- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.3.1-3.3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士整肃要塞并收编亚美尼亚与哈勒代部队后启程返回;途中他婉拒亚美尼亚王后献上的黄金,劝其用于装束从军的幼子和家人。抵达米底后,他将财富赏赐给军官,并告诫将士是坚忍与劳苦换来了当下的繁荣。
τῇ δʼ ὑστεραίᾳ ὅ τε Κῦρος ἔπεμπε τὸν ἄγγελον ἐπιστείλας ὅσαπερ ἔφη καὶ ὁ Ἀρμένιος καὶ οἱ Χαλδαῖοι συνέπεμπον οὓς ἱκανωτάτους ἐνόμιζον εἶναι καὶ συμπρᾶξαι καὶ εἰπεῖν περὶ Κύρου τὰ προσήκοντα. ἐκ δὲ τούτου κατασκευάσας ὁ Κῦρος τὸ φρούριον καὶ φύλαξιν ἱκανοῖς καὶ τοῖς ἐπιτηδείοις πᾶσι καὶ ἄρχοντʼ αὐτῶν καταλιπὼν Μῆδον ὃν ᾤετο Κυαξάρῃ ἂν μάλιστα χαρίσασθαι, ἀπῄει συλλαβὼν τὸ στράτευμα ὅσον τε ἦλθεν ἔχων καὶ ὃ παρʼ Ἀρμενίων προσέλαβε, καὶ τοὺς παρὰ Χαλδαίων εἰς τετρακισχιλίους, οἳ ᾤοντο καὶ συμπάντων τῶν ἄλλων κρείττονες εἶναι.
次日,居鲁士派遣了他的信使,并按照先前所说的那样对他进行了吩咐;亚美尼亚王和哈勒代人也随同派出了他们认为最能干的人,既能协助行事,又能就居鲁士讲出得体之言。此后,居鲁士为要塞配备了充足的守军和所有生活必需品,并留下一位他认为最能取悦基亚克萨雷斯的米底人担任要塞长官,随后率军撤离;他带走了自己原先带来的军队,加上从亚美尼亚人那里增收的部队,以及约四千名自认优于其余所有人的哈勒代人。
ὡς δὲ κατέβη εἰς τὴν οἰκουμένην, οὐδεὶς ἔμεινεν ἔνδον Ἀρμενίων οὔτʼ ἀνὴρ οὔτε γυνή, ἀλλὰ πάντες ὑπήντων ἡδόμενοι τῇ εἰρήνῃ καὶ φέροντες καὶ ἄγοντες ὅ τι ἕκαστος ἄξιον εἶχε. καὶ ὁ Ἀρμένιος τούτοις οὐκ ἤχθετο, οὕτως ἂν νομίζων καὶ τὸν Κῦρον μᾶλλον ἥδεσθαι τῇ ὑπὸ πάντων τιμῇ. τέλος δὲ ὑπήντησε καὶ ἡ γυνὴ τοῦ Ἀρμενίου, τὰς θυγατέρας ἔχουσα καὶ τὸν νεώτερον υἱόν, καὶ σὺν ἄλλοις δώροις τὸ χρυσίον ἐκόμιζεν ὃ πρότερον οὐκ ἤθελε λαβεῖν Κῦρος.
当他降临到有人居住的平原乡间时,亚美尼亚人中没有一人留在屋里,不论男女,全都欢欣于和平而前来迎接,并带着和赶着各自拥有的贵重财物。亚美尼亚王对此并不恼怒,因为他认为居鲁士面对这受到所有人敬重的情形,也会感到更加欣喜。最后,亚美尼亚王的妻子也带着女儿们和小儿子前来迎接,在其他礼物之外,她还带来了居鲁士先前不肯接受的黄金。
καὶ ὁ Κῦρος ἰδὼν εἶπεν· ὑμεῖς ἐμὲ οὐ ποιήσετε μισθοῦ περιόντα εὐεργετεῖν,1 ἀλλὰ σύ, ὦ γύναι, ἔχουσα ταῦτα τὰ χρήματα ἃ φέρεις ἄπιθι, καὶ τῷ μὲν Ἀρμενίῳ μηκέτι δῷς αὐτὰ κατορύξαι, ἔκπεμψον δὲ τὸν υἱὸν ὡς κάλλιστα ἀπʼ αὐτῶν κατασκευάσασα ἐπὶ τὴν στρατιάν· ἀπὸ δὲ τῶν λοιπῶν κτῶ καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ καὶ ταῖς θυγατράσι καὶ τοῖς υἱοῖς ὅ τι κεκτημένοι καὶ κοσμήσεσθε κάλλιον καὶ ἥδιον τὸν αἰῶνα διάξετε· εἰς δὲ τὴν γῆν, ἔφη, ἀρκείτω τὰ σώματα, ὅταν ἕκαστος τελευτήσῃ, κατακρύπτειν.
