- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.3.1-4.3.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士目睹盟军骑兵押回大批辎重与女眷,深感自身缺乏骑兵的局限,遂向将领们论述波斯人组建自身骑兵部队的必要性与可行性。
τῶν δὲ Μήδων τινὲς ἤδη, οἱ μὲν ἁμάξας προωρμημένας καταλαβόντες καὶ ἀποστρέψαντες προσήλαυνον μεστὰς ὧν δεῖται στρατιά, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων τῶν μὲν γνησίων, τῶν δὲ καὶ παλλακίδων διὰ τὸ κάλλος συμπεριαγομένων, ταύτας εἰληφότες προσῆγον.
米底人中已有若干人赶回,他们追上并截回了先行出发的车辆,车上满载军队所需之物;另有一些人则带来了捕获的高贵妇人所乘的辎车,其中既有正妻,也有因容貌出众而随军同行的侍妾。
πάντες γὰρ ἔτι καὶ νῦν οἱ κατὰ τὴν Ἀσίαν στρατευόμενοι ἔχοντες τὰ πλείστου ἄξια στρατεύονται, λέγοντες ὅτι μᾶλλον μάχοιντʼ ἂν εἰ τὰ φίλτατα παρείη· τούτοις γάρ φασιν ἀνάγκην εἶναι προθύμως ἀλέξειν. ἴσως μὲν οὖν οὕτως ἔχει, ἴσως δὲ καὶ ποιοῦσιν αὐτὰ τῇ ἡδονῇ χαριζόμενοι.
因为直到如今,所有在亚洲出征作战的人,都会携带着自身最珍贵之物出征,声称若有最心爱之人随行,他们作战便会更为勇敢;因为他们说,人必须竭力保卫这些眷属。这或许确是实情,但也或许他们这样做只是为了纵情享乐。
ὁ δὲ Κῦρος θεωρῶν τὰ τῶν Μήδων ἔργα καὶ Ὑρκανίων ὥσπερ κατεμέμφετο καὶ αὑτὸν καὶ τοὺς σὺν αὐτῷ, εἰ οἱ ἄλλοι τοῦτον τὸν χρόνον ἀκμάζειν τε μᾶλλον ἑαυτῶν ἐδόκουν καὶ προσκτᾶσθαί τι, αὐτοὶ δὲ ἐν ἀργοτέρᾳ χώρᾳ ὑπομένειν. καὶ γὰρ δὴ οἱ ἀπάγοντες καὶ ἀποδεικνύντες Κύρῳ ἃ ἦγον πάλιν ἀπήλαυνον, μεταδιώκοντες τοὺς ἄλλους· ταῦτα γὰρ σφίσιν ἔφασαν προστετάχθαι ποιεῖν ὑπὸ τῶν ἀρχόντων. δακνόμενος δὴ ὁ Κῦρος ἐπὶ τούτοις ταῦτα μὲν ὅμως κατεχώριζε· συνεκάλει δὲ πάλιν τοὺς ταξιάρχους, καὶ στὰς ὅπου ἔμελλον πάντες ἀκούσεσθαι τὰ βουλευόμενα λέγει τάδε. ὅτι μέν, ὦ ἄνδρες φίλοι, εἰ κατάσχοιμεν τὰ νῦν προφαινόμενα, μεγάλα μὲν ἂν ἅπασι Πέρσαις ἀγαθὰ γένοιτο, μέγιστα δʼ ἂν εἰκότως ἡμῖν διʼ ὧν πράττεται, πάντες οἶμαι γιγνώσκομεν· ὅπως δʼ ἂν αὐτῶν ἡμεῖς κύριοι γιγνοίμεθα, μὴ αὐτάρκεις ὄντες κτήσασθαι αὐτά, εἰ μὴ ἔσται οἰκεῖον ἱππικὸν Πέρσαις τοῦτο ἐγὼ οὐκέτι ὁρῶ.1
