← 色诺芬

居鲁士的教育

§4.2.19-4.2.27

居鲁士训示联军与严禁劫掠

居鲁士与吉尔卡尼亚部队会合后探明了敌营的距离,向全军训示突袭要领、保持阵型、彻底追击以及严禁劫掠等纪律,随后率军挺进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.19

ὁ μὲν τοιαῦτα παρήγγειλεν. οἱ δὲ Ὑρκάνιοι ἀκούσαντες τῶν ἀγγέλων ἥσθησάν τε καὶ ἀναπηδήσαντες ἐπὶ τοὺς ἵππους παρῆσαν τὰς δεξιάς, ὥσπερ εἴρητο, προτείνοντες· οἱ δὲ Μῆδοι καὶ Πέρσαι ἀντεδεξιοῦντό τε αὐτοὺς καὶ ἐθάρρυνον.

居鲁士下达了这些指令。吉尔卡尼亚人听了使者的话满心欢喜,跃上马背,依照吩咐伸出右手前来进行会合;米底人和波斯人也伸出右手与他们相握,并予以抚慰勉励。

§4.2.20

ἐκ τούτου δὴ ὁ Κῦρος λέγει· ἡμεῖς μὲν δή, ὦ Ὑρκάνιοι, ἤδη ὑμῖν πιστεύομεν· καὶ ὑμᾶς δὲ χρὴ πρὸς ἡμᾶς οὕτως ἔχειν. τοῦτο δʼ, ἔφη, πρῶτον ἡμῖν εἴπατε πόσον ἀπέχει ἐνθένδε ἔνθα αἱ ἀρχαί εἰσι τῶν πολεμίων καὶ τὸ ἁθρόον αὐτῶν. οἱ δʼ ἀπεκρίναντο ὅτι ὀλίγῳ πλέον ἢ παρασάγγην.

接着居鲁士说道:“吉尔卡尼亚人啊,我们如今已经信任你们,你们对我们也理当如此。但请你们先告诉我等:从这里到敌军将领及其主力聚集之地有多远?”他们回答说,比一帕拉桑略远一些。

§4.2.21

ἐνταῦθα δὴ λέγει ὁ Κῦρος· ἄγετε δή, ἔφη, ὦ ἄνδρες Πέρσαι καὶ Μῆδοι καὶ ὑμεῖς ὦ Ὑρκάνιοι, ἤδη γὰρ καὶ πρὸς ὑμᾶς ὡς πρὸς συμμάχους καὶ κοινωνοὺς διαλέγομαι, εὖ χρὴ εἰδέναι νῦν ὅτι ἐν τοιούτῳ ἐσμὲν ἔνθα δὴ μαλακισάμενοι μὲν πάντων ἂν τῶν χαλεπωτάτων τύχοιμεν· ἴσασι γὰρ οἱ πολέμιοι ἐφʼ ἃ ἥκομεν· ἢν δὲ τὸ καρτερὸν ἐμβαλόμενοι ἴωμεν ῥώμῃ καὶ θυμῷ ἐπὶ τοὺς πολεμίους, αὐτίκα μάλʼ ὄψεσθε ὥσπερ δούλων ἀποδιδρασκόντων ηὑρημένων τοὺς μὲν ἱκετεύοντας αὐτῶν, τοὺς δὲ φεύγοντας, τοὺς δʼ οὐδὲ ταῦτα φρονεῖν δυναμένους. ἡττημένοι τε γὰρ ὄψονται ἡμᾶς1 καὶ οὔτε οἰόμενοι ἥξειν οὔτε συντεταγμένοι οὔτε μάχεσθαι παρεσκευασμένοι κατειλημμένοι ἔσονται.

