← 色诺芬

居鲁士的教育

§3.3.9-3.3.18

居鲁士决意出征并建议进军敌境

居鲁士看到军队备战充分、士气高昂,并希望消除士兵间的内部嫉妒,决定立即出征,并召集各级将领进行动员。次日清晨,居鲁士与将领们一同会见基亚克萨雷斯,向他陈述应当主动出击、进军敌境的理由,指出这不仅能节省友邦资财、从敌境获取给养,更能极大提升士气并震慑敌人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.9

κατανοῶν δὲ ὁ Κῦρος ὡς εὖ μὲν αὐτῷ εἶχον τὰ σώματα οἱ στρατιῶται1 πρὸς τὸ δύνασθαι στρατιωτικοὺς πόνους φέρειν, εὖ δὲ τὰς ψυχὰς πρὸς τὸ καταφρονεῖν τῶν πολεμίων, ἐπιστήμονες δʼ ἦσαν τὰ προσήκοντα τῇ ἑαυτῶν ἕκαστοι ὁπλίσει, καὶ πρὸς τὸ πείθεσθαι δὲ τοῖς ἄρχουσιν ἑώρα πάντας εὖ παρεσκευασμένους, ἐκ τούτων οὖν ἐπεθύμει τι ἤδη τῶν πρὸς τοὺς πολεμίους πράττειν, γιγνώσκων ὅτι ἐν τῷ μέλλειν πολλάκις τοῖς ἄρχουσι καὶ τῆς καλῆς παρασκευῆς ἀλλοιοῦταί τι.

居鲁士观察到,士兵们在身体上状态极佳,能够承受战阵的劳苦;在精神上也状态极佳,足以蔑视敌人;各人对自己装备所应掌握的技艺也都十分精通;他又见全军在服从将领方面做好了充分的准备。出于这些考虑,他渴望立即对敌人采取行动,因为他知道,在拖延之中,良好的准备对指挥官而言往往会发生某种变质。

§3.3.10

ἔτι δʼ ὁρῶν ὅτι φιλοτίμως ἔχοντες ἐν οἷς ἀντηγωνίζοντο πολλοὶ καὶ ἐπιφθόνως εἶχον πρὸς ἀλλήλους τῶν στρατιωτῶν, καὶ τούτων ἕνεκα ἐξάγειν αὐτοὺς ἐβούλετο εἰς τὴν πολεμίαν ὡς τάχιστα, εἰδὼς ὅτι οἱ κοινοὶ κίνδυνοι φιλοφρόνως ποιοῦσιν ἔχειν τοὺς συμμάχους πρὸς ἀλλήλους, καὶ οὐκέτι ἐν τούτῳ οὔτε τοῖς ἐν ὅπλοις κοσμουμένοις φθονοῦσιν οὔτε τοῖς δόξης ἐφιεμένοις, ἀλλὰ μᾶλλον καὶ ἐπαινοῦσι καὶ ἀσπάζονται οἱ τοιοῦτοι τοὺς ὁμοίους, νομίζοντες συνεργοὺς αὐτοὺς τοῦ κοινοῦ ἀγαθοῦ εἶναι.

此外,他看到许多士兵在互相竞争的事情上争强好胜,因而彼此心存忌妒;他也为了这个缘故,想要尽快把他们带到敌境去,因为他知道,共同的危险会使同盟者彼此心存善意,到了那时,他们就不再忌妒那些以铠甲装点自己的人,也不再忌妒追求荣誉的人,反而这样的人会赞赏并欢迎同辈,视他们为共同利益的合作者。

§3.3.11

οὕτω δὴ πρῶτον μὲν ἐξώπλισε τὴν στρατιὰν καὶ κατέταξεν ὡς ἐδύνατο κάλλιστά τε καὶ ἄριστα, ἔπειτα δὲ συνεκάλεσε μυριάρχους καὶ χιλιάρχους καὶ ταξιάρχους καὶ λοχαγούς. οὗτοι γὰρ ἀπολελυμένοι ἦσαν τοῦ καταλέγεσθαι ἐν τοῖς τακτικοῖς ἀριθμοῖς,2 καὶ ὁπότε δέοι ἢ ὑπακούειν τῷ στρατηγῷ ἢ παραγγέλλειν τι, οὐδʼ ὣς οὐδὲν ἄναρχον κατελείπετο, ἀλλὰ δωδεκαδάρχοις καὶ ἑξαδάρχοις πάντα τὰ καταλειπόμενα διεκοσμεῖτο.

