← 色诺芬

居鲁士的教育

§4.1.8-4.1.15

亚述军夜撤与居鲁士请求追击

亚述军及其盟友在夜间弃营撤退,居鲁士率部占领了敌营中丰富的留存物资。居鲁士认为追击敌军亟需骑兵,遂向库阿克萨雷斯提出请求,而库阿克萨雷斯则主张安享现有的战果,避免再度冒险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.8

οἱ δὲ Ἀσσύριοι, ἅτε καὶ τεθνηκότος τοῦ ἄρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν μὲν πάντες, πολλοὶ δὲ καὶ ἀπεδίδρασκον αὐτῶν τῆς νυκτὸς ἐκ τοῦ στρατοπέδου. ὁρῶντες δὲ ταῦτα ὅ τε Κροῖσος καὶ οἱ ἄλλοι σύμμαχοι αὐτῶν ἠθύμουν· πάντα μὲν γὰρ ἦν χαλεπά· ἀθυμίαν δὲ πλείστην παρεῖχε πᾶσιν ὅτι τὸ ἡγούμενον τῆς στρατιᾶς φῦλον διέφθαρτο τὰς γνώμας.1 οὕτω δὴ ἐκλείπουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός.

亚述人由于领袖阵亡,精锐之士也几乎随他一同覆灭,因而全军丧气,其中许多人甚至在夜间逃离了军营。克罗索斯及其他盟友见到这种情景,也都灰心丧气;因为一切局势都十分艰难,但让所有人最为沮丧的,是统领全军的民族在意志上已经彻底瓦解。于是他们也在夜间弃营而去。

§4.1.9

ὡς δʼ ἡμέρα ἐγένετο καὶ ἔρημον ἀνδρῶν ἐφάνη τὸ τῶν πολεμίων στρατόπεδον, εὐθὺς διαβιβάζει ὁ Κῦρος τοὺς Πέρσας πρώτους· κατελέλειπτο δὲ ὑπὸ τῶν πολεμίων πολλὰ μὲν πρόβατα, πολλοὶ δὲ βόες, πολλαὶ δὲ ἅμαξαι πολλῶν ἀγαθῶν μεσταί· ἐκ δὲ τούτου διέβαινον ἤδη καὶ οἱ ἀμφὶ Κυαξάρην Μῆδοι πάντες καὶ ἠριστοποιοῦντο ἐνταῦθα.

到了天明,敌军营地显得空无一人,居鲁士随即让波斯军最先越过去。敌军留下了许多羊群、许多牛群,以及许多满载各种财物的辎重车。在此之后,库阿克萨雷斯麾下的全体米底军也都越过来,并在那里吃早饭。

§4.1.10

ἐπεὶ δὲ ἠρίστησαν, συνεκάλεσεν ὁ Κῦρος τοὺς αὑτοῦ ταξιάρχους καὶ ἔλεξε τοιάδε. οἷά μοι δοκοῦμεν καὶ ὅσα ἀγαθά, ὦ ἄνδρες, ἀφεῖναι,2 θεῶν ἡμῖν αὐτὰ διδόντων. νῦν γὰρ ὅτι οἱ πολέμιοι ἡμᾶς ἀποδεδράκασιν αὐτοὶ ὁρᾶτε· οἵτινες δὲ ἐν ἐρύματι ὄντες ἐκλιπόντες τοῦτο φεύγουσι, πῶς ἄν τις τούτους οἴοιτʼ ἂν μεῖναι ἰδόντας ἡμᾶς ἐν τῷ ἰσοπέδῳ; οἵτινες δὲ ἡμῶν ἄπειροι ὄντες οὐχ ὑπέμειναν, πῶς νῦν γʼ ἂν ὑπομείνειαν, ἐπεὶ ἥττηνταί τε καὶ πολλὰ κακὰ ὑφʼ ἡμῶν πεπόνθασιν; ὧν δὲ οἱ βέλτιστοι ἀπολώλασι, πῶς οἱ πονηρότεροι ἐκείνων μάχεσθαι ἂν ἡμῖν ἐθέλοιεν;

吃完早饭后,居鲁士召集了自己的连队长们,发表了如下讲话:“诸位,在我看来,神明赐予我们如此丰厚且众多的战利,我们竟然要将它们白白放过!因为正如你们亲眼所见,敌人如今已弃我们而逃。那些身处堡垒之中却弃之溃逃的人,在平地上见到我们时,又有谁会认为他们能站稳脚跟?那些在未曾与我们交手之前就抵挡不住的人,如今既已战败且在我们手中蒙受巨大损失,又怎能抵挡得住?既然他们的精锐已经覆灭,那些劣于精锐之人又怎肯与我们交战呢?”

§4.1.11

καί τις εἶπε· τί οὖν οὐ διώκομεν ὡς τάχιστα, καταδήλων γε οὕτω τῶν ἀγαθῶν ὄντων; καὶ ὃς εἶπεν· ὅτι ἵππων προσδεόμεθα· οἱ μὲν γὰρ κράτιστοι τῶν πολεμίων, οὓς μάλιστα καιρὸς ἦν ἢ λαβεῖν ἢ κατακανεῖν, οὗτοι ἐφʼ ἵππων ὀχοῦνται· οὓς ἡμεῖς τρέπεσθαι μὲν σὺν τοῖς θεοῖς ἱκανοί, διώκοντες δὲ αἱρεῖν οὐχ ἱκανοί.

