← 色诺芬

居鲁士的教育

§3.3.49-3.3.57

论教养与勇德之培养及居鲁士进军

克律桑塔斯建议在战前发表演讲鼓舞士气,但居鲁士指出德行与英勇只能依靠长期的法度、教育和操练养成,临阵发言无济于事。随后,在基亚克萨雷斯的催促下,居鲁士率领训练有素的部队井然有序地开赴战场。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.3.49

ἔνθα δὴ ὁ Χρυσάντας εἶπε· τί δʼ, ἔφη, ὦ Κῦρε, εἰ καὶ σὺ συγκαλέσας ἕως ἔτι ἔξεστι παρακελεύσαιο, εἰ ἄρα τι καὶ σὺ ἀμείνους ποιήσαις τοὺς στρατιώτας;1

这时,克律桑塔斯说道:“居鲁士啊,趁着目前还来得及,你何不也将大家召集起来加以勉励,看看是否也能使将士们变得更加奋勇呢?”

§3.3.50

καὶ ὁ Κῦρος εἶπεν· ὦ Χρυσάντα, μηδέν σε λυπούντων αἱ τοῦ Ἀσσυρίου παρακελεύσεις· οὐδεμία γάρ ἐστιν οὕτω καλὴ παραίνεσις ἥτις τοὺς μὴ ὄντας ἀγαθοὺς αὐθημερὸν ἀκούσαντας ἀγαθοὺς ποιήσει· οὐκ ἂν οὖν τοξότας γε, εἰ μὴ ἔμπροσθεν τοῦτο μεμελετηκότες εἶεν,2 οὐδὲ μὴν ἀκοντιστάς, οὐδὲ μὴν ἱππέας, ἀλλʼ οὐδὲ μὴν τά γε σώματα ἱκανοὺς πονεῖν, ἢν μὴ πρόσθεν ἠσκηκότες ὦσι.

居鲁士答道:“克律桑塔斯,亚述王的那番动员丝毫用不着让你挂虑;因为没有任何劝勉之辞能精妙到仅凭当天一听,就让原本不勇敢的人变得勇敢。如果先前不曾练习,这绝不能使人成为弓箭手,也绝不能使人成为标枪手或骑兵;若先前未经操练,甚至也无法使他们的肉体耐受劳苦。”

§3.3.51

καὶ ὁ Χρυσάντας εἶπεν· ἀλλʼ ἀρκεῖ τοι, ὦ Κῦρε, ἢν τὰς ψυχὰς αὐτῶν ἀμείνονας παρακελευσάμενος ποιήσῃς. ἦ καὶ δύναιτʼ ἄν, ἔφη ὁ Κῦρος, εἷς λόγος ῥηθεὶς αὐθημερὸν αἰδοῦς μὲν ἐμπλῆσαι τὰς ψυχὰς τῶν ἀκουόντων, ἢ ἀπὸ τῶν αἰσχρῶν κωλῦσαι, προτρέψαι δὲ ὡς χρὴ ἐπαίνου μὲν ἕνεκα πάντα μὲν πόνον, πάντα δὲ κίνδυνον ὑποδύεσθαι, λαβεῖν δʼ ἐν ταῖς γνώμαις βεβαίως τοῦτο ὡς αἱρετώτερόν ἐστι μαχομένους ἀποθνῄσκειν μᾶλλον ἢ φεύγοντας σῴζεσθαι;

克律桑塔斯说:“但是,居鲁士啊,只要你通过激励使他们的精神更加振奋,不就足够了吗?” 居鲁士说:“当天发表的一席讲话,难道真能让听者的心灵充满羞耻之心,或是阻止他们做出可耻之事,或是激励他们为了获得赞许甘冒一切辛劳与危险,并在心中确立这一牢固信念——战死沙场远比苟且溃逃更值得选择吗?

§3.3.52

ἆρʼ οὐκ, ἔφη, εἰ μέλλουσι τοιαῦται διάνοιαι ἐγγραφήσεσθαι ἀνθρώποις καὶ ἔμμονοι ἔσεσθαι, πρῶτον μὲν νόμους ὑπάρξαι δεῖ τοιούτους διʼ ὧν τοῖς μὲν ἀγαθοῖς ἔντιμος καὶ ἐλευθέριος ὁ βίος παρασκευασθήσεται, τοῖς δὲ κακοῖς ταπεινός τε καὶ ἀλγεινὸς καὶ ἀβίωτος ὁ αἰὼν ἐπανακείσεται;

“如果要让这样的心志铭刻在人们心中并持久不变,”他说,“难道不是首先必须具备这样的法度,藉此为善战者提供荣耀与自由的生活,而将卑贱、痛苦与不值一过的人生加于怯懦恶劣者吗?