于是居鲁士说:“来吧,波斯与米底的将士们,还有你们吉尔卡尼亚人——因为我现在也是作为同盟和伙伴同你们讲话——你们此刻必须深知,我们正处在这样的境地:若是示弱退缩,我们便会遭遇最严酷的命运;因为敌人知道我们为何而来。但若我们披上坚韧,以勇气和热忱向敌人发起进攻,你们立时就会看到,正如逃跑的奴隶被捉拿住一般,他们中有的人跪地哀求,有的人四散奔逃,有的人甚至吓得不知所措。因为当他们看见我们时,他们早已心胆俱裂,既未料到我们会来,未列好阵势,亦未做好战斗准备,便会被我们突袭打垮。

§4.2.22

εἰ οὖν ἡδέως βουλόμεθα καὶ δειπνῆσαι καὶ νυκτερεῦσαι καὶ βιοτεύειν τὸ ἀπὸ τοῦδε, μὴ δῶμεν τούτοις σχολὴν μήτε βουλεύσασθαι μήτε παρασκευάσασθαι ἀγαθὸν αὑτοῖς μηδέν, μηδὲ γνῶναι πάμπαν ὅτι ἄνθρωποί ἐσμεν, ἀλλὰ γέρρα καὶ κοπίδας καὶ σαγάρεις ἅπαντα καὶ πληγὰς ἥκειν νομιζόντων.2

因此,如果我们希望今后能愉快地进餐、过夜并安度岁月,就绝不可给他们片刻闲暇去商议,也不给他们准备任何自卫手段的机会,甚至完全不让他们意识到我们是人类,而让他们以为涌来的全都是柳条盾、弯刀、战斧以及无穷无尽的打击。

§4.2.23

καὶ ὑμεῖς μέν, ἔφη, ὦ Ὑρκάνιοι, ὑμᾶς αὐτοὺς προπετάσαντες ἡμῶν πορεύεσθε ἔμπροσθεν, ὅπως τῶν ὑμετέρων ὅπλων ὁρωμένων λανθάνωμεν ὅτι πλεῖστον χρόνον. ἐπειδὰν δʼ ἐγὼ πρὸς τῷ στρατεύματι γένωμαι τῶν πολεμίων, παρʼ ἐμοὶ μὲν καταλίπετε ἕκαστοι τάξιν ἱππέων, ὡς, ἄν τι δέῃ, χρῶμαι μένων παρὰ τὸ στρατόπεδον.

吉尔卡尼亚人啊,”他说,“你们要在我们前方展开作为掩护行军,以便在你们的武器暴露时,我们能尽可能长时间地隐蔽行踪。一旦我率军接近敌营,你们各部要在我的身边留下一队骑兵,以便如有需要,我留驻阵旁时可以使用他们。

§4.2.24

ὑμῶν δὲ οἱ μὲν ἄρχοντες καὶ οἱ πρεσβύτεροι ἐν τάξει ἁθρόοι ἐλαύνετε, εἰ σωφρονεῖτε, ἵνα μήποτε ἁθρόῳ τινὶ ἐντυχόντες ἀποβιασθῆτε, τοὺς δὲ νεωτέρους ἀφίετε διώκειν· οὗτοι δὲ κατακαινόντων· τοῦτο γὰρ ἀσφαλέστατον νῦν ὡς ἐλαχίστους τῶν πολεμίων λιπεῖν.

你们军中的将领和长者,若识大体,便应保持严整的密集阵型行进,免得遭遇敌方密集部队时被击溃退缩;而让年轻人前去追击并予以斩杀;因为眼下最稳妥的做法,就是尽量少留下敌人。

§4.2.25

ἢν δὲ νικῶμεν, ἔφη, ὃ πολλοῖς δὴ κρατοῦσι τὴν τύχην ἀνέτρεψε,3 φυλάξασθαι δεῖ τὸ ἐφʼ ἁρπαγὴν τραπέσθαι· ὡς ὁ τοῦτο ποιῶν οὐκέτʼ ἀνήρ ἐστιν, ἀλλὰ σκευοφόρος· καὶ ἔξεστι τῷ βουλομένῳ χρῆσθαι ἤδη τούτῳ ὡς ἀνδραπόδῳ.