有人便说:“既然胜果如此显而易见,我们为何不尽快追击呢?”居鲁士答道:“因为我们缺乏骑兵。敌军中最为强悍的人——本是最适宜将其俘虏或斩杀之人——都骑着战马;靠着神明的护佑,我们固然能够将他们击溃,但在追击中却无力将其擒获。”

§4.1.12

τί οὖν, ἔφασαν, οὐκ ἐλθὼν Κυαξάρῃ λέγεις ταῦτα; καὶ ὃς εἶπε· συνέπεσθε τοίνυν μοι πάντες, ὡς εἰδῇ ὅτι πᾶσιν ἡμῖν ταῦτα δοκεῖ. ἐκ τούτου εἵποντό τε πάντες καὶ ἔλεγον οἷα ἐπιτήδεια ἐδόκουν εἶναι ὑπὲρ ὧν ἐδέοντο.

他们便问:“那你为何不去向库阿克萨雷斯陈说此事呢?”他答道:“那么你们大家全都跟随我来,好让他知道这是我们全军的一致意见。”于是众人都跟随他前去,并就他们所请求之事说了各自认为恰当的话。

§4.1.13

καὶ ὁ Κυαξάρης ἅμα μὲν ὅτι ἐκεῖνοι ἦρχον τοῦ λόγου, ὥσπερ ὑπεφθόνει· ἅμα δʼ ἴσως καλῶς ἔχειν ἐδόκει αὐτῷ μὴ πάλιν κινδυνεύειν· καὶ γὰρ αὐτός τε περὶ εὐθυμίαν ἐτύγχανεν ὢν καὶ τῶν ἄλλων Μήδων ἑώρα πολλοὺς τὸ αὐτὸ ποιοῦντας· εἶπε δʼ οὖν ὧδε.

库阿克萨雷斯一方面因为是他们率先提出提议,心中隐隐生出嫉意;另一方面,他或许也觉得不值得再次冒险;因为他自己正沉浸在作乐之中,且见许多其他米底人亦在寻欢作乐。

§4.1.14

ἀλλʼ, ὦ Κῦρε, ὅτι μὲν κάλλιστα ἀνθρώπων μελετᾶτε ὑμεῖς οἱ Πέρσαι μηδὲ πρὸς μίαν ἡδονὴν ἀπλήστως διακεῖσθαι καὶ ὁρῶν καὶ ἀκούων οἶδα· ἐμοὶ δὲ δοκεῖ τῆς μεγίστης ἡδονῆς πολὺ μάλιστα συμφέρειν ἐγκρατῆ εἶναι. μείζω δὲ ἡδονὴν τί παρέχει ἀνθρώποις εὐτυχίας ἣ νῦν ἡμῖν παραγεγένηται;

无论如何,他开口说了这样一番话: “然而,居鲁士啊,你们波斯人对于任何享乐都能毫不贪婪、节制有度,这一操练在世人中做得最好,我通过亲眼所见和亲耳所闻早已知晓;但在我看来,对最大的快乐保持克制才是最为有益的。而除了如今降临在我们身上的这种幸运之外,还有什么能给予人们更大的快乐呢?

§4.1.15

ἢν μὲν τοίνυν, ἐπεὶ εὐτυχοῦμεν, σωφρόνως διαφυλάττωμεν αὐτήν, ἴσως δυναίμεθʼ ἂν ἀκινδύνως εὐδαιμονοῦντες γηρᾶν· εἰ δʼ ἀπλήστως χρώμενοι ταύτῃ ἄλλην καὶ ἄλλην πειρασόμεθα διώκειν, ὁρᾶτε μὴ πάθωμεν3 ἅπερ πολλοὺς μὲν λέγουσιν ἐν θαλάττῃ πεπονθέναι, διὰ τὸ εὐτυχεῖν οὐκ ἐθέλοντας παύσασθαι πλέοντας ἀπολέσθαι· πολλοὺς δὲ νίκης τυχόντας ἑτέρας ἐφιεμένους καὶ τὴν πρόσθεν ἀποβαλεῖν.

因此,如果我们既然享有幸运便能以克制之心予以保全,我们或许就能毫无危险、安享福乐以至终老;但如果我们不知满足地利用它,试图追逐一个又一个的幸运,就要小心我们是否会遭遇人们常说许多人在海上所遭遇的不幸:他们由于航海一帆风顺而不愿停歇,结果在航行中丧命;还有许多人获得了胜利,却因渴求下一场胜利而将先前的胜利也尽数葬送。”

语法注3 条
  1. 4.1.8διέφθαρτο τὰς γνώμας

    διέφθαρτο 是 διαφθείρω 的直陈式过去完成时中被动态第三人称单数,与中性集合名词主语 τὸ ἡγούμενον φῦλον 一致。τὰς γνώμας 是限制对格(或称关涉对格),字面意为“在心智/意志方面遭受瓦解”。

  2. 4.1.10οἷά μοι δοκοῦμεν καὶ ὅσα ἀγαθά, ὦ ἄνδρες, ἀφεῖναι

    感叹性关系代词 οἷα 和 ὅσα 修饰作为 ἀφεῖναι 宾语的名词 ἀγαθά。动词 δοκοῦμεν 采用了人称结构(主格加不定式 δοκοῦμεν ἀφεῖναι,字面意为“在我看来,我们似乎正在放弃……”),而非无人称结构(δοκεῖ μοι 加宾格不定式),生动地突出了居鲁士对全体行动的主观感知。

  3. 4.1.15ὁρᾶτε μὴ πάθωμεν

    祈使语气 ὁρᾶτε 紧接 μή 引导的第一人称复数虚拟语气 πάθωμεν,表示戒备性警告(“当心我们不要遭遇……”)。随后在 λέγουσιν 的支配下展开了宾格不定式结构,并列的宾格主语 πολλοὺς μέν 与 πολλοὺς δέ 分别支配不定式 ἀπολέσθαι 和 ἀποβαλεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.1.8-4.1.15