- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.1.16-4.1.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
库阿克萨雷斯指出敌军主力尚存且有反扑之险,极力反对追击;居鲁士则说服他仅准许自愿者随行,并在一位忠诚米底人的热心协助下开始招募部队。
καὶ γὰρ εἰ μὲν οἱ πολέμιοι ἥττους ὄντες ἡμῶν ἔφευγον, ἴσως ἂν καὶ διώκειν τοὺς ἥττους ἀσφαλῶς εἶχε. νῦν δὲ κατανόησον πόστῳ μέρει αὐτῶν πάντες μαχεσάμενοι νενικήκαμεν· οἱ δʼ ἄλλοι ἄμαχοί εἰσιν· οὓς εἰ μὲν μὴ ἀναγκάσομεν μάχεσθαι, ἀγνοοῦντες καὶ ἡμᾶς καὶ ἑαυτοὺς διʼ ἀμαθίαν καὶ μαλακίαν ἀπίασιν· εἰ δὲ γνώσονται ὅτι ἀπιόντες οὐδὲν ἧττον κινδυνεύουσιν ἢ μένοντες, ὅπως μὴ ἀναγκάσομεν1 αὐτούς, κἂν μὴ βούλωνται, ἀγαθοὺς γενέσθαι.
事实上,如果敌人是因为劣于我们而溃逃,那么追击劣势之敌或许还算安全。但如今,请你想想看,我们全军出战所击溃的只是他们多么微小的一部分;其余之人根本未曾交战。对于这些人,如果我们不强迫他们交战,他们便会由于懵懂与怯懦,既不了解我们也不了解自身而就此离去;但如果他们意识到撤离时的危险并不亚于留战,我们可要警惕,切莫迫使他们违背本愿而变得勇猛起来。
ἴσθι γὰρ ὅτι οὐ σὺ μᾶλλον τὰς ἐκείνων γυναῖκας καὶ παῖδας λαβεῖν ἐπιθυμεῖς ἢ ἐκεῖνοι σῶσαι. ἐννόει δʼ ὅτι καὶ αἱ σύες ἐπειδὰν ὀφθῶσι, φεύγουσι, κἂν πολλαὶ ὦσι, σὺν τοῖς τέκνοις· ἐπειδὰν δέ τις αὐτῶν θηρᾷ τι τῶν τέκνων, οὐκέτι φεύγει οὐδʼ ἢν μία τύχῃ οὖσα, ἀλλʼ ἵεται ἐπὶ τὸν λαμβάνειν πειρώμενον.
因为你要知道,你渴望夺取他们的妻儿,绝不胜过他们渴望救护自己的妻儿。你要想到,即便母野猪在被发现时,哪怕数量众多,也会带着幼崽逃走;可一旦有人猎捕它们的幼崽,母猪便不再逃跑,哪怕它孤身一头,也会直冲向试图捕捉之人。
καὶ νῦν μὲν κατακλείσαντες ἑαυτοὺς εἰς ἔρυμα παρέσχον ἡμῖν ταμιεύεσθαι ὥσθʼ ὁπόσοις ἐβουλόμεθα αὐτῶν μάχεσθαι·2 εἰ δʼ ἐν εὐρυχωρίᾳ πρόσιμεν αὐτοῖς καὶ μαθήσονται χωρὶς γενόμενοι οἱ μὲν κατὰ πρόσωπον ἡμῖν ὥσπερ καὶ νῦν ἐναντιοῦσθαι, οἱ δʼ ἐκ πλαγίου, οἱ δὲ καὶ ὄπισθεν, ὅρα μὴ πολλῶν ἑκάστῳ ἡμῶν χειρῶν δεήσει καὶ ὀφθαλμῶν. προσέτι δʼ οὐδʼ ἂν ἐθέλοιμʼ, ἔφη, ἐγὼ νῦν, ὁρῶν Μήδους εὐθυμουμένους, ἐξαναστήσας ἀναγκάζειν κινδυνεύσοντας ἰέναι. 1 καὶ ὁ Κῦρος ὑπολαβὼν εἶπεν· ἀλλὰ σύγε μηδένα ἀναγκάσῃς, ἀλλὰ τοὺς ἐθέλοντάς μοι ἕπεσθαι δός· καὶ ἴσως ἂν σοὶ καὶ τῶν σῶν φίλων τούτων ἥκοιμεν ἑκάστῳ ἄγοντες ἐφʼ οἷς ἅπαντες εὐθυμήσεσθε. τὸ μὲν γὰρ πλῆθος ἡμεῖς γε τῶν πολεμίων οὐδὲ διωξόμεθα· πῶς γὰρ ἂν καὶ καταλάβοιμεν; ἢν δέ τι ἢ ἀπεσχισμένον τοῦ στρατεύματος λάβωμεν ἤ τι ὑπολειπόμενον, ἥξομεν πρὸς σὲ ἄγοντες.
而方才,他们将自己封闭在堡垒之中,从而使我们能够掌控战局,随心所欲地与他们任意数量的敌军交战;但如果我们来到开阔地带逼近他们,而他们学会了分散兵力,一部分人像方才那样正面迎击我们,一部分人从侧翼,甚至还有人从后方袭来,你就要当心,只怕我们每一个人都需要许多双手和眼睛了。此外,”他又说,“我眼见米底人如今正在寻欢作乐,可不愿叫起他们,强迫他们去冒生命危险。”居鲁士接过话说道:“但你绝不必强迫任何人,只要准许那些愿意跟随我的人前去即可;这样,或许我们能为你以及此地的每一位友人,带回令你们大家都感到快慰的东西。因为我们绝不会去追击敌军的大部队——我们又怎能追得上呢?但如果我们捕获了脱离大军之敌或落伍之人,定会带到你面前来。
ἐννόει δʼ, ἔφη, ὅτι καὶ ἡμεῖς, ἐπεὶ σὺ ἐδέου, ἤλθομεν σοὶ χαριζόμενοι μακρὰν ὁδόν· καὶ σὺ οὖν ἡμῖν δίκαιος εἶ ἀντιχαρίζεσθαι,3 ἵνα καὶ ἔχοντές τι οἴκαδʼ ἀφικώμεθα καὶ μὴ εἰς τὸν σὸν θησαυρὸν πάντες ὁρῶμεν.