§3.3.53

ἔπειτα διδασκάλους οἶμαι δεῖ καὶ ἄρχοντας ἐπὶ τούτοις γενέσθαι οἵ τινες δείξουσί τε ὀρθῶς καὶ διδάξουσι καὶ ἐθιοῦσι ταῦτα δρᾶν, ἔστʼ ἂν ἐγγένηται αὐτοῖς τοὺς μὲν ἀγαθοὺς καὶ εὐκλεεῖς εὐδαιμονεστάτους τῷ ὄντι νομίζειν, τοὺς δὲ κακοὺς καὶ δυσκλεεῖς ἀθλιωτάτους ἁπάντων ἡγεῖσθαι. οὕτω γὰρ δεῖ διατεθῆναι τοὺς μέλλοντας τοῦ ἀπὸ τῶν πολεμίων φόβου τὴν μάθησιν κρείττονα παρέξεσθαι.3

“其次,我认为必须有相应的导师和长官,正确地示范、教导并使他们习惯于这般行事,直到他们真正发自内心地认为良善英名之人乃是最幸福的,而卑鄙恶名之人乃是全人类中最悲惨的。因为凡是要让所学修养压倒敌阵带来的恐惧之人,就必须具备这样的心态。

§3.3.54

εἰ δέ τοι ἰόντων εἰς μάχην σὺν ὅπλοις,4 ἐν ᾧ πολλοὶ καὶ τῶν παλαιῶν μαθημάτων ἐξίστανται, ἐν τούτῳ δυνήσεταί τις ἀπορραψῳδήσας παραχρῆμα ἄνδρας πολεμικοὺς ποιῆσαι, πάντων ἂν ῥᾷστον εἴη καὶ μαθεῖν καὶ διδάξαι τὴν μεγίστην τῶν ἐν ἀνθρώποις ἀρετήν.

“倘若在将士们披挂兵刃奔赴沙场之时——在那个时刻,许多人甚至会把长年所学的本领都忘得一干二净——有人仅凭当场发表一番演讲就能把他们化为勇悍善战之士,那么掌握和传授人类中最伟大的德行,岂不成了天下最轻而易举之事了?

§3.3.55

ἐπεὶ ἔγωγʼ, ἔφη, οὐδʼ ἂν τούτοις ἐπίστευον5 ἐμμόνοις ἔσεσθαι οὓς νῦν ἔχοντες παρʼ ἡμῖν αὐτοῖς ἠσκοῦμεν, εἰ μὴ καὶ ὑμᾶς ἑώρων παρόντας, οἳ καὶ παράδειγμα αὐτοῖς ἔσεσθε οἵους χρὴ εἶναι καὶ ὑποβαλεῖν δυνήσεσθε, ἤν τι ἐπιλανθάνωνται. τοὺς δʼ ἀπαιδεύτους παντάπασιν ἀρετῆς θαυμάζοιμʼ ἄν, ἔφη, ὦ Χρυσάντα, εἴ τι πλέον ἂν ὠφελήσειε λόγος καλῶς ῥηθεὶς εἰς ἀνδραγαθίαν ἢ τοὺς ἀπαιδεύτους μουσικῆς ᾆσμα καλῶς ᾀσθὲν εἰς μουσικήν.

“依我看来,”他说,“对于我们如今带在身边并亲自操练的这些人,若非看到你们在场,连我也不敢指望他们能坚守不退;因为你们既是他们当效法的榜样,又能在他们有所疏漏时加以提点。至于那些完全未经德行熏陶之人,”他说,“克律桑塔斯啊,若说一篇精彩的演说能在英勇豪迈上给予他们丝毫助益,我认为这无异于指望一首动听的歌曲能让全无音乐修养之人精通音乐一般荒谬。”

§3.3.56

οἱ μὲν ταῦτα διελέγοντο. ὁ δὲ Κυαξάρης πάλιν πέμπων ἔλεγεν ὅτι ἐξαμαρτάνοι διατρίβων καὶ οὐκ ἄγων ὡς τάχιστα ἐπὶ τοὺς πολεμίους. καὶ ὁ Κῦρος ἀπεκρίνατο δὴ τότε τοῖς ἀγγέλοις· ἀλλʼ εὖ μὲν ἴστω, ἔφη, ὅτι οὔπω εἰσὶν ἔξω ὅσους δεῖ· καὶ ταῦτα ἀπαγγέλλετε αὐτῷ ἐν ἅπασιν· ὅμως δέ, ἐπεὶ ἐκείνῳ δοκεῖ, ἄξω ἤδη.

