- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.2.1-4.2.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士筹备追击之际,亚述属部吉尔卡尼亚人派使者前来提议倒戈并充当向导;居鲁士与他们互换盟誓,随即率领波斯全军及自愿追随的米底军队出征。
πράττοντος δὲ τοῦ Κύρου ταῦτα θείως πως ἀφικνοῦνται ἀπὸ Ὑρκανίων ἄγγελοι. οἱ δὲ Ὑρκάνιοι ὅμοροι μὲν τῶν Ἀσσυρίων εἰσίν, ἔθνος δʼ οὐ πολύ, διὸ καὶ ὑπήκοοι ἦσαν τῶν Ἀσσυρίων· εὔιπποι δὲ καὶ τότε ἐδόκουν εἶναι καὶ νῦν ἔτι δοκοῦσιν· διὸ καὶ ἐχρῶντο αὐτοῖς οἱ Ἀσσύριοι ὥσπερ καὶ οἱ Λακεδαιμόνιοι τοῖς Σκιρίταις, οὐδὲν φειδόμενοι αὐτῶν οὔτʼ ἐν πόνοις οὔτʼ ἐν κινδύνοις· καὶ δὴ καὶ τότε ὀπισθοφυλακεῖν ἐκέλευον αὐτοὺς ὡς χιλίους ἱππέας ὄντας, ὅπως εἴ τι ὄπισθεν δεινὸν εἴη, ἐκεῖνοι πρὸ αὐτῶν1 τοῦτʼ ἔχοιεν.
当居鲁士正在操办这些事务时,犹如神意相助一般,从吉尔卡尼亚人那里来了使者。吉尔卡尼亚人是亚述人的邻族,人口并不多,因此也曾是亚述人的属民。他们当时便被认为精于骑术,如今依然如此;因此亚述人用他们就如同斯巴达人用斯基里泰人一样,无论在劳苦还是在危险中都毫不顾惜他们。正是在那时,亚述人命令约有一千骑兵的他们殿后,以便后方一旦出现任何危险,便由他们挡在大军前面承受。
οἱ δὲ Ὑρκάνιοι, ἅτε μέλλοντες ὕστατοι πορεύεσθαι, καὶ τὰς ἁμάξας τὰς ἑαυτῶν καὶ τοὺς οἰκέτας ὑστάτους εἶχον. στρατεύονται γὰρ δὴ οἱ κατὰ τὴν Ἀσίαν ἔχοντες οἱ πολλοὶ μεθʼ ὧνπερ καὶ οἰκοῦσι· καὶ τότε δὴ ἐστρατεύοντο οὕτως οἱ Ὑρκάνιοι.
而吉尔卡尼亚人既然要在最后行军,他们的车辆和随从仆役也都留在了队伍最后。因为亚洲的居民大多是带着同住的家眷仆从一同出征的;当时吉尔卡尼亚人出征也是如此。
ἐννοηθέντες δὲ οἷά τε πάσχουσιν ὑπὸ τῶν Ἀσσυρίων καὶ ὅτι νῦν τεθναίη μὲν ὁ ἄρχων αὐτῶν, ἡττημένοι δʼ εἶεν, φόβος δʼ ἐνείη τῷ στρατεύματι, οἱ δὲ σύμμαχοι αὐτῶν ὡς ἀθύμως ἔχοιεν καὶ ἀπολείποιεν, ταῦτα ἐνθυμουμένοις ἔδοξεν αὐτοῖς2 νῦν καλὸν εἶναι ἀποστῆναι, εἰ θέλοιεν οἱ ἀμφὶ Κῦρον συνεπιθέσθαι. καὶ πέμπουσιν ἀγγέλους πρὸς Κῦρον· ἀπὸ γὰρ τῆς μάχης τὸ τούτου ὄνομα μέγιστον ηὔξητο.
他们想到自己遭受亚述人怎样的待遇,又想到如今亚述人的君主已经阵亡,敌军已被击溃,军中充满恐惧,而且他们的盟友也心灰意冷并正在离去;反复思量这些事情后,他们觉得,如果居鲁士及其部众愿意一同发起进攻,此刻正是叛离的大好时机。于是他们派遣使者前往居鲁士处;因为自那一战之后,居鲁士的声名已大显于世。
οἱ δὲ πεμφθέντες λέγουσι Κύρῳ ὅτι μισοῖέν τε τοὺς Ἀσσυρίους δικαίως, νῦν τʼ, εἰ βούλοιτο ἰέναι ἐπʼ αὐτούς, καὶ σφεῖς σύμμαχοι ὑπάρξοιεν καὶ ἡγήσοιντο· ἅμα δὲ πρὸς τούτοις διηγοῦντο τὰ τῶν πολεμίων ὡς ἔχοι, ἐπαίρειν βουλόμενοι μάλιστα στρατεύεσθαι αὐτόν.
