- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.3.58-3.3.70
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士率领波斯军队唱响赞歌冲锋陷阵,击溃亚述军并在营垒入口与壕沟处予以沉重打击;随后居鲁士为防深入中伏,下令军队整然有序地后撤至射程之外。
ἕως δʼ ἔτι ἔξω βελῶν ἦσαν, παρηγγύα ὁ Κῦρος σύνθημα Ζεὺς σύμμαχος καὶ ἡγεμών. ἐπεὶ δὲ πάλιν ἧκε τὸ σύνθημα ἀνταποδιδόμενον, ἐξῆρχεν αὐτὸς ὁ Κῦρος παιᾶνα τὸν νομιζόμενον· οἱ δὲ θεοσεβῶς πάντες συνεπήχησαν μεγάλῃ τῇ φωνῇ· ἐν τῷ τοιούτῳ γὰρ δὴ οἱ δεισιδαίμονες ἧττον τοὺς ἀνθρώπους φοβοῦνται.
当他们还在投射兵器射程之外时,居鲁士便传达了口令:“宙斯,同盟者兼领路人。”当口令沿线复诵传回之后,居鲁士亲自唱起了惯常的赞歌,全军将士皆以洪亮的声音虔诚同声呼应;因为在此等时刻,敬畏神明之人便不那么惧怕凡人了。
ἐπεὶ δʼ ὁ παιὰν ἐγένετο, ἅμα πορευόμενοι οἱ ὁμότιμοι φαιδροὶ καὶ παρορῶντες εἰς ἀλλήλους, ὀνομάζοντες παραστάτας, ἐπιστάτας, λέγοντες πολὺ τὸ ἄγετʼ ἄνδρες φίλοι, ἄγετʼ ἄνδρες ἀγαθοί, παρεκάλουν ἀλλήλους ἕπεσθαι. οἱ δʼ ὄπισθεν αὐτῶν ἀκούσαντες ἀντιπαρεκελεύοντο τοῖς πρώτοις ἡγεῖσθαι ἐρρωμένως. ἦν δὲ μεστὸν τὸ στράτευμα τῷ Κύρῳ προθυμίας, φιλοτιμίας, ῥώμης, θάρρους, παρακελευσμοῦ, σωφροσύνης, πειθοῦς, ὅπερ οἶμαι δεινότατον τοῖς ὑπεναντίοις.
赞歌唱罢,同等者们容光焕发地并肩前行,彼此对视顾盼,呼唤着左右同列与后列弟兄的名字,口中不断高呼:“上啊,朋友们!上啊,勇士们!”相互激励紧紧相随。后面的士兵听见这话,亦反过来激励前列将士勇猛领军向前。居鲁士的军队洋溢着热忱、求荣之心、勇力、胆气、相互鼓舞、克制与顺从——我认为,这对于敌军而言乃是最令人生畏之景象。
τῶν δʼ Ἀσσυρίων οἱ μὲν ἀπὸ τῶν ἁρμάτων προμαχοῦντες, ὡς ἐγγὺς ἤδη προσεμίγνυε τὸ Περσικὸν πλῆθος, ἀνέβαινόν τε ἐπὶ τὰ ἅρματα καὶ ὑπεξῆγον πρὸς τὸ ἑαυτῶν πλῆθος· οἱ δὲ τοξόται καὶ ἀκοντισταὶ καὶ σφενδονῆται αὐτῶν ἀφίεσαν τὰ βέλη πολὺ πρὶν ἐξικνεῖσθαι.
亚述军中,那些在战车前列作战者,见到波斯大军已近逼上前,便纷纷登上战车,退向己方主力;而他们的弓箭手、标枪手与投石手,早在射程不及之处便已胡乱放出了箭矢飞石。
ὡς δʼ ἐπιόντες οἱ Πέρσαι ἐπέβησαν τῶν ἀφειμένων βελῶν, ἐφθέγξατο δὴ ὁ Κῦρος· ἄνδρες ἄριστοι, ἤδη θᾶττόν τις ἰὼν ἐπιδεικνύτω ἑαυτὸν καὶ παρεγγυάτω. οἱ μὲν δὴ παρεδίδοσαν· ὑπὸ δὲ προθυμίας καὶ μένους καὶ τοῦ σπεύδειν συμμεῖξαι δρόμου τινὲς ἦρξαν, συνεφείπετο δὲ καὶ πᾶσα ἡ φάλαγξ δρόμῳ.
