← 色诺芬

居鲁士的教育

§4.2.38-4.2.47

居鲁士劝诫部属顾念盟友并保持克制

居鲁士向军官们发表演说,告诫众人切不可赶在追敌的盟友之前大吃大喝或擅取财物,而应以公正与克制换取盟军的忠诚与长久的福祉;许斯塔斯佩斯及全体军官均表赞同,并派出人员督察给养筹备。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.38

οἱ μὲν δὴ ταῦτʼ ἀκούσαντες πολλῇ σπουδῇ τὰ παρηγγελμένα ἔπραττον· ὁ δὲ συγκαλέσας τοὺς ταξιάρχους ἔλεξε τοιάδε· ἄνδρες φίλοι, γιγνώσκομεν ὅτι νῦν ἔξεστιν ἡμῖν προτέροις τῶν ἀπόντων συμμάχων ἀρίστου τυχεῖν καὶ τοῖς μάλιστα ἐσπουδασμένοις σίτοις καὶ ποτοῖς χρῆσθαι· ἀλλʼ οὔ μοι δοκεῖ τοῦτʼ ἂν τὸ ἄριστον πλέον ὠφελῆσαι ἡμᾶς ἢ τὸ τῶν συμμάχων ἐπιμελεῖς φανῆναι, οὐδʼ ἂν αὕτη ἡ εὐωχία ἰσχυροτέρους τοσοῦτον ποιῆσαι ὅσον εἰ δυναίμεθα τοὺς συμμάχους προθύμους ποιεῖσθαι.

他们听完这些话,便极力敏捷地去执行所传达的命令。居鲁士则召集了百夫长们,对他们说道:“各位朋友,我们清楚,如今我们尽可赶在缺席的同盟军之前享用早饭,尽情享用那些最精美齐备的饮食;但在我看来,用这顿早饭对我们的裨益,绝不会胜过向盟友显出关怀,这顿饱餐使我们获得的强健,也绝比不上我们使盟友心悦诚服时所能获得的力量。

§4.2.39

εἰ δὲ τῶν νυνὶ διωκόντων καὶ κατακαινόντων τοὺς ἡμετέρους πολεμίους καὶ μαχομένων, εἴ τις ἐναντιοῦται, τούτων δόξομεν οὕτως ἀμελεῖν ὥστε καὶ πρὶν εἰδέναι πῶς πράττουσιν ἠριστηκότες φαίνεσθαι, ὅπως μὴ αἰσχροὶ μὲν φανούμεθα, ἀσθενεῖς δʼ ἐσόμεθα συμμάχων ἀποροῦντες.1 τὸ δὲ τῶν κινδυνευόντων καὶ πονούντων ἐπιμεληθῆναι ὅπως εἰσιόντες τὰ ἐπιτήδεια ἕξουσιν, αὕτη ἂν ἡμᾶς ἡ θοίνη πλείω εὐφράνειεν, ὡς ἐγώ φημι, ἢ τὸ παραχρῆμα τῇ γαστρὶ χαρίσασθαι.

若是我们对眼下正追击斩杀仇敌、并在遇有抵抗便奋力作战的人如此漠不关心,以至于在得知他们战况如何之前就已吃毕早饭,我们要当心切不可显出卑劣之态,以致缺乏盟友而沦为软弱。而关照那些历经危难辛劳的人,使他们归来时有供给可用——依我之见,这一盛待所带给我们的欣喜,远胜过立时满足自己的口腹之欲。

§4.2.40

ἐννοήσατε δʼ, ἔφη, ὡς εἰ μηδʼ ἐκείνους αἰσχυντέον ἦν, οὐδʼ ὣς ἡμῖν νῦν προσῆκεν οὔτε πλησμονῆς πω οὔτε μέθης· οὐ γάρ πω διαπέπρακται ἡμῖν ἃ βουλόμεθα, ἀλλʼ αὐτὰ πάντα νῦν ἀκμάζει ἐπιμελείας δεόμενα. ἔχομεν γὰρ ἐν τῷ στρατοπέδῳ πολεμίους πολλαπλασίους ἡμῶν αὐτῶν, καὶ τούτους λελυμένους· οὓς καὶ φυλάττεσθαι ἔτι προσήκει καὶ φυλάττειν, ὅπως ὦσι καὶ οἱ ποιήσοντες ἡμῖν τὰ ἐπιτήδεια· ἔτι δʼ οἱ ἱππεῖς ἡμῖν ἄπεισι, φροντίδα παρέχοντες ποῦ εἰσι· κἂν ἔλθωσιν, εἰ παραμενοῦσιν.

