← 色诺芬

居鲁士的教育

§4.2.28-4.2.37

敌军溃败与居鲁士筹措军粮

天明时分,敌营陷入混乱全线溃败,多位国王或逃或亡。居鲁士控制了敌营并焚毁缴获的武器,随后召集各营帐的管事人,令他们为主力部队备下双倍的饮食给养。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.28

τῶν δὲ πολεμίων,1 ἐπεὶ φῶς ἐγένετο, οἱ μὲν ἐθαύμαζον τὰ ὁρώμενα, οἱ δʼ ἐγίγνωσκον ἤδη, οἱ δʼ ἤγγελλον, οἱ δʼ ἐβόων, οἱ δʼ ἔλυον ἵππους, οἱ δὲ συνεσκευάζοντο, οἱ δʼ ἐρρίπτουν τὰ ὅπλα ἀπὸ τῶν ὑποζυγίων, οἱ δʼ ὡπλίζοντο, οἱ δʼ ἀνεπήδων ἐπὶ τοὺς ἵππους, οἱ δʼ ἐχαλίνουν, οἱ δὲ τὰς γυναῖκας ἀνεβίβαζον ἐπὶ τὰ ὀχήματα, οἱ δὲ τὰ πλείστου ἄξια ἐλάμβανον ὡς διασωσόμενοι, οἱ δὲ κατορύττοντες τὰ τοιαῦτα ἡλίσκοντο, οἱ δὲ πλεῖστοι ἐς φυγὴν ὥρμων· οἴεσθαι δὲ δεῖ καὶ ἄλλα πολλά τε καὶ παντοδαπὰ ποιεῖν αὐτούς, πλὴν ἐμάχετο οὐδείς, ἀλλʼ ἀμαχητὶ ἀπώλλυντο.

天亮时分,敌军之中,有的人对眼前的景象惊诧不已,有的人已经明了真相,有的人四处报信,有的人大声喊叫,有的人解开战马,有的人收拾行装,有的人从驮兽身上抛下武器,有的人披挂武装,有的人跃上马背,有的人套上马辔,有的人把妇人们扶上车辆,有的人抓起最值钱的财物企图带走保全,有的人正埋藏此类财物时当场被俘,而绝大多数人则纷纷落荒而逃;可以想见,他们当时还在做着许许多多各种各样的事情,唯独没有一个人抵抗,只是不战而亡。

§4.2.29

Κροῖσος δὲ ὁ Λυδῶν βασιλεύς, ὡς θέρος ἦν, τάς τε γυναῖκας ἐν ταῖς ἁρμαμάξαις προαπεπέμψατο τῆς νυκτός, ὡς ἂν ῥᾷον πορεύοιντο κατὰ ψῦχος, καὶ αὐτὸς ἔχων τοὺς ἱππέας ἐπηκολούθει.

吕底亚国王克洛伊索斯由于正值夏季,已在夜间将妇人们安置在有篷马车中先行派出,以便在凉爽时走得更轻松些,他自己则率领骑兵在后跟随。

§4.2.30

καὶ τὸν Φρύγα τὰ αὐτὰ ποιῆσαί φασι τὸν τῆς παρʼ Ἑλλήσποντον ἄρχοντα Φρυγίας. ὡς δὲ παρῄσθοντο τῶν φευγόντων καὶ καταλαμβανόντων αὐτούς, πυθόμενοι τὸ γιγνόμενον ἔφευγον δὴ καὶ αὐτοὶ ἀνὰ κράτος.

据说赫勒斯滂一带的弗里吉亚统治者弗里吉亚人也采取了同样的举措。然而,当他们察觉到那些逃难并追赶上他们的人,打听到发生了何事后,他们自己也竭尽全力飞速逃窜。

§4.2.31

τὸν δὲ τῶν Καππαδοκῶν βασιλέα καὶ τὸν τῶν Ἀραβίων ἔτι ἐγγὺς ὄντας καὶ ὑποστάντας ἀθωρακίστους κατακαίνουσιν οἱ Ὑρκάνιοι. τὸ δὲ πλεῖστον ἦν τῶν ἀποθανόντων Ἀσσυρίων καὶ Ἀραβίων· ἐν γὰρ τῇ αὑτῶν ὄντες χώρᾳ ἀσυντονώτατα πρὸς τὴν πορείαν εἶχον.