居鲁士眼见米底人与吉尔卡尼亚人的战果,不禁暗自责备自己和部下,眼看着别的人在此时似乎比他们更加意气风发并有所斩获,而自己一干人却滞留在更为怠惰的后方。因为那些将战利品押回并呈给居鲁士看的人,随即便掉转马头再次疾驰而去,去追赶其余的人;他们说这是长官向他们下达的命令。居鲁士对此虽感刺痛,但仍妥善安置了这些辎重;随后他再次召集了百夫长们,站在所有人都听得见商讨内容的地方,说道: “各位朋友,如果我们能将眼前展现的良机据为己有,不仅能为全体波斯人带来巨大的福泽,而且对于成就此事的我们自身而言自然更会带来极大的益处,这一点我想大家都很清楚。然而,既然仅凭我们自身的力量不足以取得这些成果,除非波斯人拥有属于自己的骑兵,否则我们究竟怎样才能成为这些战利品的主人,我对此再也看不出任何门径了。
ἐννοεῖτε γὰρ δή, ἔφη· ἔχομεν ἡμεῖς οἱ Πέρσαι ὅπλα οἷς δοκοῦμεν ἂν τρέπεσθαι τοὺς πολεμίους ὁμόσε ἰόντες· καὶ δὴ τρεπόμενοι2 ποίους ἢ ἱππέας ἢ τοξότας ἢ πελταστὰς ἄνευ ἵππων ὄντες δυναίμεθʼ ἂν φεύγοντας ἢ λαβεῖν ἢ κατακανεῖν; τίνες δʼ ἂν φοβοῖντο ἡμᾶς προσιόντες κακοῦν ἢ τοξόται ἢ ἀκοντισταὶ ἢ ἱππεῖς, εὖ εἰδότες ὅτι οὐδεὶς αὐτοῖς κίνδυνος ὑφʼ ἡμῶν κακόν τι παθεῖν μᾶλλον ἢ ὑπὸ τῶν πεφυκότων δένδρων;
大家且想一想,”他又说,“我们波斯人握有在近身肉搏时足以击溃敌军的兵器;但纵使我们将敌人击溃,倘若我们没有战马,面对逃窜的敌军,我们能俘获或斩杀什么样的骑兵、弓手或轻盾兵呢?又有哪一个弓手、投枪兵或骑兵在逼近伤害我们时会感到畏惧呢?他们心里十分清楚,遭到我们伤害的危险,绝不会大于他们面对那些立在原处的树木。
εἰ δʼ οὕτω ταῦτʼ ἔχει, οὐκ εὔδηλον ὅτι οἱ νῦν παρόντες ἡμῖν ἱππεῖς νομίζουσι πάντα τὰ ὑποχείρια γιγνόμενα ἑαυτῶν εἶναι οὐχ ἧττον ἢ ἡμέτερα, ἴσως δὲ νὴ Δία καὶ μᾶλλον;
如果实情确是如此,岂不显然可见,如今与我们同在的骑兵,会认为所有落入我们掌中的战利品属于他们自己,绝不下于属于我们,甚至指着宙斯发誓,或许还会认为更属于他们?
νῦν μὲν οὖν οὕτω ταῦτʼ ἔχει κατʼ ἀνάγκην. εἰ δʼ ἡμεῖς ἱππικὸν κτησαίμεθα μὴ χεῖρον τούτων, οὐ πᾶσιν ἡμῖν καταφανὲς ὅτι τούς τʼ ἂν πολεμίους δυναίμεθα καὶ ἄνευ τούτων ποιεῖν ὅσαπερ νῦν σὺν τούτοις, τούτους τε ἔχοιμεν ἂν τότε μετριώτερον πρὸς ἡμᾶς φρονοῦντας; ὁπότε γὰρ παρεῖναι ἢ ἀπεῖναι βούλοιντο, ἧττον ἂν ἡμῖν μέλοι, εἰ αὐτοὶ ἄνευ τούτων ἀρκοῖμεν ἡμῖν αὐτοῖς.
眼下的情形必然如此。但若我们获得了一支不逊于他们的骑兵,岂不人人皆能明白:即便没有他们,我们也能独自对敌人做到如今有他们相助时所做的一切,而且那时他们对待我们的态度也会更为节制守分?因为无论何时他们愿意留下或离去,只要我们离开他们也能自给自足,我们便无需太过在意了。
εἶεν· ταῦτα μὲν δὴ οἶμαι οὐδεὶς ἂν ἀντιγνωμονήσειε, μὴ οὐχὶ τὸ πᾶν διαφέρειν3 Περσῶν γενέσθαι οἰκεῖον ἱππικόν· ἀλλʼ ἐκεῖνο ἴσως ἐννοεῖτε, πῶς ἂν τοῦτο γένοιτο. ἆρʼ οὖν σκεψώμεθα, εἰ βουλοίμεθα καθιστάναι ἱππικόν, τί ἡμῖν ὑπάρχει καὶ τίνος ἐνδεῖ;
好罢;关于波斯人拥有属于自己的骑兵具有决定性的影响这一点,我想绝不会有人提出异议。但大家或许在考虑这个问题:这究竟该如何实现。那么,如果我们想要建立一支骑兵,就让我们来审视一下,我们拥有什么,又缺少什么?