你也要想到,”他又说,“在你有求于我们时,我们也是为向你示好而远道而来;因此,你也理应回报我们的好意,好让我们也能带着某些战利品返乡,而不必全都要仰赖你的宝库。”
ἐνταῦθα δὴ ἔλεξεν ὁ Κυαξάρης· ἀλλʼ εἴ γε μέντοι ἐθέλων τις ἕποιτο, καὶ χάριν ἔγωγέ σοι εἰδείην ἄν. σύμπεμψον τοίνυν μοί τινα, ἔφη, τῶν ἀξιοπίστων τούτων, ὃς ἐρεῖ ἃ ἂν σὺ ἐπιστείλῃς. λαβὼν δὴ ἴθι, ἔφη, ὅντινα ἐθέλεις τουτωνί·
这时库阿克萨雷斯说道:“不过,若是真有人自愿跟随,我也定会对你心存感激。”居鲁士说:“那么,请派遣此地一位值得信赖之人与我同去,好传达你的指示。”库阿克萨雷斯说:“带上这些人中你想要的任何一人去吧。”
ἔνθα δὴ ἔτυχε παρὼν ὁ φήσας ποτὲ συγγενὴς αὐτοῦ εἶναι καὶ φιληθείς. εὐθὺς οὖν ὁ Κῦρος εἶπεν· ἀρκεῖ μοι, ἔφη, οὑτοσί. οὗτος τοίνυν σοι ἑπέσθω.
当时,曾自称是居鲁士亲属并获得亲吻的那个人碰巧在场。于是居鲁士随即说:“有这位足矣。”库阿克萨雷斯便说:“那么就让他随你前去吧。
καὶ λέγε σύ, ἔφη, τὸν ἐθέλοντα ἰέναι μετὰ Κύρου. οὕτω δὴ λαβὼν τὸν ἄνδρα ἐξῄει. ἐπεὶ δʼ ἐξῆλθον, ὁ Κῦρος εἶπε· νῦν δὴ σὺ δηλώσεις εἰ ἀληθῆ ἔλεγες, ὅτε ἔφης ἥδεσθαι θεώμενος ἐμέ. οὔκουν ἀπολείψομαί γέ σου, ἔφη ὁ Μῆδος, εἰ τοῦτο λέγεις. καὶ ὁ Κῦρος εἶπεν· οὐκοῦν καὶ ἄλλους, ἔφη, προθύμως ἐξάξεις; ἐπομόσας οὖν ἐκεῖνος νὴ τὸν Δίʼ, ἔφη, ἔστε γʼ ἂν ποιήσω καὶ σὲ ἐμὲ ἡδέως θεᾶσθαι.
你也要宣布,”他说,“凡愿意跟随居鲁士者皆可同往。”于是居鲁士带着那人走了出来。走到外面后,居鲁士说:“如今正是你表明当日宣称看着我便满心欢喜是否属实的时候了。”那个米底人说:“如果你说的是这个,我绝不会离开你。”居鲁士问:“那么你也能热心地将其他人也带出来吗?”那人起誓道:“凭宙斯起誓,我必定做到,直到我也能使你乐于看着我!”
τότε δὴ καὶ ἐκπεμφθεὶς ὑπὸ τοῦ Κυαξάρου τά τε ἄλλα προθύμως ἀπήγγελλε τοῖς Μήδοις καὶ προσετίθει ὅτι αὐτός γε οὐκ ἀπολείψοιτο ἀνδρὸς καλλίστου καὶ ἀρίστου, καὶ τὸ μέγιστον, ἀπὸ θεῶν γεγονότος.
于是,受库阿克萨雷斯派遣的他,不仅热心地向米底人传达了其他指示,还附言说自己绝不会离开这位最英俊、最卓越、且最为重要的是——神之后裔的人。
- 4.1.16ὅπως μὴ ἀναγκάσομεν
由 ὅπως μή 引导的独立从句(省略主句动词 ὅρα 等),表示警诫或防范(“切莫……/当心勿使……”)。后接将来时直陈语气 ἀναγκάσομεν,强烈警告不要促成不良后果——即因逼迫过甚反而驱使敌人绝地反击、变得勇猛。
- 4.1.18παρέσχον ἡμῖν ταμιεύεσθαι ὥσθʼ ὁπόσοις ἐβουλόμεθα αὐτῶν μάχεσθαι
中动不定词 ταμιεύεσθαι 本义为“充当管家配发/管理”,在军事语境中转指“按己方意愿调度、控制交战的规模或节奏”。παρέσχον ἡμῖν ταμιεύεσθαι 即“他们使我们能够自行调配(交战规模)”。
- 4.1.20δίκαιος εἶ ἀντιχαρίζεσθαι
形容词 δίκαιος 用于主格补足语的个人构式(personal construction),等同于非人称结构 δίκαιόν ἐστί σε ἀντιχαρίζεσθαι(“你回报好意是理所应当的”)。将行为主体 σύ 置为主语,直接突出了对方回报恩惠的义务。