至于卡帕多西亚国王与阿拉伯国王,因尚在附近且未披胸甲便试图抵抗,被吉尔卡尼亚人当场斩杀。死者中最多的是亚述人和阿拉伯人;因为他们身处本国境内,对行军防备最为松懈。

§4.2.32

οἱ μὲν δὴ Μῆδοι καὶ Ὑρκάνιοι, οἷα δὴ εἰκὸς κρατοῦντας, τοιαῦτα ἐποίουν διώκοντες. ὁ δὲ Κῦρος τοὺς παρʼ ἑαυτῷ ἱππέας καταλειφθέντας περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ εἴ τινας σὺν ὅπλοις ἴδοιεν ἐξιόντας, κατακαίνειν· τοῖς δʼ ὑπομένουσιν ἐκήρυξεν, ὁπόσοι τῶν πολεμίων στρατιωτῶν ἦσαν ἱππεῖς ἢ πελτασταὶ ἢ τοξόται, ἀποφέρειν τὰ ὅπλα συνδεδεμένα, τοὺς δὲ ἵππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· ὅστις δὲ ταῦτα μὴ ποιήσοι, αὐτίκα τῆς κεφαλῆς στερήσεσθαι·2 τὰς δὲ κοπίδας προχείρους ἔχοντες ἐν τάξει περιέστασαν.

米底人和吉尔卡尼亚人正如胜利者理所当然的那样,在追击中立下了这般战功。居鲁士则命令留在自己身边的骑兵巡视敌营四周,若是看见有人持械走出,便予以斩杀;而对留在营内的人,他传令宣布:敌军士兵中凡是骑兵、轻盾兵或弓箭手,都要把武器捆绑整齐后缴出来,把马匹留在各自帐篷处;凡有不遵命者,立斩不赦;波斯士兵手握弯刀,列成阵队环卫在旁。

§4.2.33

οἱ μὲν δὴ τὰ ὅπλα ἔχοντες ἐρρίπτουν, ἀποφέροντες εἰς ἓν χωρίον ὅποι ἐκέλευε· καὶ ταῦτα μὲν οἷς ἐπέταξεν ἔκαιον.

持有武器的人将武器运到居鲁士指定的同一地点抛下;居鲁士所指派的人则将这些武器焚毁。

§4.2.34

ὁ δὲ Κῦρος ἐνενόησεν ὅτι ἦλθον μὲν οὔτε σῖτα οὔτε ποτὰ ἔχοντες, ἄνευ δὲ τούτων οὔτε στρατεύεσθαι δυνατὸν οὔτʼ ἄλλο ποιεῖν οὐδέν. σκοπῶν δʼ ὅπως ἂν κάλλιστα καὶ τάχιστα ταῦτα γένοιτο, ἐνθυμεῖται ὅτι ἀνάγκη πᾶσι τοῖς στρατευομένοις εἶναί τινα ὅτῳ καὶ σκηνῆς μελήσει καὶ ὅπως τὰ ἐπιτήδεια παρεσκευασμένα τοῖς στρατιώταις εἰσιοῦσιν ἔσται.

居鲁士考虑到,己方来时既未带粮食也未带水饮,而没有这些就既无法行军打仗,也无法进行任何其他行动。在思考如何能最好且最快地解决给养时,他想到:凡征战的军队,必然有人负责打理帐篷,并确保士兵归来时已有备妥的给养。

§4.2.35

καὶ τοίνυν ἔγνω ὅτι τούτους εἰκὸς μάλιστα πάντων ἐν τῷ στρατοπέδῳ νῦν κατειλῆφθαι διὰ τὸ ἀμφὶ συσκευασίαν ἔχειν· ἐκήρυξε δὴ παρεῖναι τοὺς ἐπιτρόπους πάντας· εἰ δέ που μὴ εἴη ἐπίτροπος, τὸν πρεσβύτατον ἀπὸ σκηνῆς· τῷ δὲ ἀπειθοῦντι πάντα τὰ χαλεπὰ ἀνεῖπεν. οἱ δὲ ὁρῶντες καὶ τοὺς δεσπότας πειθομένους ταχὺ ἐπείθοντο.