当推进的波斯军队踏上散落一地的箭矢时,居鲁士便高声呼喊:“最优秀的勇士们,现在人人当加快步伐奋勇向前,展示自己的勇武,并把命令传下去!”将士们随即传达命令;由于热忱、昂扬斗志以及渴望迅速接敌的心情,一些人开始奔跑,整座方阵亦随之疾步奔跑向前。
καὶ αὐτὸς δὲ ὁ Κῦρος ἐπιλαθόμενος τοῦ βάδην δρόμῳ ἡγεῖτο, καὶ ἅμα ἐφθέγγετο τίς ἕψεται; τίς ἀγαθός; τίς ἄνδρα πρῶτος καταβαλεῖ; οἱ δὲ ἀκούσαντες ταὐτὸ τοῦτο ἐφθέγγοντο, καὶ διὰ πάντων δὲ ὥσπερ παρηγγύα οὕτως ἐχώρει τίς ἕψεται;
居鲁士本人亦忘记了原本徐步慢走的阵势,疾跑在前,同时高呼:“谁愿跟进?谁是勇士?谁能率先击倒一人?”众人闻声亦呼喊着同样的话语,正如他所下令的那样,全军上下响彻着呼喊:“谁愿跟进?
τίς ἀγαθός; οἱ μὲν δὴ Πέρσαι οὕτως ἔχοντες ὁμόσε ἐφέροντο. οἵ γε μὴν πολέμιοι οὐκέτι ἐδύναντο μένειν, ἀλλὰ στραφέντες ἔφευγον εἰς τὸ ἔρυμα.
谁是勇士?”波斯人怀着这般斗志直冲向前。敌人终于无法坚守,转身溃逃入筑垒之中。
οἱ δʼ αὖ Πέρσαι κατά τε τὰς εἰσόδους ἐφεπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατεστρώννυσαν, τοὺς δʼ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον ἄνδρας ὁμοῦ καὶ ἵππους· ἔνια γὰρ τῶν ἁρμάτων εἰς τὰς τάφρους ἠναγκάσθη φεύγοντα ἐμπεσεῖν.
波斯军队一路尾随追击至营垒入口,在敌人彼此拥挤践踏之际,斩杀了许多人;对于那些跌落深壕之人,他们纵身跃入,将人马一并斩杀;因为有些战车在奔逃中不得不跌入壕沟之中。
καὶ οἱ τῶν Μήδων δʼ ἱππεῖς ὁρῶντες ταῦτα ἤλαυνον εἰς τοὺς ἱππέας τοὺς τῶν πολεμίων· οἱ δʼ ἐνέκλιναν καὶ αὐτοί. ἔνθα δὴ καὶ ἵππων διωγμὸς ἦν καὶ ἀνδρῶν, καὶ φόνος δὲ ἀμφοτέρων.
米底骑兵见状亦向敌方骑兵发起冲击,敌军骑兵亦随之溃散瓦解。于是一场追逐人马的厮杀展开,人马皆遭屠戮。
οἱ δʼ ἐντὸς τοῦ ἐρύματος τῶν Ἀσσυρίων ἑστηκότες ἐπὶ τῆς κεφαλῆς τῆς τάφρου τοξεύειν μὲν ἢ ἀκοντίζειν εἰς τοὺς κατακαίνοντας οὔτε ἐφρόνουν οὔτε ἐδύναντο διὰ τὰ δεινὰ ὁράματα καὶ διὰ τὸν φόβον. τάχα δὲ καὶ καταμαθόντες τῶν Περσῶν τινας διακεκοφότας πρὸς τὰς εἰσόδους τοῦ ἐρύματος ἐτράποντο καὶ ἀπὸ τῶν κεφαλῶν τῶν ἔνδον.
