← 色诺芬

居鲁士的教育

§4.1.1-4.1.7

战后谢神与提拔克律桑塔斯

居鲁士率军整然撤回营地,召集将士赞美诸神的庇佑并赞赏全军的功绩,特别擢升了敏捷服从号令的克律桑塔斯为千夫长,随后探访了库阿克萨雷斯并回营就寝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.1

μείνας δὲ ὁ Κῦρος μέτριον χρόνον αὐτοῦ σὺν τῷ στρατεύματι καὶ δηλώσας ὅτι ἕτοιμοί εἰσι μάχεσθαι εἴ τις ἐξέρχοιτο, ὡς οὐδεὶς ἀντεξῄει, ἀπήγαγεν ὅσον ἐδόκει καλῶς ἔχειν καὶ ἐστρατοπεδεύσατο. φυλακὰς δὲ καταστησάμενος καὶ σκοποὺς προπέμψας, στὰς εἰς τὸ μέσον συνεκάλεσε τοὺς ἑαυτοῦ στρατιώτας καὶ ἔλεξε τοιάδε.

居鲁士率军在原地停留了适度的时间,表明如果有人出来迎战,他们已准备妥当;当不见有人出来迎战时,他便把部队撤退到自以为合适的一段距离并扎下营地。在布置了卫队、派出侦察兵之后,他站立在全军中央,召集自己的士兵,发表了如下讲话:

§4.1.2

ἄνδρες Πέρσαι, πρῶτον μὲν τοὺς θεοὺς ἐγὼ ἐπαινῶ ὅσον δύναμαι, καὶ ὑμεῖς δὲ πάντες, οἶμαι· νίκης τε γὰρ τετυχήκαμεν καὶ σωτηρίας. τούτων μὲν οὖν χρὴ χαριστήρια ὧν ἂν ἔχωμεν τοῖς θεοῖς ἀποτελεῖν. ἐγὼ δὲ σύμπαντας μὲν ὑμᾶς ἤδη ἐπαινῶ· τὸ γὰρ γεγενημένον ἔργον σύμπασιν ὑμῖν καλῶς ἀποτετέλεσται· ὧν δʼ ἕκαστος ἄξιος, ἐπειδὰν παρʼ ὧν προσήκει πύθωμαι, τότε τὴν ἀξίαν ἑκάστῳ καὶ λόγῳ καὶ ἔργῳ πειράσομαι ἀποδιδόναι.

“波斯将士们,首先我竭尽所能地赞美诸神,我想你们大家也都是如此;因为我们获得了胜利与平安。因此,我们理当用我们所拥有的一切向诸神献上感恩之礼。而对于你们全体,我现在就予以称赞;因为这一伟业是由你们全体出色地完成的。至于每个人应得的奖赏,等我向应当询问的人了解清楚之后,届时我必当尽力在言语和行动上给予每人应得的报偿。

§4.1.3

τὸν δʼ ἐμοῦ ἐγγύτατα ταξίαρχον Χρυσάνταν1 οὐδὲν ἄλλων δέομαι πυνθάνεσθαι, ἀλλʼ αὐτὸς οἶδα οἷος ἦν· τὰ μὲν γὰρ ἄλλα ὅσαπερ οἶμαι καὶ πάντες ὑμεῖς ἐποιεῖτε· ἐπεὶ δʼ ἐγὼ παρηγγύησα ἐπανάγειν καλέσας αὐτὸν ὀνομαστί, ἀνατεταμένος οὗτος τὴν μάχαιραν2 ὡς παίσων πολέμιον ὑπήκουσέ τε ἐμοὶ εὐθὺς ἀφείς τε ὃ ἔμελλε ποιεῖν τὸ κελευόμενον ἔπραττεν· αὐτός τε γὰρ ἐπανῆγε καὶ τοῖς ἄλλοις μάλα ἐπισπερχῶς παρηγγύα· ὥστʼ ἔφθασεν ἔξω βελῶν τὴν τάξιν ποιήσας πρὶν τοὺς πολεμίους κατανοῆσαι ὅτι ἀνεχωροῦμεν καὶ τόξα ἐντείνασθαι καὶ τὰ παλτὰ ἐπαφεῖναι· ὥστε αὐτός τε ἀβλαβὴς καὶ τοὺς αὑτοῦ ἄνδρας ἀβλαβεῖς διὰ τὸ πείθεσθαι παρέχεται.

至于紧挨着我的联队长克律桑塔斯,我无须向他人询问,我自己就知道他是怎样的人。因为在其他方面,我想他所做的正如你们大家所做的一样;然而当我呼喊他的名字命他撤退时,他虽然正举起战刀正要劈砍敌人,却立刻听从了我的号令,放弃了正要实施的攻击,遵照命令去行事。因为他不仅自己后撤,而且极其迅速地向其他人传达了命令;因此他在敌人察觉我们撤退、拉开弓弦并投掷标枪之前,就成功将他的连队撤出了敌人的射程之外;正是由于他的服从,他使自己安然无恙,也使部下的士兵完好无损。

§4.1.4

ἄλλους δʼ, ἔφη, ὁρῶ τετρωμένους, περὶ ὧν ἐγὼ σκεψάμενος ἐν ὁποίῳ χρόνῳ ἐτρώθησαν, τότε τὴν γνώμην περὶ αὐτῶν ἀποφανοῦμαι. Χρυσάνταν δὲ ὡς καὶ ἐργάτην τῶν ἐν πολέμῳ καὶ φρόνιμον καὶ ἄρχεσθαι ἱκανὸν καὶ ἄρχειν χιλιαρχίᾳ μὲν ἤδη τιμῶ· ὅταν δὲ καὶ ἄλλο τι ἀγαθὸν ὁ θεὸς δῷ, οὐδὲ τότε ἐπιλήσομαι αὐτοῦ.

