ νῦν ἐξ ἐκείνου χρῶνται Πέρσαι οὕτω, καὶ οὐδεὶς ἂν τῶν καλῶν κἀγαθῶν ἑκὼν ὀφθείη Περσῶν οὐδαμῇ πεζὸς ἰών. οἱ μὲν δὴ ἐν τούτοις τοῖς λόγοις ἦσαν.
居鲁士如此垂询,众人皆表赞同。因此从那时起直到如今,波斯人依然遵循这一习俗,任何体面高尚的波斯人绝不愿在任何地方被人看到徒步行走。他们当时所进行的正是这番谈话。
- 4.3.12ἀλλὰ μὴν σχολή γε ἡμῖν μανθάνειν ὅση οὔτε παισὶν οὔτε ἄλλοις ἀνδράσιν
数量关系代词 ὅση 与先行词 σχολή 形成呼应,表示“像小孩子或其他成年男子所绝不拥有的那么多闲暇”。不定词 μανθάνειν 依附于 σχολή,起限定说明作用,指明该闲暇所用于的活动(“学习的闲暇”)。
- 4.3.13ὅ γε μὴν μάλιστʼ ἄν τις φοβηθείη, μὴ εἰ δεήσει ... κἄπειτα μήτε πεζοὶ ἔτι ὦμεν μήτε πω ἱππεῖς ἱκανοί, ἀλλʼ οὐδὲ τοῦτο ἀμήχανον
句首的关系从句 ὅ γε μὴν μάλιστʼ ἄν τις φοβηθείη 作为提引话题的宾格(“至于人们最可能担心的那一点”),其具体内容由紧随其后的惧怕从句(μή ... ὦμεν)展开。随后主句以转折小词复指引出:ἀλλʼ οὐδὲ τοῦτο ἀμήχανον(“但即使这一点也绝非无法解决”),其中 τοῦτο 概括了前面所担心的整个情境。
- 4.3.17ὧν δὲ δὴ μάλιστα δοκῶ ζῴων, ἔφη, ἐζηλωκέναι ἱπποκενταύρους
先行词名词 ζῴων 被吸引嵌入到了关系代词 ὧν 引导的从句之中(先行词的并入与格吸引),其逻辑结构等同于 τῶν δὲ ζῴων ἃ μάλιστα δοκῶ ἐζηλωκέναι, ἱπποκενταύρους...,属格 ὧν ζῴων 作为部分属格修饰 ἱπποκενταύρους,意为“而在我自以为最歆羡的生灵中,那些半人马……”。
- 4.3.22τί οὖν, ἔφη, ... εἰ καὶ νόμον ἡμῖν αὐτοῖς ποιησαίμεθα αἰσχρὸν εἶναι
搭配 τί οὖν [γένοιτʼ ἄν], εἰ ... 后接希求法 ποιησαίμεθα,是一种表达建议或商讨的惯用修辞问句(“如果我们……大家意下如何?”)。不定词短语 αἰσχρὸν εἶναι 作为 νόμον 的同位成分或宾语补足语,具体规定了规约的内容,即“将……视为可耻之事”。