大家还要想一想,”他又说,“即便不必对他们有所顾忌,眼下我们同样绝不该贪图饱食或是沉溺醉乡;因为我们的心愿尚未达成,万事如今皆处于正需精心料理的关键之时。我们在营中面对着数倍于己的敌军,而且他们未受拘禁;为了有人替我们料理给养,我们既当防备他们,又当看守他们。况且我们的骑兵外出未归,使我们挂念他们身在何处,即便归来,又是否会继续留驻。

§4.2.41

ὥστʼ, ὦ ἄνδρες, νῦν μοι δοκεῖ τοιοῦτον σῖτον ἡμᾶς προσφέρεσθαι δεῖν καὶ τοιοῦτον ποτὸν ὁποῖον ἄν τις οἴεται μάλιστα σύμφορον εἶναι πρὸς τὸ μήτε ὕπνου μήτε ἀφροσύνης ἐμπίμπλασθαι.

因此,各位,如今在我看来,我们应当进用任何人皆认为最适宜使人既不昏睡亦不愚钝的那种饮食。

§4.2.42

ἔτι δὲ καὶ χρήματα πολλά ἐστιν ἐν τῷ στρατοπέδῳ, ὧν οὐκ ἀγνοῶ ὅτι δυνατὸν ἡμῖν κοινῶν ὄντων τοῖς συγκατειληφόσι νοσφίσασθαι ὁπόσα ἂν βουλώμεθα· ἀλλʼ οὔ μοι δοκεῖ τὸ λαβεῖν κερδαλεώτερον εἶναι τοῦ δικαίους φαινομένους ἐκείνοις τούτῳ πρίασθαι ἔτι μᾶλλον αὐτοὺς ἢ νῦν ἀσπάζεσθαι ἡμᾶς.2

此外,营中还有大批财物,我深知这些财物虽与协力夺取的人所共有,我们仍可随心所欲取为己有;但在我看来,攫取财物之益,断不如在他们面前展现公正,以此换得他们比现在更加爱戴我们。

§4.2.43

δοκεῖ δέ μοι, ἔφη, καὶ τὸ νεῖμαι τὰ χρήματα, ἐπειδὰν ἔλθωσι, Μήδοις καὶ Ὑρκανίοις καὶ Τιγράνῃ ἐπιτρέψαι· καὶ ἤν τι μεῖον ἡμῖν δάσωνται, κέρδος ἡγεῖσθαι· διὰ γὰρ τὰ κέρδη ἥδιον ἡμῖν παραμενοῦσι.

依我看,”他又说,“在他们归来之后,把分配财物之事委托给米底人、吉尔卡尼亚人和提格兰,也是妥当的;哪怕他们分给我们的少一些,也要视为赢利;因为有了利益,他们才会更乐意留在我们身边。

§4.2.44

τὸ μὲν γὰρ νῦν πλεονεκτῆσαι ὀλιγοχρόνιον ἂν τὸν πλοῦτον ἡμῖν παράσχοι· τὸ δὲ ταῦτα προεμένους ἐκεῖνα κτήσασθαι ὅθεν ὁ πλοῦτος φύεται, τοῦτο, ὡς ἐγὼ δοκῶ, ἀεναώτερον ἡμῖν δύναιτʼ ἂν τὸν ὄλβον καὶ πᾶσι τοῖς ἡμετέροις παρέχειν.

毕竟,眼下贪得无厌只能为我们带来短时的财富;而舍弃眼前的财物以博得滋生财富的源头,依我之见,却能为我们以及我们全体同胞带来更为绵延不绝的福运。

§4.2.45

οἶμαι δʼ, ἔφη, καὶ οἴκοι ἡμᾶς τούτου ἕνεκα ἀσκεῖν καὶ γαστρὸς κρείττους εἶναι καὶ κερδέων ἀκαίρων, ἵνʼ, εἴ ποτε δέοι, δυναίμεθα αὐτοῖς συμφόρως χρῆσθαι· ποῦ δʼ ἂν ἐν μείζοσι τῶν νῦν παρόντων ἐπιδειξαίμεθʼ ἂν τὴν παιδείαν ἐγὼ μὲν οὐχ ὁρῶ. ὁ μὲν οὕτως εἶπε.