被派遣的人向居鲁士表示,他们有充分的理由憎恨亚述人,如今如果居鲁士愿意进军讨伐敌军,他们自己愿作为盟友并充当向导;与此同时,他们还详细讲述了敌军的情况,极力想鼓动他出征。
καὶ ὁ Κῦρος ἐπήρετο αὐτούς· καὶ δοκεῖτε ἄν, ἔφη, ἔτι ἡμᾶς καταλαβεῖν αὐτοὺς πρὶν ἐν τοῖς ἐρύμασιν εἶναι;3 ἡμεῖς μὲν γάρ, ἔφη, μάλα συμφορὰν τοῦτο ἡγούμεθα ὅτι ἔλαθον ἡμᾶς ἀποδράντες. ταῦτα δʼ ἔλεγε βουλόμενος αὐτοὺς ὡς μέγιστον φρονεῖν ἐπὶ σφίσιν.
居鲁士向他们询问:“你们认为,在敌军进入堡垒之前,我们还赶得上他们吗?因为我们认为他们不声不响地逃脱乃是一件极大的不幸。”他说这番话,是想让他们尽量看重自身的价值。
οἱ δὲ ἀπεκρίναντο ὅτι καὶ αὔριον, ἕωθεν εἰ εὔζωνοι πορεύοιντο, καταλήψοιντο· ὑπὸ γὰρ τοῦ ὄχλου καὶ τῶν ἁμαξῶν σχολῇ πορεύεσθαι αὐτούς· καὶ ἅμα, ἔφασαν, τὴν προτέραν νύκτα ἀγρυπνήσαντες νῦν μικρὸν προελθόντες ἐστρατοπέδευνται.
使者们回答说,哪怕是明天,只要黎明时分轻装出发,也一定能赶得上;因为受人群和辎重车辆的拖累,敌军行进十分缓慢;而且他们前一天夜里未曾合眼,如今只走了一小段路便已安营扎寨。
καὶ ὁ Κῦρος ἔφη· ἔχετε οὖν ὧν λέγετε πιστόν τι ἡμᾶς διδάσκειν ὡς ἀληθεύετε;4 ὁμήρους γʼ, ἔφασαν, ἐθέλομεν αὐτίκα ἐλάσαντες τῆς νυκτὸς ἀγαγεῖν· μόνον καὶ σὺ ἡμῖν πιστὰ θεῶν πεποίησο5 καὶ δεξιὰν δός, ἵνα φέρωμεν καὶ τοῖς ἄλλοις τὰ αὐτὰ ἅπερ ἂν αὐτοὶ λάβωμεν παρὰ σοῦ.
居鲁士说:“那么,对于你们所言之事,你们可有什么凭据向我们证明你们讲的是真话吗?”他们回答:“我们愿意立刻在夜里骑马赶回,带来人质;只要你也向我们对神立下信誓并伸出右手,好让我们能把从你那里获得的相同保证也带给其他同胞。”
ἐκ τούτου τὰ πιστὰ δίδωσιν αὐτοῖς ἦ μήν, ἐὰν ἐμπεδώσωσιν ἃ λέγουσιν, ὡς φίλοις καὶ πιστοῖς χρήσεσθαι αὐτοῖς, ὡς μήτε Περσῶν μήτε Μήδων μεῖον ἔχειν παρʼ ἑαυτῷ. καὶ νῦν ἔστιν ἔτι ἰδεῖν Ὑρκανίους καὶ πιστευομένους καὶ ἀρχὰς ἔχοντας, ὥσπερ καὶ Περσῶν καὶ Μήδων οἳ ἂν δοκῶσιν ἄξιοι εἶναι.
