← 色诺芬

居鲁士的教育

§4.2.11-4.2.18

居鲁士夜行疾进并接近吉尔卡尼亚军

居鲁士率领米底人等出征,不等吉尔卡尼亚人的人质便毅然进军,在天兆指引下夜行疾驰,于拂晓前抵达吉尔卡尼亚军附近。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.11

οὕτω δὴ ἐξῆλθον σχεδὸν ἅπαντες καὶ οἱ Μῆδοι πλὴν ὅσοι σὺν Κυαξάρῃ ἔτυχον σκηνοῦντες· οὗτοι δὲ κατέμενον καὶ οἱ τούτων ὑπήκοοι. οἱ δʼ ἄλλοι πάντες φαιδρῶς καὶ προθύμως ἐξωρμῶντο, ἅτε οὐκ ἀνάγκῃ ἀλλʼ ἐθελούσιοι καὶ χάριτος ἕνεκα ἐξιόντες.

就这样,几乎所有的米底人也都出征了,只有那些恰好与基亚克萨雷斯同营帐的人除外;这些人和他们的下属留了下来。其余所有人都欢欣鼓舞、意气风发地出发了,因为他们出征并非出于强迫,而是自愿并且为了报答恩情。

§4.2.12

ἐπεὶ δʼ ἔξω ἦσαν, πρῶτον μὲν πρὸς τοὺς Μήδους ἐλθὼν ἐπῄνεσέ τε αὐτοὺς καὶ ἐπηύξατο μάλιστα μὲν θεοὺς αὐτοῖς ἵλεως ἡγεῖσθαι καὶ σφίσιν, ἔπειτα δὲ καὶ αὐτὸς δυνασθῆναι χάριν αὐτοῖς ταύτης τῆς προθυμίας ἀποδοῦναι. τέλος δʼ εἶπεν ὅτι ἡγήσοιντο μὲν αὐτοῖς οἱ πεζοί, ἐκείνους δʼ ἕπεσθαι σὺν τοῖς ἵπποις ἐκέλευσε· καὶ ὅπου ἂν ἀναπαύωνται ἢ ἐπίσχωσι τῆς πορείας, ἐνετείλατο αὐτοῖς πρὸς αὑτὸν παρελαύνειν τινάς, ἵνα εἰδῶσι τὸ ἀεὶ καίριον.

当他们来到营外时,居鲁士首先来到米底人面前称赞了他们,并祈求诸神首先施恩引领他们双方,其次使他自己能够报答他们这番热情。最后他表示步兵将为他们开道,并吩咐他们率领骑兵尾随;并且无论在何处休息或暂停行军,他都吩咐他们派遣几名骑兵驰至他身边,以便随时通晓适宜的机宜。

§4.2.13

ἐκ τούτου ἡγεῖσθαι ἐκέλευε τοὺς Ὑρκανίους. καὶ οἳ ἠρώτων τί δέ; οὐκ ἀναμενεῖς, ἔφασαν, τοὺς ὁμήρους ἕως ἂν ἀγάγωμεν, ἵνα ἔχων καὶ σὺ τὰ πιστὰ παρʼ ἡμῶν πορεύῃ; καὶ τὸν ἀποκρίνασθαι λέγεται· ἐννοῶ γάρ, φάναι, ὅτι ἔχομεν τὰ πιστὰ ἐν ταῖς ἡμετέραις ψυχαῖς καὶ ταῖς ἡμετέραις χερσίν. οὕτω γὰρ δοκοῦμεν παρεσκευάσθαι ὡς ἢν μὲν ἀληθεύητε, ἱκανοὶ εἶναι ἡμᾶς εὖ ποιεῖν·1 ἢν δὲ ἐξαπατᾶτε, οὕτω νομίζομεν ἔχειν ὡς οὐχ ἡμᾶς ἐφʼ ὑμῖν ἔσεσθαι, ἀλλὰ μᾶλλον, ἢν οἱ θεοὶ θέλωσιν, ὑμᾶς ἐφʼ ἡμῖν γενήσεσθαι. καὶ μέντοι, ἔφη, ὦ Ὑρκάνιοι, ἐπείπερ φατὲ ὑστάτους ἕπεσθαι τοὺς ὑμετέρους, ἐπειδὰν ἴδητε αὐτούς, σημήνατε ἡμῖν ὅτι οἱ ὑμέτεροί εἰσιν, ἵνα φειδώμεθα αὐτῶν.