至于其他人,”他说,“我看到负伤者,关于他们,我要先查明他们是在何种时刻负伤的,然后再对他们发表意见。但对于克律桑塔斯,因他在战事中勤勉尽责、明智审慎,且既善于服从命令又善于发号施令,我现在就擢升他为千夫长以示奖赏;将来神若再赐予其他福分,到那时我也绝不会忘记他。

§4.1.5

καὶ πάντας δὲ βούλομαι ὑμᾶς, ἔφη, ὑπομνῆσαι· ἃ γὰρ νῦν εἴδετε ἐν τῇ μάχῃ τῇδε, ταῦτα ἐνθυμούμενοι μήποτε παύεσθε, ἵνα παρʼ ὑμῖν αὐτοῖς αἰεὶ κρίνητε πότερον ἡ ἀρετὴ μᾶλλον ἢ ἡ φυγὴ σῴζει τὰς ψυχὰς καὶ πότερον οἱ μάχεσθαι ἐθέλοντες ῥᾷον ἀπαλλάττουσιν ἢ οἱ οὐκ ἐθέλοντες, καὶ ποίαν τινὰ ἡδονὴν τὸ νικᾶν παρέχει· ταῦτα γὰρ νῦν ἄριστʼ ἂν κρίναιτε πεῖράν τε αὐτῶν ἔχοντες καὶ ἄρτι γεγενημένου τοῦ πράγματος.3

我也想提醒你们所有人,”他说,“你们永远不可停止思索方才在这次战斗中所亲眼目睹的事,以便你们在自己心中始终能判定:究竟是美德还是逃跑更能保全性命,是甘愿作战之人还是不情愿作战之人更容易脱险,以及胜利能带来怎样的快乐。因为现在你们既亲身体验了这些事,而且事情又刚刚发生,正是你们做出最好判断的时候。

§4.1.6

καὶ ταῦτα μέν, ἔφη, ἀεὶ διανοούμενοι βελτίους ἂν εἴητε· νῦν δὲ ὡς θεοφιλεῖς καὶ ἀγαθοὶ καὶ σώφρονες ἄνδρες δειπνοποιεῖσθε καὶ σπονδὰς τοῖς θεοῖς ποιεῖσθε καὶ παιᾶνα ἐξάρχεσθε καὶ ἅμα τὸ παραγγελλόμενον προνοεῖτε.

始终思考这些事情,”他说,“你们就会成为更好的人。但现在,请如同受神眷顾、英勇而克制的勇士一样前去用晚餐,向诸神献奠祭,领唱凯歌,并随时留意所传达的命令。”

§4.1.7

εἰπὼν δὲ ταῦτα ἀναβὰς ἐπὶ τὸν ἵππον ἤλασε καὶ πρὸς Κυαξάρην ἐλθὼν καὶ συνησθεὶς ἐκείνῳ κοινῇ ὡς εἰκὸς καὶ ἰδὼν τἀκεῖ καὶ ἐρόμενος εἴ τι δέοιτο, ἀπήλαυνεν εἰς τὸ αὑτοῦ στράτευμα. καὶ οἱ μὲν δὴ ἀμφὶ Κῦρον δειπνοποιησάμενοι καὶ φυλακὰς καταστησάμενοι ὡς ἔδει ἐκοιμήθησαν.

说完这些,他跨上马匹驰骋而去,来到库阿克萨雷斯那里,理所当然地与他共同庆贺胜利,巡视了那里的情况,询问是否有所需要,然后骑马返回自己的军营。居鲁士及其部下在用完晚餐并按规定设立岗哨之后,便就寝休息了。

语法注3 条
  1. 4.1.3τὸν δʼ ἐμοῦ ἐγγύτατα ταξίαρχον Χρυσάνταν

    先取构词(prolepsis / anticipation)。将作为论述对象的联队长克律桑塔斯置于宾格位置,放在主句动词(δέομαι πυνθάνεσθαι)之前,相当于提前引出话题:“至于紧挨着我的联队长克律桑塔斯,我无须向他人打听”。

  2. 4.1.3ἀνατεταμένος οὗτος τὴν μάχαιραν

    中动完成时分词 ἀνατεταμένος(源自 ἀνατείνω)直接支配宾格 τὴν μάχαιραν(“他高举着战刀”)。语法上亦可视为被动分词带限制宾格(“就战刀而言被举起”),但解作表示动作主体持握武器姿态的活力中动态更为自然准确。

  3. 4.1.5πεῖράν τε αὐτῶν ἔχοντες καὶ ἄρτι γεγενημένου τοῦ πράγματος

    与主句隐含主语一致的主格附带分词短语(πεῖραν ἔχοντες)通过连词 καί 与独立属格结构(ἄρτι γεγενημένου τοῦ πράγματος)并列,二者共同构成判定理由的状语修辞。这种主格分词与独立属格的交替属于希腊语中活跃文风的变格并列手法。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:4.1.1-4.1.7