- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.3.19-3.3.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士与基亚克萨雷斯就出兵敌境达成一致,举行祭礼后跨越国境,一边蹂躏土地一边等待敌军。两军接近之际,波斯军利用营火施展诱敌之策,亚述军则因骑兵夜间作战调度困难而在营地四周深挖壕沟以自固。
καίτοι, ἔφη, εἴ τι ἐκείνους μὲν φοβερωτέρους ποιήσομεν, ἡμᾶς δʼ αὐτοὺς θαρραλεωτέρους, πολὺ τοῦτο ἡμῖν ἐγὼ πλεονέκτημα νομίζω, καὶ τὸν κίνδυνον οὕτως ἡμῖν μὲν ἐλάττω λογίζομαι, τοῖς δὲ πολεμίοις μείζω. πολὺ γὰρ μᾶλλον, ὡς καὶ ὁ πατὴρ αἰεὶ λέγει καὶ σὺ φῄς, καὶ οἱ ἄλλοι δὲ πάντες ὁμολογοῦσιν ὡς αἱ μάχαι κρίνονται μᾶλλον ταῖς ψυχαῖς ἢ ταῖς τῶν σωμάτων ῥώμαις.
“况且,”他说,“如果我们使敌人更加恐惧,使我们自己更加勇敢,我认为这对我们而言是一个极大的优势,我也依此推算,危险对我们而言将变小,对敌人而言则变大。因为正如我父亲常说、你也如此表示、其余所有人也都赞同的那样,决定战斗胜负的,远更多是依靠士气,而非肉体的强力。”
ὁ μὲν οὕτως εἶπε· Κυαξάρης δὲ ἀπεκρίνατο· ἀλλʼ ὅπως μέν, ὦ Κῦρε καὶ οἱ ἄλλοι Πέρσαι, ἐγὼ ἄχθομαι ὑμᾶς τρέφων μηδʼ ὑπονοεῖτε·1 τό γε μέντοι ἰέναι εἰς τὴν πολεμίαν ἤδη καὶ ἐμοὶ δοκεῖ βέλτιον εἶναι πρὸς πάντα. ἐπεὶ τοίνυν, ἔφη ὁ Κῦρος, ὁμογνωμονοῦμεν, συσκευαζώμεθα καὶ ἢν τὰ τῶν θεῶν ἡμῖν θᾶττον συγκαταινῇ, ἐξίωμεν ὡς τάχιστα.
他这样说了;基亚克萨雷斯回答道:“然而,居鲁士以及各位波斯人,你们千万不要猜度我供养你们会心生厌烦;不过,立刻开入敌境,在我看来在各方面也确实更好。”“那么,”居鲁士说,“既然我们意见一致,就让我们收拾行装,如果神意迅速对我们允准,就让我们尽快出发。”
ἐκ τούτου τοῖς μὲν στρατιώταις εἶπον συσκευάζεσθαι· ὁ δὲ Κῦρος ἔθυε πρῶτον μὲν Διὶ βασιλεῖ, ἔπειτα δὲ καὶ τοῖς ἄλλοις θεοῖς, οὓς ἡγεῖτο ἵλεως καὶ εὐμενεῖς ὄντας ἡγεμόνας ἂν γενέσθαι τῇ στρατιᾷ καὶ παραστάτας ἀγαθοὺς καὶ συμμάχους καὶ συμβούλους τῶν ἀγαθῶν. συμπαρεκάλει δὲ καὶ ἥρωας γῆς Μηδίας οἰκήτορας καὶ κηδεμόνας.
于是他们吩咐士兵们收拾行装;居鲁士首先向王神宙斯献祭,接着又向其他神祇献祭,他认为这些神祇仁慈宽厚,必会成为军队的向导、得力的襄助者、盟友以及善事的顾问。他也一同呼求了居住并守护米底亚土地的各位英雄。
ἐπεὶ δʼ ἐκαλλιέρησέ τε καὶ ἁθρόον ἦν αὐτῷ τὸ στράτευμα πρὸς τοῖς ὁρίοις, τότε δὴ οἰωνοῖς χρησάμενος αἰσίοις ἐνέβαλεν εἰς τὴν πολεμίαν. ἐπεὶ δὲ τάχιστα διέβη τὰ ὅρια, ἐκεῖ αὖ καὶ Γῆν ἱλάσκετο χοαῖς καὶ θεοὺς θυσίαις καὶ ἥρωας Ἀσσυρίας οἰκήτορας ηὐμενίζετο. ταῦτα δὲ ποιήσας αὖθις Διὶ πατρῴῳ ἔθυε, καὶ εἴ τις ἄλλος θεῶν ἀνεφαίνετο, οὐδενὸς ἠμέλει.