如果我们获胜,”他说,“就必须严防贪图劫掠,这往往正是许多征服者命运逆转的根源;因为这样做的人不再是战士,而成了辎重脚夫,任何人只要愿意,都可以把他当作奴隶来对待。

§4.2.26

ἐκεῖνο δὲ χρὴ γνῶναι ὅτι οὐδέν ἐστι κερδαλεώτερον τοῦ νικᾶν· ὁ γὰρ κρατῶν ἅμα πάντα συνήρπακε, καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας καὶ τὰ χρήματα καὶ πᾶσαν τὴν χώραν. πρὸς ταῦτα τοῦτο μόνον ὁρᾶτε ὅπως τὴν νίκην διασῳζώμεθα· ἐὰν γὰρ κρατηθῇ, καὶ αὐτὸς ὁ ἁρπάζων ἔχεται. καὶ τοῦτο ἅμα διώκοντες μέμνησθε, ἥκειν πάλιν ὡς ἐμὲ ἔτι φάους ὄντος· ὡς σκότους γενομένου οὐδένα ἔτι προσδεξόμεθα.

必须明白,没有什么比胜利带来更大的利益;因为胜者同时夺取了一切:男子、妇女、财富以及整个国土。鉴于此,你们只需专注于确保胜利;因为一旦战败,劫掠者自己也会沦为俘虏。追击时也请牢记一点:务必趁着尚有天光时回到我身边;因为一旦天黑,我们将不再接纳任何人。”

§4.2.27

ταῦτʼ εἰπὼν ἀπέπεμπεν εἰς τὰς τάξεις ἑκάστους καὶ ἐκέλευεν ἅμα πορευομένους τοῖς αὑτοῦ ἕκαστον δεκαδάρχοις τὰ αὐτὰ σημαίνειν· ἐν μετώπῳ γὰρ ἦσαν οἱ δεκάδαρχοι, ὥστε ἀκούειν· τοὺς δὲ δεκαδάρχους τῇ δεκάδι ἕκαστον κελεύειν παραγγέλλειν. ἐκ τούτου προηγοῦντο μὲν οἱ Ὑρκάνιοι, αὐτὸς δὲ τὸ μέσον ἔχων σὺν τοῖς Πέρσαις ἐπορεύετο· τοὺς δὲ ἱππέας ἑκατέρωθεν, ὥσπερ εἰκός, παρέταξε.

说完这些,他便派众人回到各自队伍中,并命令他们在行军时各自向自己的十夫长传达同样的号令——因为十夫长身处前沿,足以听清;并命十夫长各自向自己的十人队传达命令。随后,吉尔卡尼亚人走在前面引路,居鲁士本人则率领波斯人居中挺进,骑兵按常规列于两翼。

语法注3 条
  1. 4.2.21ἡττημένοι τε γὰρ ὄψονται ἡμᾶς

    完成时被动分词 ἡττημένοι(主格复数阳性)与动词 ὄψονται 的未表达主语(敌人)相一致,而非修饰宾语 ἡμᾶς(宾格)。意为“敌人将在自身气势已溃败的状态下看到我们”。随后的迂说被动将来时 κατειλημμένοι ἔσονται 以及与之并列的分词(οἰόμενοι、συντεταγμένοι、παρεσκευασμένοι)均保持以敌人为主语的主格结构一致。

  2. 4.2.22ἀλλὰ γέρρα καὶ κοπίδας καὶ σαγάρεις ἅπαντα καὶ πληγὰς ἥκειν νομιζόντων

    νομιζόντων 是现在时主动语态第三人称复数祈使句(-ντων 词尾),意为“让他们(敌人)认为……”。不定式 ἥκειν(到来)的逻辑主语为一系列宾格名词(γέρρα、κοπίδας、σαγάρεις、πληγάς),中性复数宾格 ἅπαντα 则作同位语或副词性修饰,总括并强化“全然只是……袭来”之意。

  3. 4.2.25ὃ πολλοῖς δὴ κρατοῦσι τὴν τύχην ἀνέτρεψε

    中性关系代名词 ὅ 具有先行动词短语的前取(prolepsis)用法,指代后文的名词化不定式短语 τὸ ἐφʼ ἁρπαγὴν τραπέσθαι(转向劫掠)。分词 κρατοῦσι 为不利与格,依附于动词 ἀνέτρεψε(颠覆),意即“这曾断送过许多胜利者的命运”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.2.19-4.2.27