他们正谈论着这些事,基亚克萨雷斯再次派人前来,指责居鲁士拖延时间而不尽快向敌人发起进攻乃是铸成大错。居鲁士随即答复使者道:“请他确信,”他说,“营垒外的敌人尚未达到应有的数量;你们要在众人面前将这番话回禀给他。然而,既然他意已决,我这就率军出发。”

§3.3.57

ταῦτʼ εἰπὼν καὶ προσευξάμενος τοῖς θεοῖς ἐξῆγε τὸ στράτευμα. ὡς δʼ ἤρξατο ἄγειν, ἤδη θᾶττον ἡγεῖτο, οἱ δʼ εἵποντο εὐτάκτως μὲν διὰ τὸ ἐπίστασθαί τε καὶ μεμελετηκέναι ἐν τάξει πορεύεσθαι, ἐρρωμένως δὲ διὰ τὸ φιλονίκως ἔχειν πρὸς ἀλλήλους καὶ διὰ τὸ τὰ σώματα ἐκπεπονῆσθαι καὶ διὰ τὸ πάντας ἄρχοντας τοὺς πρωτοστάτας εἶναι, ἡδέως δὲ διὰ τὸ φρονίμως ἔχειν· ἠπίσταντο γὰρ καὶ ἐκ πολλοῦ οὕτως ἐμεμαθήκεσαν ἀσφαλέστατον εἶναι καὶ ῥᾷστον τὸ ὁμόσε ἰέναι τοῖς πολεμίοις, ἄλλως τε καὶ τοξόταις καὶ ἀκοντισταῖς καὶ ἱππεῦσιν.

说完这番话并向诸神祈祷之后,他便率领大军出征。他一开始带兵前进,便加快了行军步伐,将士们井然有序地跟进,因为他们懂得并反复操练过成列行进;他们行军勇武有力,因为彼此怀有求胜争先之心,身体又经过充分锻造,且前列之人皆是带兵军官;他们亦兴致昂扬,因为他们具有明智的见识:他们深知且早已领悟,径直冲向敌阵,尤其是冲向弓箭手、标枪手和骑兵,才是最安全、最容易的克敌之道。

语法注5 条
  1. 3.3.49τί δʼ, ἔφη, ὦ Κῦρε, εἰ καὶ σὺ συγκαλέσας ἕως ἔτι ἔξεστι παρακελεύσαιο, εἰ ἄρα τι καὶ σὺ ἀμείνους ποιήσαις τοὺς στρατιώτας;

    短语 τί δʼ... εἰ 是一种惯用的省略结构,相当于“如果……会怎样呢?”(省略了主句,如 τί δʼ ἂν εἴη, εἰ...)。接下来的 εἰ ἄρα τι... 则是表示尝试或目的的条件从句(“看看是否……/指望或许能……”)。

  2. 3.3.50οὐκ ἂν οὖν τοξότας γε, εἰ μὴ ἔμπροσθεν τοῦτο μεμελετηκότες εἶεν

    在 οὐκ ἂν οὖν τοξότας γε 之后,承接前文省略了动词 ποιήσειεν(或以 παραίνεσις 为主语的同类表达)。带 ἄν 的条件句主句承前省略了动词,仅保留了宾格补足语(τοξότας)。

  3. 3.3.53τοῦ ἀπὸ τῶν πολεμίων φόβου τὴν μάθησιν κρείττονα παρέξεσθαι

    属格短语 τοῦ... φόβου 是比较属格,从属于形容词 κρείττονα。词序采用了倒装离隔(hyperbaton),其核心结构为 τὴν μάθησιν κρείττονα τοῦ ἀπὸ τῶν πολεμίων φόβου παρέξεσθαι(“使所学素养优于/压倒来自敌人的恐惧”)。

  4. 3.3.54ἰόντων εἰς μάχην σὺν ὅπλοις

    不带显式名词主语的属格独立结构(genitive absolute),在语境中其逻辑主语指奔赴战场的士兵们。它设定了时间情境,引出随后的关系从句 ἐν ᾧ(“在……之际”)及主句的呼应词 ἐν τούτῳ。

  5. 3.3.55ἐπεὶ ἔγωγʼ, ἔφη, οὐδʼ ἂν τούτοις ἐπίστευον

    连词 ἐπεί 引导解释性陈述(“因为/事实上”)。主句 οὐδʼ ἂν... ἐπίστευον 构成了与事实相反的虚拟语气主句(“我本人原本也是不敢信任的”),与后半句的条件从句 εἰ μὴ καὶ ὑμᾶς ἑώρων(“若不是看到你们在场”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.3.49-3.3.57