我想,”他又说道,“我们在家乡操练克制口腹之欲、抵御非分之利,正是为了这个缘故,以便一旦需要之时能够有益地善用所学;而我们还能在何处、在比当下更重大的事上展现这番教养,我个人实在看不出来。”他如此说道。

§4.2.46

συνεῖπε δʼ αὐτῷ Ὑστάσπας ἀνὴρ Πέρσης τῶν ὁμοτίμων ὧδε· δεινὸν γάρ τἂν εἴη, ὦ Κῦρε, εἰ ἐν θήρᾳ μὲν πολλάκις ἄσιτοι καρτεροῦμεν, ὅπως θηρίον τι ὑποχείριον ποιησώμεθα καὶ μάλα μικροῦ ἴσως ἄξιον· ὄλβον δὲ ὅλον πειρώμενοι θηρᾶν εἰ ἐμποδών τι ποιησαίμεθα γενέσθαι ἡμῖν ἃ τῶν μὲν κακῶν ἀνθρώπων ἄρχει, τοῖς δʼ ἀγαθοῖς πείθεται,3 οὐκ ἂν πρέποντα ἡμῖν δοκοῦμεν ποιεῖν.

波斯同等阶层的显贵许斯塔斯佩斯赞同他的意见,说道:“居鲁士啊,这确实不可思议:倘若我们在狩猎之时常常忍饥挨饿,仅仅为了制伏一只或许极微不足道的野兽;而在力图猎取全盘福泽之时,我们若是容让那些统治下等人却听命于优秀之士的欲望成为自身的绊脚石,我们看起来便绝非在做符合自身身份之事了。”

§4.2.47

ὁ μὲν οὖν Ὑστάσπας οὕτως εἶπεν· οἱ δʼ ἄλλοι πάντες ταῦτα συνῄνουν. ὁ δὲ Κῦρος εἶπεν· ἄγε δή, ἔφη, ἐπειδὴ ὁμονοοῦμεν ταῦτα, πέμψατε ἀπὸ λόχου ἕκαστος πέντε ἄνδρας τῶν σπουδαιοτάτων· οὗτοι δὲ περιιόντες, οὓς μὲν ἂν ὁρῶσι πορσύνοντας τὰ ἐπιτήδεια, ἐπαινούντων· οὓς δʼ ἂν ἀμελοῦντας, κολαζόντων ἀφειδέστερον ἢ ὡς δεσπόται. οὗτοι μὲν δὴ ταῦτα ἐποίουν.

许斯塔斯佩斯这样说过之后,其余众人皆表示赞同。居鲁士于是说道:“来吧,既然我们对此意见一致,就请各连队各派遣五名最为干练之人;让他们四处巡视,若见有人筹备给养便予以褒奖,若见有人玩忽职守,便比主人更为严厉地惩处他们。”众人于是遵命照办。

语法注3 条
  1. 4.2.39ὅπως μὴ αἰσχροὶ μὲν φανούμεθα, ἀσθενεῖς δʼ ἐσόμεθα συμμάχων ἀποροῦντες

    此处为 ὅπως μή 搭配直陈语气将来时(φανούμεθα, ἐσόμεθα)的结构。它承接前方的条件从句(εἰ δὲ... δόξομεν...),主句动词未明写,构成表示防备或警诫的独立句式(相当于省略了 ὅρα 或 ὁρᾶτε,“务须警惕免得……”)。

  2. 4.2.42τοῦ δικαίους φαινομένους ἐκείνοις τούτῳ πρίασθαι ἔτι μᾶλλον αὐτοὺς ἢ νῦν ἀσπάζεσθαι ἡμᾶς

    带定冠词属格的不定式 τοῦ... πρίασθαι 作为比较级 κερδαλεώτερον 的比较对象。τούτῳ 为手段/工具与格,指代分词短语 δικαίους φαινομένους(“向他们显出公正”)。πρίασθαι 的宾语兼作不定式 ἀσπάζεσθαι 的宾格主语 αὐτούς,整体构成“以此收买/赢得他们比现在更爱戴我们”之意。

  3. 4.2.46ἃ τῶν μὲν κακῶν ἀνθρώπων ἄρχει, τοῖς δʼ ἀγαθοῖς πείθεται

    关系代词 ἃ 为无先行词的中性复数宾格,实质上泛指肉体欲望及贪念等。在关系从句内部,并列的两个动词支配不同的格:ἄρχει 支配属格(τῶν κακῶν ἀνθρώπων),而 πείθεται 支配与格(τοῖς ἀγαθοῖς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.2.38-4.2.47