于是居鲁士向他们立誓保证:如果他们切实履行所说的话,他必定会把他们视作忠实的朋友,使他们在自己麾下所享有的地位绝不逊于波斯人或米底人。直至今日,人们依然可以看到吉尔卡尼亚人受到信任并担任要职,正如那些被认为堪当重任的波斯人和米底人一样。
ἐπεὶ δʼ ἐδείπνησαν, ἐξῆγε τὸ στράτευμα ἔτι φάους ὄντος, καὶ τοὺς Ὑρκανίους περιμένειν ἐκέλευσεν, ἵνα ἅμα ἴοιεν. οἱ μὲν δὴ Πέρσαι, ὥσπερ εἰκός, πάντες ἐξῇσαν, καὶ Τιγράνης ἔχων τὸ αὑτοῦ στράτευμα· τῶν δὲ Μήδων ἐξῇσαν οἱ μὲν διὰ τὸ παιδὶ ὄντι Κύρῳ παῖδες ὄντες φίλοι γενέσθαι, οἱ δὲ διὰ τὸ ἐν θήραις συγγενόμενοι ἀγασθῆναι αὐτοῦ τὸν τρόπον, οἱ δὲ διὰ τὸ καὶ χάριν εἰδέναι ὅτι μέγαν αὐτοῖς φόβον ἀπεληλακέναι ἐδόκει, οἱ δὲ καὶ ἐλπίδας ἔχοντες, διὰ τὸ ἄνδρα φαίνεσθαι ἀγαθὸν καὶ εὐτυχῆ, καὶ μέγαν ἔτι ἰσχυρῶς ἔσεσθαι αὐτόν, οἱ δέ, ὅτε ἐτρέφετο ἐν Μήδοις, εἴ τι ἀγαθόν τῳ συνέπραξεν, ἀντιχαρίζεσθαι ἐβούλοντο· πολλοῖς δὲ πολλὰ διὰ φιλανθρωπίαν παρὰ τοῦ πάππου ἀγαθὰ διεπέπρακτο· πολλοὶ δʼ, ἐπεὶ καὶ τοὺς Ὑρκανίους εἶδον καὶ λόγος διῆλθεν ὡς ἡγήσοιντο ἐπὶ πολλὰ ἀγαθά, ἐξῇσαν καὶ τοῦ λαβεῖν τι ἕνεκα.
用过晚餐后,天色尚明,居鲁士便率军出发,并吩咐吉尔卡尼亚使者等候,以便一同行进。波斯人自然全军出动,提格兰也率领自己的军队出征;而在米底人中出征的,有人是因为童年时就与同为少年的居鲁士结为好友;有人是因为曾与他一同狩猎而钦佩他的为人品格;有人是因为心存感激,认为他替自己驱除了一大恐惧;有人则满怀期望,因为见他勇敢而吉星高照,将来必定极其显赫;还有人则是因为居鲁士在米底成长时若曾帮谁办成过什么好事,便想报答其恩情——由于仁慈的天性,他曾从外祖父那里为许多人促成了许多恩惠。此外,还有许多人一见到吉尔卡尼亚人,听说他们会引路获取大批财富,为了分得战利品也纷纷出征了。
- 4.2.1πρὸ αὐτῶν
介词 πρό 兼具空间上的“在……之前”与保护、代受性质的“替……挡在前面”之意。αὐτῶν 指亚述主力部队,表明殿后的吉尔卡尼亚人要在主力部队前方承担后方来袭的危险。
- 4.2.3ταῦτα ἐνθυμουμένοις ἔδοξεν αὐτοῖς
与非人称动词 ἔδοξεν 所要求的与格 αὐτοῖς 相一致,前面置有同格的现在分词与格 ἐνθυμουμένοις,其中中性复数代词 ταῦτα 总结概括了前面一系列从句(οἷά τε πάσχουσιν ... καὶ ἀπολείποιεν),使经过长嵌套从句后的句意顺畅接入主干。
- 4.2.5καὶ δοκεῖτε ἄν, ἔφη, ἔτι ἡμᾶς καταλαβεῖν αὐτοὺς πρὶν ἐν τοῖς ἐρύμασιν εἶναι;
助词 ἄν 在语法和语义上并不修饰陈述语气现在的思考动词 δοκεῖτε,而是修饰其后带有的不定式 καταλαβεῖν,构成潜势不定式(“我们是否能够赶上”)。ἄν 提前依附在思考动词之后属于希腊语散文中常见的倒装前置(hyperbaton)。
- 4.2.7ἔχετε οὖν ὧν λέγετε πιστόν τι ἡμᾶς διδάσκειν ὡς ἀληθεύετε;
ὧν 是关系代词因先行词省略而发生的格同化(相当于 τούτων ἃ λέγετε)。ἔχετε 搭配不定式 διδάσκειν 表示“你们能否证明/说明”;πιστόν τι 与 ἡμᾶς 分别作为 διδάσκειν 的事物直接宾语与人称宾语,而 ὡς 引导的从句充当 πιστόν τι 的同位语说明从句。
- 4.2.7πιστὰ θεῶν πεποίησο
πεποίησο 是 ποιέω 的完成时中动态/被动态第二人称单数命令语气,此处取中动态意义,带有要求立即确立并维持这一既定盟誓状态的决绝语气。θεῶν 为属格,表示指涉或限定,即以诸神为见证所立下的信誓。