居鲁士见状便说:“你们不要让我变成一个为了报酬而到处施恩的人。女人啊,带着你带来的这些钱财回去吧,切莫再把它们交给亚美尼亚王埋入地下,而是要用这些钱财尽可能体面地装备好你的儿子,打发他去从军;至于剩余的钱财,要为你自己、你的丈夫、女儿们和儿子们购置各种财物,使你们在拥有它们之后能打扮得更漂亮,度过更愉快的岁月。至于埋入土中,”他说,“只待每个人寿命终了之时,用来掩埋尸体也就足够了。”
ὁ μὲν ταῦτʼ εἰπὼν παρήλαυνεν· ὁ δʼ Ἀρμένιος συμπρούπεμπε καὶ οἱ ἄλλοι πάντες ἄνθρωποι, ἀνακαλοῦντες τὸν εὐεργέτην, τὸν ἄνδρα τὸν ἀγαθόν· καὶ τοῦτʼ ἐποίουν, ἕως ἐκ τῆς χώρας ἐξέπεμψαν. συναπέστειλε δʼ αὐτῷ ὁ Ἀρμένιος καὶ στρατιὰν πλείονα, ὡς εἰρήνης οἴκοι οὔσης.
居鲁士说完这番话便策马前行;亚美尼亚王和其余所有民众都一同护送,呼喊他为恩人、善人;他们一直这样护送,直到将他送出境外。亚美尼亚王还给他增派了更多的军队,因为家园如今已经和平。
οὕτω δὴ ὁ Κῦρος ἀπῄει κεχρηματισμένος οὐχ ἃ ἔλαβε μόνον χρήματα, ἀλλὰ πολὺ πλείονα τούτων ἡτοιμασμένος διὰ τὸν τρόπον, ὥστε λαμβάνειν ὁπότε δέοιτο.2 καὶ τότε μὲν ἐστρατοπεδεύσατο ἐν τοῖς μεθορίοις. τῇ δʼ ὑστεραίᾳ τὸ μὲν στράτευμα καὶ τὰ χρήματα ἔπεμψε πρὸς Κυαξάρην· ὁ δὲ πλησίον ἦν, ὥσπερ ἔφησεν· αὐτὸς δὲ σὺν Τιγράνῃ καὶ Περσῶν τοῖς ἀρίστοις ἐθήρα ὅπουπερ ἐπιτυγχάνοιεν θηρίοις καὶ ηὐφραίνετο.
居鲁士就这样离去了,他所获得的财富不仅在于他接受的钱财,更在于凭借自己的为人品行准备好了远多于此的财富,以致无论何时需要都可以随时获取。当时他在边境驻扎下来。次日,他把军队和金钱送交基亚克萨雷斯,正如他所说的,基亚克萨雷斯就在附近;而居鲁士自己则同提格兰以及波斯人的精英们一道,在遇到猎物的地方四处狩猎,怡然自乐。
ἐπεὶ δʼ ἀφίκετο εἰς Μήδους, τῶν χρημάτων ἔδωκε τοῖς αὑτοῦ ταξιάρχοις ὅσα ἐδόκει ἑκάστῳ ἱκανὰ εἶναι, ὅπως καὶ ἐκεῖνοι ἔχοιεν τιμᾶν, εἴ τινας ἄγαιντο τῶν ὑφʼ ἑαυτούς· ἐνόμιζε γάρ, εἰ ἕκαστος τὸ μέρος ἀξιέπαινον ποιήσειε, τὸ ὅλον αὐτῷ καλῶς ἔχειν. καὶ αὐτὸς δὲ ὅ τι που καλὸν ἴδοι ἐς στρατιάν, ταῦτα κτώμενος διεδωρεῖτο τοῖς ἀεὶ ἀξιωτάτοις, νομίζων ὅ τι καλὸν κἀγαθὸν ἔχοι τὸ στράτευμα, τούτοις ἅπασιν αὐτὸς κεκοσμῆσθαι.