于是,他首先为全军配齐精良武装,尽可能完美优秀地列好阵势,然后召集了万夫长、千夫长、团长和连长们。因为这些人已被免于计入战斗队列的人数之中,每当需要听命于统帅或传达命令时,即便如此也不会有任何队伍失去首领,所有留下的部队都由十二人长和六人长妥为统帅。

§3.3.12

ἐπεὶ δὲ συνῆλθον οἱ ἐπικαίριοι, παράγων αὐτοὺς ἐπεδείκνυέ τε αὐτοῖς τὰ καλῶς ἔχοντα καὶ ἐδίδασκεν ᾗ ἕκαστον ἰσχυρὸν ἦν τῶν συμμαχικῶν. ἐπεὶ δὲ κἀκείνους ἐποίησεν ἐρωτικῶς ἔχειν τοῦ ἤδη ποιεῖν τι, εἶπεν αὐτοῖς νῦν μὲν ἀπιέναι ἐπὶ τὰς τάξεις καὶ διδάσκειν ἕκαστον τοὺς ἑαυτοῦ ἅπερ αὐτὸς ἐκείνους, καὶ πειρᾶσθαι αὐτοὺς ἐπιθυμίαν ἐμβαλεῖν πᾶσι τοῦ στρατεύεσθαι, ὅπως εὐθυμότατα πάντες ἐξορμῷντο, πρῲ δὲ παρεῖναι ἐπὶ τὰς Κυαξάρου θύρας.

当这些骨干将领集合起来后,他带领他们巡视,向他们指明秩序良好的各处,并说明盟军各部究竟在何处强大。当他也使这些人急切渴望立即采取行动时,便吩咐他们此刻先回到各自的阵列中,把居鲁士教给他们的话教给各自的部下,并努力把出征的渴望注入所有人心中,以便全军以最昂扬的士气出发,并于次日清晨赶到基亚克萨雷斯的门前。

§3.3.13

τότε μὲν δὴ ἀπιόντες οὕτω πάντες ἐποίουν. τῇ δʼ ὑστεραίᾳ ἅμα τῇ ἡμέρᾳ παρῆσαν οἱ ἐπικαίριοι ἐπὶ θύραις. σὺν τούτοις οὖν ὁ Κῦρος εἰσελθὼν πρὸς τὸν Κυαξάρην ἤρχετο λόγου τοιοῦδε. οἶδα μέν, ἔφη, ὦ Κυαξάρη, ὅτι ἃ μέλλω λέγειν σοὶ πάλαι δοκεῖ οὐδὲν ἧττον ἢ ἡμῖν· ἀλλʼ ἴσως αἰσχύνῃ λέγειν ταῦτα, μὴ δοκῇς ἀχθόμενος ὅτι τρέφεις ἡμᾶς ἐξόδου μεμνῆσθαι.3

当时他们便离开,全都照此行事。次日拂晓,骨干将领们聚集在门前。居鲁士便同他们一起步入基亚克萨雷斯处,开口说了大意如下的一番话:“基亚克萨雷斯啊,我知道我将要说的话,你早已认为理当如此,绝不下于我们;但你或许不好意思直言,免得让人以为你是因为负担我们的供给感到厌烦才提起出征一事。

§3.3.14

ἐπεὶ οὖν σὺ σιωπᾷς, ἐγὼ λέξω καὶ ὑπὲρ σοῦ καὶ ὑπὲρ ἡμῶν. ἡμῖν γὰρ δοκεῖ πᾶσιν, ἐπείπερ παρεσκευάσμεθα, μὴ ἐπειδὰν ἐμβάλωσιν οἱ πολέμιοι εἰς τὴν σὴν χώραν, τότε μάχεσθαι, μηδʼ ἐν τῇ φιλίᾳ καθημένους ἡμᾶς ὑπομένειν, ἀλλʼ ἰέναι ὡς τάχιστα εἰς τὴν πολεμίαν.

既然你保持沉默,我便既为你、也为我们大家讲出这番话。因为既然我们已经准备就绪,我们全体都认为,不应当等敌人侵入你的国境时才去交战,也不应当在友邦境内坐等敌人,而是应当尽快进军敌境。

§3.3.15

νῦν μὲν γὰρ ἐν τῇ σῇ χώρᾳ ὄντες πολλὰ τῶν σῶν σινόμεθα ἄκοντες· ἢν δʼ εἰς τὴν πολεμίαν ἴωμεν, τὰ ἐκείνων κακῶς ποιήσομεν ἡδόμενοι.

因为现在留在你的国土上,我们违背本意地耗损着你的许多资财;但若是我们开赴敌境,我们将欣然摧毁他们的财产。

§3.3.16

ἔπειτα νῦν μὲν σὺ ἡμᾶς τρέφεις πολλὰ δαπανῶν, ἢν δʼ ἐκστρατευσώμεθα, θρεψόμεθα ἐκ τῆς πολεμίας.