οὐκοῦν ἵπποι μὲν οὗτοι πολλοὶ ἐν τῷ στρατοπέδῳ κατειλημμένοι καὶ χαλινοὶ οἷς πείθονται καὶ τἆλλα ὅσα δεῖ ἵπποις ἔχουσι χρῆσθαι. ἀλλὰ μὴν καὶ οἷς γε δεῖ ἄνδρα ἱππέα χρῆσθαι ἔχομεν, θώρακας μὲν ἐρύματα τῶν σωμάτων, παλτὰ δὲ οἷς καὶ μεθιέντες καὶ ἔχοντες χρῴμεθʼ ἄν.
首先,我们在军营中缴获了大量战马,有驯服它们的马辔,也有拥有战马者所需使用的一切马具。再者,骑兵所需的一切装备我们也一应俱全:护卫身体的胸甲,以及既能投掷又能手握刺杀的标枪。
τί δὴ τὸ λοιπόν; δῆλον ὅτι ἀνδρῶν δεῖ. οὐκοῦν τοῦτο μάλιστα ἔχομεν· οὐδὲν γὰρ οὕτως ἡμέτερόν ἐστιν ὡς ἡμεῖς ἡμῖν αὐτοῖς. ἀλλʼ ἐρεῖ τις ἴσως ὅτι οὐκ ἐπιστάμεθα. μὰ Δίʼ οὐδὲ γὰρ τούτων τῶν ἐπισταμένων νῦν πρὶν μαθεῖν οὐδεὶς ἠπίστατο. ἀλλʼ εἴποι ἄν τις ὅτι παῖδες ὄντες ἐμάνθανον.
那么还缺少什么呢?显然需要人。而这正是我们最不匮乏的;因为没有任何东西能比我们自身更属于我们了。但或许有人会说我们不懂得骑术。指着宙斯发誓,如今懂得骑术的那些人,在学习之前没有一个人是懂的。不过也许有人会说,他们是从孩提时代学起的。
καὶ πότερα παῖδές εἰσι φρονιμώτεροι ὥστε μαθεῖν τὰ φραζόμενα καὶ δεικνύμενα ἢ ἄνδρες; πότεροι δὲ ἃ ἂν μάθωσιν ἱκανώτεροι τῷ σώματι ἐκπονεῖν, οἱ παῖδες ἢ οἱ ἄνδρες;
然而,究竟是小孩子在理解言传身教方面更聪明呢,还是成年男子更聪明?究竟是谁更有能力用身体去把学到的技艺操练纯熟呢,是小孩子,还是成年男子?”
- 4.3.4ὅπως δʼ ἂν αὐτῶν ἡμεῖς κύριοι γιγνοίμεθα, μὴ αὐτάρκεις ὄντες κτήσασθαι αὐτά, εἰ μὴ ἔσται οἰκεῖον ἱππικὸν Πέρσαις τοῦτο ἐγὼ οὐκέτι ὁρῶ
由 ὅπως ἄν 引导的从句被前置于指示代名词 τοῦτο 之前(倒装/hyperbaton),构成了主句动词 οὐκέτι ὁρῶ 的实际宾语内容。全句骨架为 ἐγὼ οὐκέτι ὁρῶ τοῦτο, ὅπως ἂν... γιγνοίμεθα(“我再也看不出这一门径,即我们究竟如何能成为主人……”)。条件从句 εἰ μὴ ἔσται... 嵌于 ὅπως ἄν 从句内部,表述“除非波斯人拥有属于自己的骑兵”这一前提。
- 4.3.5καὶ δὴ τρεπόμενοι
καὶ δή 搭配分词在此用作习惯表达,带有让步或假设意味(“假定/纵使我们击溃了敌人”)。它与后文的主句潜在希求法 ποίους... δυναίμεθʼ ἂν ἢ λαβεῖν ἢ κατακανεῖν; 相呼应,引出反问:“即便击溃了敌人,我们又怎能俘获或斩杀逃跑的敌军呢?”
- 4.3.8μὴ οὐχὶ τὸ πᾶν διαφέρειν
在自身带有否定词的主句动词(此处为带有否定词 οὐδείς 的 ἀντιγνωμονέω“持异见/反对”)之后,不定词前使用双重否定 μὴ οὐ 的标准文法。整句意为“没有人会反对……(即人人都赞同)”。διαφέρειν 的主语是带冠词的不定词短语 τὸ... γενέσθαι,意为“波斯人拥有自己的骑兵具有决定性的影响”。