随后,他命令吉尔卡尼亚人引路。他们问道:“怎么?难道您不等我们带来人质,使您也能带着我们给予的誓证进军吗?”据说居鲁士回答道:“因为我认为,我们的信誓就掌握在我们自己的心灵与双手之中。我们深信自身已作好如此准备:若你们所言属实,我们便足以善待你们;但若你们欺骗我们,我们认为情势将是:我们绝不会任由你们摆布,相反,若蒙神明垂顾,你们将任由我们处置。不过,”他说,“吉尔卡尼亚人啊,既然你们说你们的同胞跟随在最后,一旦见到他们,便请向我们发出信号说明那是你们的族人,免得我们伤害他们。”

§4.2.14

ἀκούσαντες δὲ ταῦτα οἱ Ὑρκάνιοι τὴν μὲν ὁδὸν ἡγοῦντο ὥσπερ ἐκέλευε, τὴν δὲ ῥώμην τῆς ψυχῆς ἐθαύμαζον· καὶ οὔτε Ἀσσυρίους οὔτε Λυδοὺς οὔτε τοὺς συμμάχους αὐτῶν ἐφοβοῦντο, ἀλλὰ μὴ παντάπασιν ὁ Κῦρος μικράν τινα αὐτῶν οἴοιτο ῥοπὴν εἶναι2 καὶ προσόντων καὶ ἀπόντων.

吉尔卡尼亚人听了这话,便依令在前面带路,但心中对他的气魄惊叹不已;他们既不怕亚述人,也不怕吕底亚人及其盟军,唯独担心居鲁士会认为无论他们是否加入都完全无足轻重。

§4.2.15

πορευομένων δὲ ἐπεὶ νὺξ ἐπεγένετο, λέγεται φῶς τῷ Κύρῳ καὶ τῷ στρατεύματι ἐκ τοῦ οὐρανοῦ προφανὲς γενέσθαι, ὥστε πᾶσι μὲν φρίκην ἐγγίγνεσθαι πρὸς τὸ θεῖον, θάρρος δὲ πρὸς τοὺς πολεμίους. ὡς δʼ εὔζωνοί τε καὶ ταχὺ ἐπορεύοντο, εἰκότως πολλήν τε ὁδὸν διήνυσαν καὶ ἅμα κνέφᾳ πλησίον γίγνονται τοῦ τῶν Ὑρκανίων στρατεύματος.

在他们行军之中,夜幕降临,据说天空中显现出一道光芒照耀着居鲁士和他的军队,以致所有人都对神灵心生敬畏,而对敌人倍添勇气。由于他们轻装疾行,自然走过了很长的路程,并在拂晓微明时接近了吉尔卡尼亚人的军队。

§4.2.16

ὡς δʼ ἔγνωσαν οἱ ἄγγελοι, καὶ τῷ Κύρῳ λέγουσιν ὅτι οὗτοί εἰσιν οἱ σφέτεροι· τῷ τε γὰρ ὑστάτους εἶναι γιγνώσκειν ἔφασαν καὶ τῷ πλήθει τῶν πυρῶν·

当使者们辨认出来后,便告诉居鲁士那正是他们的族人;因为他们说,从处于队伍末尾和篝火的数量便能认出来。

§4.2.17

ἐκ τούτου πέμπει τὸν ἕτερον αὐτῶν πρὸς αὐτούς, προστάξας λέγειν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας· συμπέμπει δέ τινα καὶ τῶν σὺν ἑαυτῷ καὶ λέγειν ἐκέλευσε τοῖς Ὑρκανίοις ὅτι ὡς ἂν ὁρῶσιν αὐτοὺς προσφερομένους, οὕτω καὶ αὐτοὶ ποιήσουσιν. οὕτω δὴ ὁ μὲν μένει τῶν ἀγγέλων παρὰ τῷ Κύρῳ, ὁ δὲ προσελαύνει πρὸς τοὺς Ὑρκανίους.