其次,现在是你花费巨资供养我们;但如果我们出征,我们将从敌境获取给养。

§3.3.17

ἔτι δὲ εἰ μὲν μείζων τις ἡμῖν ὁ κίνδυνος ἔμελλεν εἶναι ἐκεῖ ἢ ἐνθάδε, ἴσως τὸ ἀσφαλέστατον ἦν αἱρετέον. νῦν δὲ ἴσοι μὲν ἐκεῖνοι ἔσονται, ἤν τε ἐνθάδε ὑπομένωμεν ἤν τε εἰς τὴν ἐκείνων ἰόντες ὑπαντῶμεν αὐτοῖς· ἴσοι δὲ ἡμεῖς ὄντες μαχούμεθα, ἤν τε ἐνθάδε ἐπιόντας αὐτοὺς δεχώμεθα ἤν τε ἐπʼ ἐκείνους ἰόντες τὴν μάχην συνάπτωμεν.

再者,如果在敌境对我们而言危险将大于在此处,或许原本应当选择最稳妥之策。但实际情况是,无论我们在此等待还是开入敌境迎接他们,敌人的兵力都是一样多;无论我们在此迎击来犯之敌,还是向他们进军并交战,我们参战的人数也是一样多。

§3.3.18

πολὺ μέντοι ἡμεῖς βελτίοσι καὶ ἐρρωμενεστέραις ταῖς ψυχαῖς τῶν στρατιωτῶν χρησόμεθα, ἢν ἴωμεν ἐπὶ τοὺς ἐχθροὺς καὶ μὴ ἄκοντες ὁρᾶν δοκῶμεν τοὺς πολεμίους· πολὺ δὲ κἀκεῖνοι μᾶλλον ἡμᾶς φοβήσονται, ὅταν ἀκούσωσιν ὅτι οὐ φοβούμενοι πτήσσομεν αὐτοὺς οἴκοι καθήμενοι, ἀλλʼ ἐπεὶ αἰσθανόμεθα προσιόντας, ἀπαντῶμέν τε αὐτοῖς, ἵνʼ ὡς τάχιστα συμμείξωμεν, καὶ οὐκ ἀναμένομεν ἕως ἂν ἡ ἡμετέρα χώρα κακῶται, ἀλλὰ φθάνοντες ἤδη δῃοῦμεν4 τὴν ἐκείνων γῆν.

然而,如果我们主动奔赴敌军,不显得勉强去见敌人,我们士兵的士气将好得多、顽强得多;敌人听到我们并非因为恐惧而坐缩家中,而是一旦察觉他们逼近便前去迎战以便尽快交锋,并且不坐等自己的国土被蹂躏、而是先发制人已经在蹂躏他们的土地时,他们对我们的畏惧也将大得多。”

语法注4 条
  1. 3.3.9ὡς εὖ μὲν αὐτῷ εἶχον τὰ σώματα οἱ στρατιῶται

    短语 τὰ σώματα 是依赖于 εὖ εἶχον 的关系宾格(说明宾格),与随后的 τὰς ψυχάς 形成对仗,分别表示“在肉体方面”与“在精神方面”。与格代词 αὐτῷ 是利害/关涉与格,表示“对他而言/在其麾下”。

  2. 3.3.11ἀπολελυμένοι ἦσαν τοῦ καταλέγεσθαι ἐν τοῖς τακτικοῖς ἀριθμοῖς

    过去完成时被动语态 ἀπολελυμένοι ἦσαν 后接带有定冠词属格的动词不定式 τοῦ καταλέγεσθαι,构成表示分离/免除的属格结构,意为“免于被编入战斗队列的人数中”。

  3. 3.3.13μὴ δοκῇς ἀχθόμενος ὅτι τρέφεις ἡμᾶς ἐξόδου μεμνῆσθαι

    在动词 αἰσχύνῃ(感到羞怯/顾虑)之后,接由 μή 引导的虚拟语气从句 μὴ δοκῇς(“唯恐被认为……”),表示担忧。分词 ἀχθόμενος 作原因状语(“因感到厌烦/重负”),动词不定式 μεμνῆσθαι 支配属格宾语 ἐξόδου(“提及出征”),充当 δοκῇς 的补足语。

  4. 3.3.18φθάνοντες ἤδη δῃοῦμεν

    此处与通常由 φθάνω 直陈式动词带补充分词的结构相反,分词 φθάνοντες 本身充当主要动词 δῃοῦμεν 的状语,表示“先发制人地已经蹂躏……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.3.9-3.3.18