于是他断定,正是这些人如今最有可能在营地中被俘,因为他们正忙于收拾行装。因此他下令传唤所有的管事人到场;若是某处没有管事人,便由各帐篷最年长的人前来到会;对胆敢违令者宣布施以一切重惩。他们看见连主人们都已服从命令,便迅速顺服前去。

§4.2.36

ἐπεὶ δὲ παρεγένοντο, πρῶτον μὲν ἐκέλευε καθίζεσθαι αὐτῶν ὅσοις ἐστὶ πλέον ἢ δυοῖν μηνοῖν ἐν τῇ σκηνῇ τὰ ἐπιτήδεια. ἐπεὶ δὲ τούτους εἶδεν, αὖθις ἐκέλευσεν ὅσοις μηνὸς ἦν· ἐν τούτῳ σχεδὸν πάντες ἐκαθίζοντο.

待他们到齐后,居鲁士首先命令其中帐内存粮备用超过两个月的人坐下。看过这些人后,他又命存粮有一个月的人坐下;此时几乎所有的人都坐下了。

§4.2.37

ἐπεὶ δὲ ταῦτα ἔμαθεν, εἶπεν ὧδε αὐτοῖς· ἄγετέ νυν, ἔφη, ὦ ἄνδρες, οἵ τινες ὑμῶν τὰ μὲν κακὰ μισεῖτε, μαλακοῦ δέ τινος παρʼ ἡμῶν βούλοισθʼ ἂν τυγχάνειν, ἐπιμελήθητε προθύμως ὅπως διπλάσια ἐν τῇ σκηνῇ ἑκάστῃ σῖτα καὶ ποτὰ παρεσκευασμένα ᾖ ἢ τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις καθʼ ἡμέραν ἐποιεῖτε· καὶ τἆλλα δὲ πάντα ὁπόσα καλὴν δαῖτα παρέξει ἕτοιμα ποιεῖτε, ὡς αὐτίκα μάλα παρέσονται ὁπότεροι ἂν κρατῶσι,3 καὶ ἀξιώσουσιν ἔκπλεω ἔχειν πάντα τὰ ἐπιτήδεια. εὖ οὖν ἴστε ὅτι συμφέροι ἂν ὑμῖν ἀμέμπτως δέχεσθαι τοὺς ἄνδρας.

弄清这情况后,他对他们说道:“来吧,各位,你们当中凡是痛恨遭受苦难、希望能从我们这里得到宽厚对待的人,都要竭力照料,使每个帐篷里准备的饮食比你们平日为主人和仆役们准备的增加一倍;其余凡能提供丰美筵席的一切东西也都要齐备,因为无论哪一方获胜,都将片刻即至,并且期望得到一切充足的供给。因此你们要清楚,无可挑剔地招待这些勇士,对你们自己是最有益的。”

语法注3 条
  1. 4.2.28τῶν δὲ πολεμίων

    置于句首的表示整体的属格,充当后文并列主语群(οἱ μὲν ... οἱ δὲ ...)的统括范围。

  2. 4.2.32ὅστις δὲ ταῦτα μὴ ποιήσοι, αὐτίκα τῆς κεφαλῆς στερήσεσθαι

    间接引语中依赖过去时主动词(ἐκήρυξεν)的将来条件句。条件从句中的斜格祈愿式 ποιήσοι 在直接引语中为带 ἄν 的虚拟式(ὅστις ἂν μὴ ποιήσῃ),归结从句中的中动将来不定式 στερήσεσθαι 具有被动态含义(相当于直接引语的 στερήσεται,意为“将被处死”)。

  3. 4.2.37ὁπότεροι ἂν κρατῶσι

    不定关系代词 ὁπότερος(两者中的任一方)与 ἄν 及虚拟式连用构成的普遍条件从句,意为“不论哪一方获胜”。居鲁士对敌方仆役使用这种表面中立的措辞,旨在促使他们为了切身利益而顺从服役。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.2.28-4.2.37