于是居鲁士派使者中的一人前去,命他传话:若是朋友,就尽快举起右手前来相迎;他又派出自己的一名随从一同前往,并吩咐告知吉尔卡尼亚人,见他们如何相待,自己一方也将如何行事。就这样,使者中一人留在居鲁士身边,另一人则驰向吉尔卡尼亚人。

§4.2.18

ἐν ᾧ δʼ ἐσκόπει τοὺς Ὑρκανίους ὁ Κῦρος ὅ τι ποιήσουσιν,3 ἐπέστησε τὸ στράτευμα· παρελαύνουσι δὲ πρὸς αὐτὸν οἱ τῶν Μήδων προεστηκότες καὶ ὁ Τιγράνης καὶ ἐπερωτῶσι τί δεῖ ποιεῖν. ὁ δὲ λέγει αὐτοῖς ὅτι τοῦτʼ ἔστι τὸ πλησίον Ὑρκανίων στράτευμα καὶ οἴχεται ὁ ἕτερος τῶν ἀγγέλων πρὸς αὐτοὺς καὶ τῶν ἡμετέρων τις σὺν αὐτῷ, ἐροῦντες, εἰ φίλοι εἰσίν, ὑπαντιάζειν τὰς δεξιὰς ἀνατείναντας πάντας. ἢν μὲν οὖν οὕτω ποιῶσι, δεξιοῦσθέ τε αὐτοὺς καθʼ ὃν ἂν ᾖ ἕκαστος καὶ ἅμα θαρρύνετε· ἢν δὲ ὅπλα αἴρωνται ἢ φεύγειν ἐπιχειρῶσι, τούτων, ἔφη, εὐθὺς δεῖ πρώτων πειρᾶσθαι μηδένα λιπεῖν.

居鲁士观察吉尔卡尼亚人将有何举动时,让大军停驻下来;米底人的将领们和提格兰策马来到他跟前,询问该当如何。居鲁士对他们说:“附近那支队伍便是吉尔卡尼亚军队,两名使者中的另一人已同我们的一位随从前去传话:若是朋友,便全军举起右手前来相迎。因此,若他们这般行事,便按各自相对的位置与他们握手致意,同时安抚鼓励他们;但若他们拿起武器或企图逃跑,那就必须立刻力求首先不让这些人中的任何一个漏网。”

语法注3 条
  1. 4.2.13ἱκανοὶ εἶναι ἡμᾶς εὖ ποιεῖν

    在由 ὡς 引导表示结果的不定式结构中,ἱκανοί 采用主格与主句动词 δοκοῦμεν 所暗含的主语(指居鲁士一方,即“我们”)保持一致,充当表语;而 ὑμᾶς(底本误植为 ἡμᾶς)则是不定式 εὖ ποιεῖν 的宾格宾语,意为“有能力善待你们”。

  2. 4.2.14ἀλλὰ μὴ παντάπασιν ὁ Κῦρος μικράν τινα αὐτῶν οἴοιτο ῥοπὴν εἶναι

    接在否定句 οὔτε... οὔτε... ἐφοβοῦντο(“既不怕……也不怕……”)之后,ἀλλά 承接了省略的惧怕动词,引出带有 μή 的惧怕从句(“而是唯恐居鲁士认为……”)。在历史时态的从属从句中使用了祈愿语气 οἴοιτο。

  3. 4.2.18ἐν ᾧ δʼ ἐσκόπει τοὺς Ὑρκανίους ὁ Κῦρος ὅ τι ποιήσουσιν

    此处为先取构词法(prolepsis/预提构文),间接疑问从句 ὅ τι ποιήσουσιν 的逻辑主语 τοὺς Ὑρκανίους 被提前作为支配动词 ἐσκόπει 的宾格直接宾语,意为“当居鲁士观察吉尔卡尼亚人将做何事时”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.2.11-4.2.18