当他获得吉兆的祭品、全军也在国境附近集合完毕时,他便乘着吉祥的鸟占侵入了敌境。刚一越过国境,他便在那里再次以奠酒祭奠大地,以牺牲祭奠诸神,并安抚居住在亚述土地上的各位英雄。做完这些之后,他又向祖先之神宙斯献祭,若是有任何其他神祇浮现在脑海中,他也绝不忽略任何一位。
ἐπεὶ δὲ καλῶς ταῦτα εἶχεν, εὐθὺς τοὺς μὲν πεζοὺς προαγαγόντες οὐ πολλὴν ὁδὸν ἐστρατοπεδεύοντο, τοῖς δʼ ἵπποις καταδρομὴν ποιησάμενοι περιεβάλοντο πολλὴν καὶ παντοίαν λείαν. καὶ τὸ λοιπὸν δὲ μεταστρατοπεδευόμενοι καὶ ἔχοντες ἄφθονα τὰ ἐπιτήδεια καὶ δῃοῦντες τὴν χώραν ἀνέμενον τοὺς πολεμίους.
当这些事情圆满完成,他们随即率步兵前进了不远的距离便驻扎下来,并以骑兵进行突袭,掳获了大量形形色色的战利品。此后,他们不断转移营地,坐拥丰富的物资,一边蹂躏那片土地,一边等待敌人。
ἡνίκα δὲ προσιόντες ἐλέγοντο οὐκέτι δέχʼ ἡμερῶν ὁδὸν ἀπέχειν, τότε δὴ ὁ Κῦρος λέγει· ὦ Κυαξάρη, ὥρα δὴ ἀπαντᾶν καὶ μήτε τοῖς πολεμίοις δοκεῖν μήτε τοῖς ἡμετέροις φοβουμένους μὴ ἀντιπροσιέναι, ἀλλὰ δῆλοι ὦμεν ὅτι οὐκ ἄκοντες μαχούμεθα.
当消息传来,说逼近的敌人距离已不足十日行程时,居鲁士便说:“基亚克萨雷斯啊,现在正是前去迎击的时刻了,无论在敌人还是在我们自己人眼中,都不要显得是因为恐惧才不去迎面迎击,而是让我们明白地显出,我们绝非勉强交战。”
ἐπεὶ δὲ ταῦτα συνέδοξε τῷ Κυαξάρῃ, οὕτω δὴ συντεταγμένοι προῇσαν τοσοῦτον καθʼ ἡμέραν ὅσον ἐδόκει αὐτοῖς καλῶς ἔχειν. καὶ δεῖπνον μὲν αἰεὶ κατὰ φῶς ἐποιοῦντο, πυρὰ δὲ νύκτωρ οὐκ ἔκαιον ἐν τῷ στρατοπέδῳ· ἔμπροσθεν μέντοι τοῦ στρατοπέδου ἔκαιον, ὅπως ὁρῷεν μὲν εἴ τινες νυκτὸς προσίοιεν διὰ τὸ πῦρ, μὴ ὁρῷντο δʼ ὑπὸ τῶν προσιόντων. πολλάκις δὲ καὶ ὄπισθεν τοῦ στρατοπέδου ἐπυρπόλουν ἀπάτης ἕνεκα τῶν πολεμίων. ὥστʼ ἔστιν ὅτε καὶ κατάσκοποι ἐνέπιπτον εἰς τὰς προφυλακὰς αὐτῶν, διὰ τὸ ὄπισθεν τὰ πυρὰ εἶναι ἔτι πρόσω τοῦ στρατοπέδου οἰόμενοι εἶναι.