当他抵达米底时,他把钱财分给自己的团长们,分给每人他认为足够的数额,以便他们如果赞赏麾下的某些人,也能有资财予以嘉奖;因为他认为,如果每个人都使自己的部门值得称赞,那么整个大局对他来说就会处在良好状态。居鲁士自己无论在哪里见到对军队有益的精良物品,也都购置下来,分赠给那些始终最应得之人,因为他坚信,军队所拥有的一切优秀与美好,都是在装饰他自己。
ἡνίκα δὲ αὐτοῖς διεδίδου ὧν ἔλαβεν,3 ἔλεξεν ὧδέ πως εἰς τὸ μέσον τῶν ταξιάρχων καὶ λοχαγῶν καὶ πάντων ὅσους ἐτίμα. ἄνδρες φίλοι, δοκεῖ ἡμῖν εὐφροσύνη τις νῦν παρεῖναι, καὶ ὅτι εὐπορία τις προσγεγένηται καὶ ὅτι ἔχομεν ἀφʼ ὧν τιμᾶν ἕξομεν οὓς ἂν βουλώμεθα καὶ τιμᾶσθαι ὡς ἂν ἕκαστος ἄξιος ᾖ.
当他把自己所得到的财物分发给他们时,他在团长、连长以及所有他敬重的人当中,大略讲了这样一番话:“各位朋友,此刻我们之中似乎洋溢着某种喜悦,不仅是因为增添了充裕的资财,更是因为我们拥有了凭借,借此既能奖赏我们所愿奖赏之人,也能使每人依其所配而受到敬重。
πάντως δὴ ἀναμιμνῃσκώμεθα τὰ ποῖʼ ἄττα ἔργα τούτων τῶν ἀγαθῶν ἐστιν αἴτια· σκοπούμενοι γὰρ εὑρήσετε τό τε ἀγρυπνῆσαι ὅπου ἔδει καὶ τὸ πονῆσαι καὶ τὸ σπεῦσαι καὶ τὸ μὴ εἶξαι τοῖς πολεμίοις. οὕτως οὖν χρὴ καὶ τὸ λοιπὸν ἄνδρας ἀγαθοὺς εἶναι, γιγνώσκοντας ὅτι τὰς μεγάλας ἡδονὰς καὶ τἀγαθὰ τὰ μεγάλα ἡ πειθὼ καὶ ἡ καρτερία καὶ οἱ ἐν τῷ καιρῷ πόνοι καὶ κίνδυνοι παρέχονται.
我们务必要牢记,究竟是何种作为带来了这些福泽;因为你们若加细察,就会发现这正是由于在应当警醒之处彻夜不眠、辛勤劳作、行动敏捷,并且未向敌人屈服。因此,今后也应当继续做优秀的勇士,要深知顺从、隐忍以及当其时的劳苦与危险,方能换来巨大的欢愉与崇高的善果。”
- 3.3.3μισθοῦ περιόντα εὐεργετεῖν
μισθοῦ 是表示代价的属格(genitive of price),修饰 εὐεργετεῖν(“为求报酬而施惠”)。περιόντα 是动词 περίειμι(“走动、到处周游”)的现在分词阳性单数宾格,在此作为 ποιήσετε 的宾语 ἐμέ 的补足语,整个句式意为“使我变成一个到处周游以谋取报酬而施恩的人”。
- 3.3.5κεχρηματισμένος οὐχ ἃ ἔλαβε μόνον χρήματα, ἀλλὰ πολὺ πλείονα τούτων ἡτοιμασμένος διὰ τὸν τρόπον, ὥστε λαμβάνειν ὁπότε δέοιτο
完成时分词 κεχρηματισμένος(源自 χρηματίζομαι,“获利、积财”)支配同源/同格宾格 ἃ... χρήματα(“不仅获益于所取的钱财”)。与之平行的 ἡτοιμασμένος(“筹措好、准备好”)支配比较级宾格 πλείονα,后接比较属格 τούτων。随后的 ὥστε 引出结果从句,意为“以致无论何时需要都可以获得”。
- 3.3.7ὧν ἔλαβεν
关系代词 ὧν 发生了格的吸引(attraction),其省略的先行词 τούτων 本为与动词 διεδίδου 搭配的部分属格(“从所取得的财物中分发”),关系代词原应为宾格 ἃ,在此被同化为属格 ὧν(即 τούτων ἃ ἔλαβεν)。