至于驻守在营垒内壕沟堤岸上的亚述人,由于目睹这骇人的惨状并出于极度惊恐,既没有心思也没有能力向屠戮其同袍的波斯人放箭或投枪。不久,他们又得知一些波斯人已经攻破了营垒入口,便连内侧堤岸上的阵地也弃守逃散了。
ἰδοῦσαι δʼ αἱ γυναῖκες τῶν Ἀσσυρίων καὶ τῶν συμμάχων ἤδη φυγὴν καὶ ἐν τῷ στρατοπέδῳ ἀνέκραγον καὶ ἔθεον ἐκπεπληγμέναι, αἱ μὲν καὶ τέκνα ἔχουσαι, αἱ δὲ καὶ νεώτεραι, καταρρηγνύμεναί τε πέπλους καὶ δρυπτόμεναι, καὶ ἱκετεύουσαι πάντας ὅτῳ ἐντυγχάνοιεν μὴ φεύγειν καταλιπόντας αὐτάς, ἀλλʼ ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς.
亚述人及其盟友的妇女们,眼见营垒内亦已出现溃败,便惊恐地高声啼哭、四处乱跑;有的抱着婴儿,有的更为年轻,扯裂衣袍,抓破面颊,哀求遇到的每一个人切莫抛弃她们逃跑,而要为她们、为孩子以及为他们自己全力抵御。
ἔνθα δὴ καὶ αὐτοὶ οἱ βασιλεῖς σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους καὶ ἀναβάντες ἐπὶ τὰς κεφαλὰς καὶ αὐτοὶ ἐμάχοντο καὶ τοῖς ἄλλοις παρεκελεύοντο.
此时,各国君王亲自与其最忠信的侍卫驻守于各个入口,登上内侧防御壁,亲自奋战并勉励其他人坚守。
ὡς δʼ ἔγνω ὁ Κῦρος τὰ γιγνόμενα, δείσας μὴ καὶ εἰ βιάσαιντο εἴσω, ὀλίγοι ὄντες ὑπὸ πολλῶν σφαλεῖέν τι,1 παρηγγύησεν ἐπὶ πόδʼ ἀνάγειν2 ἔξω βελῶν.
当居鲁士洞察了战场局势,担心如果硬行向内强攻,以少数人对抗众多敌军恐会遭受意外挫败,便下令面向敌人、倒步徐撤至敌方射程之外。
ἔνθα δὴ ἔγνω τις ἂν τοὺς ὁμοτίμους πεπαιδευμένους ὡς δεῖ· ταχὺ μὲν γὰρ αὐτοὶ ἐπείθοντο, ταχὺ δὲ τοῖς ἄλλοις παρήγγελλον. ὡς δʼ ἔξω βελῶν ἐγένοντο, ἔστησαν κατὰ χώραν, πολὺ μᾶλλον χοροῦ ἀκριβῶς εἰδότες3 ὅπου ἔδει ἕκαστον αὐτῶν γενέσθαι.
正是在此时,人们才得以看出同等者们受过何等优良的训练;因为他们自己迅速服从,亦迅速将命令传达给其余人等。当退到敌方射程之外时,他们各自立定于原有阵位,对于每个人应当所处的位置,甚至比歌队还要准确无误得多。
- 3.3.69δείσας μὴ καὶ εἰ βιάσαιντο εἴσω, ὀλίγοι ὄντες ὑπὸ πολλῶν σφαλεῖέν τι
由表示恐惧的分词 δείσας 引出的畏惧从句(μὴ... σφαλεῖεν,带希求法),内部嵌套了一个带希求法的条件从句(καὶ εἰ βιάσαιντο εἴσω)。其核心担忧是受到某种打击或败绩(σφαλεῖέν τι),而分词短语 ὀλίγοι ὄντες 则作情态/因果分词使用(“鉴于人数处于劣势”)。
- 3.3.69ἐπὶ πόδʼ ἀνάγειν
古希腊军事术语,指不转身背对敌人、而是面向敌人一步一步倒退后撤的战术撤退动作。不定式 ἀνάγειν 在此作不及物用法(或省略宾语“军队”),意为“撤退”,介词短语 ἐπὶ πόδα(步步后退/面向敌阵后撤)限定了撤退时的姿态与行进方式。
- 3.3.70πολὺ μᾶλλον χοροῦ ἀκριβῶς εἰδότες
属格 χοροῦ 在此用作由比较副词短语 πολὺ μᾶλλον... ἀκριβῶς(远比……更为准确)所支配的比较属格(“比歌队/舞蹈队更……”)。这里以古希腊戏剧中经过严格训练、队列整齐的合唱队(χορός)为参照标准,极力突显波斯同等者军队的高素质纪律。