基亚克萨雷斯对此表示赞同,于是他们整队前行,每日行进他们认为合适的路程。他们总是在天还亮着时进晚餐,夜间在营地内不点火;然而他们在营地前方点火,以便借着火光看见夜间是否有人接近,同时自己又不被接近的人看见。他们也常常在营地后方生火以欺骗敌人。因此,有时敌人的侦察兵竟会撞入他们的前哨之中,因为火光在后方,他们以为自己距离营地还很远。
οἱ μὲν οὖν Ἀσσύριοι καὶ οἱ σὺν αὐτοῖς, ἐπεὶ ἤδη ἐγγὺς ἀλλήλων τὰ στρατεύματα ἐγίγνοντο, τάφρον περιεβάλοντο, ὅπερ καὶ νῦν ἔτι ποιοῦσιν οἱ βάρβαροι βασιλεῖς, ὅπου ἂν στρατοπεδεύωνται, τάφρον περιβάλλονται εὐπετῶς διὰ τὴν πολυχειρίαν· ἴσασι γὰρ ὅτι ἱππικὸν στράτευμα ἐν νυκτὶ ταραχῶδές ἐστι καὶ δύσχρηστον ἄλλως τε καὶ βάρβαρον.
亚述人及其同党在两军彼此接近时,便在四周挖掘壕沟,正如现在的异族君王无论在何处安营依然所做的那样,由于人手众多,他们能轻而易举地挖掘壕沟;因为他们知道,骑兵部队在夜间容易混乱且难以调动,异族的骑兵尤甚。
πεποδισμένους γὰρ ἔχουσι τοὺς ἵππους ἐπὶ ταῖς φάτναις, καὶ εἴ τις ἐπʼ αὐτοὺς ἴοι, ἔργον μὲν νυκτὸς λῦσαι ἵππους, ἔργον δὲ χαλινῶσαι, ἔργον δʼ ἐπισάξαι, ἔργον δὲ θωρακίσασθαι,2 ἀναβάντας δʼ ἐφʼ ἵππων ἐλάσαι διὰ στρατοπέδου παντάπασιν ἀδύνατον.3 τούτων δὴ ἕνεκα πάντων καὶ οἱ ἄλλοι καὶ ἐκεῖνοι τὰ ἐρύματα περιβάλλονται, καὶ ἅμα αὐτοῖς δοκεῖ τὸ ἐν ἐχυρῷ εἶναι ἐξουσίαν παρέχειν ὅταν βούλωνται μάχεσθαι.
因为他们在马槽旁把马匹绑住脚,若有人袭击他们,在夜间解开马匹是一桩难事,套上辔头是一桩难事,备上马鞍是一桩难事,穿上铠甲是一桩难事,至于跨上马背穿过营地奔驰,则完全不可能。正因所有这些缘故,无论是其他人还是他们都会筑起防御工事,同时在他们看来,处于坚固的据点之中能让他们在自愿时才投入战斗。
- 3.3.20ἀλλʼ ὅπως μέν, ὦ Κῦρε καὶ οἱ ἄλλοι Πέρσαι, ἐγὼ ἄχθομαι ὑμᾶς τρέφων μηδʼ ὑπονοεῖτε
倒装结构(hyperbaton),其中 ὅπως 引导的从句先于其支配的主动词 μηδʼ ὑπονοεῖτε(“休要猜度”)。ὅπως 连词后接直陈式现在时(ἄχθομαι),充当 ὑπονοεῖτε 的宾语从句,表达疑虑的内容(“我供养你们会心生厌烦”)。
- 3.3.27ἔργον μὲν νυκτὸς λῦσαι ἵππους, ἔργον δὲ χαλινῶσαι, ἔργον δʼ ἐπισάξαι, ἔργον δὲ θωρακίσασθαι
ἔργον (ἐστί) 加不定式的惯用结构。名词 ἔργον 作表语,意为“难事、费力的劳作”,各不定式(λῦσαι、χαλινῶσαι 等)为其语法主语。ἔργον 的首字重复(anaphora)构成了层进修辞,最终递进至随后的 παντάπασιν ἀδύνατον(“完全不可能”)。
- 3.3.27ἀναβάντας δʼ ἐφʼ ἵππων ἐλάσαι διὰ στρατοπέδου παντάπασιν ἀδύνατον
由非人称表语 ἀδύνατόν (ἐστι) 支配的“宾格加不定式”结构。宾格分词 ἀναβάντας(“跨上马背之后”)充当不定式 ἐλάσαι(“奔驰”)的泛指动作主体(主语)。
