- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.3.39-3.3.48
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士向同等阶层及后卫将领训示战前职责,亚述王亦向全军作决死动员。基亚克萨雷斯遣使催促进军,居鲁士则予以拒绝,主张等待敌军大部出城再行决战。
τούτου δʼ ἕνεκα οὐκ ἐγώ, ἔφη, αὐτοῖς λέγω, ἀλλʼ ὑμᾶς κελεύω λέγειν, ἵνα καὶ ἀρέσκειν ὑμῖν πειρῶνται· ὑμεῖς γὰρ καὶ πλησιάζετε αὐτοῖς ἕκαστος τῷ ἑαυτοῦ μέρει. εὖ δʼ ἐπίστασθε ὡς ἢν θαρροῦντας τούτοις ὑμᾶς αὐτοὺς ἐπιδεικνύητε, καὶ τούτους καὶ ἄλλους πολλοὺς οὐ λόγῳ ἀλλʼ ἔργῳ θαρρεῖν διδάξετε.
“正因如此,”他说,“我才没有亲自向他们讲话,而是吩咐你们去讲,好让他们也竭力博得你们的赞许;因为你们每个人都在自己的部属中与他们朝夕相处。你们应当确知:只要你们向他们展现出沉着坚毅,你们就将不是通过言辞而是通过行动,教会他们以及其他许多人刚毅果敢。”
τέλος εἶπεν ἀπιόντας ἀριστᾶν ἐστεφανωμένους καὶ σπονδὰς ποιησαμένους ἥκειν εἰς τὰς τάξεις αὐτοῖς στεφάνοις.1 ἐπεὶ δʼ ἀπῆλθον, αὖθις τοὺς οὐραγοὺς προσεκάλεσε, καὶ τούτοις τοιάδε ἐνετέλλετο.
最后,他吩咐他们退下,头戴花冠享用早点,行奠酒之礼,而后仍戴着花冠返回阵列。当他们退下后,他又召来后卫长们,向他们下达了如下指示:
ἄνδρες Πέρσαι, ὑμεῖς καὶ τῶν ὁμοτίμων γεγόνατε καὶ ἐπιλελεγμένοι ἐστέ, οἳ δοκεῖτε τὰ μὲν ἄλλα τοῖς κρατίστοις ὅμοιοι εἶναι, τῇ δʼ ἡλικίᾳ καὶ φρονιμώτεροι. καὶ τοίνυν χώραν ἔχετε οὐδὲν ἧττον ἔντιμον τῶν πρωτοστατῶν· ὑμεῖς γὰρ ὄπισθεν ὄντες τούς τʼ ἀγαθοὺς ἂν ἐφορῶντες καὶ ἐπικελεύοντες αὐτοῖς ἔτι κρείττους ποιοῖτε, καὶ εἴ τις μαλακίζοιτο, καὶ τοῦτον ὁρῶντες οὐκ ἂν ἐπιτρέποιτε αὐτῷ.
“波斯的勇士们,你们也是同等阶层的成员,是经过特选之人,不仅在其他方面被公认堪与最优秀者匹敌,在阅历年齿上更显睿智。因此,你们所占据的位置丝毫不亚于前列勇士之尊荣;因为你们在后方,既能督视并勉励英勇者使他们愈战愈勇,若有人胆怯畏缩,你们看在眼里也绝不会予以容忍。
συμφέρει δʼ ὑμῖν, εἴπερ τῳ καὶ ἄλλῳ, τὸ νικᾶν καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὸ βάρος τῆς στολῆς. ἢν δʼ ἄρα ὑμᾶς καὶ οἱ ἔμπροσθεν ἀνακαλοῦντες ἕπεσθαι παρεγγυῶσιν, ὑπακούετε αὐτοῖς, καὶ ὅπως μηδʼ ἐν τούτῳ αὐτῶν ἡττηθήσεσθε,2 ἀντιπαρακελευόμενοι αὐτοῖς θᾶττον ἡγεῖσθαι ἐπὶ τοὺς πολεμίους. καὶ ἀπιόντες, ἔφη, ἀριστήσαντες καὶ ὑμεῖς ἥκετε σὺν τοῖς ἄλλοις ἐστεφανωμένοι ἐς τὰς τάξεις.
“再者,无论考虑到年岁还是沉重甲胄的负担,取得胜利对你们而言,比对任何其他人都更为有利。倘若前列之人呼喊你们并促请你们跟进,你们且听从他们;但为了在这一点上也不输给他们,你们当反过来勉励他们更快地向敌阵推进。现在你们也退下,”他说,“用过早点后,也和其他人一样头戴花冠返回各自的阵列。”
οἱ μὲν δὴ ἀμφὶ Κῦρον ἐν τούτοις ἦσαν· οἱ δὲ Ἀσσύριοι καὶ δὴ ἠριστηκότες ἐξῇσάν τε θρασέως καὶ παρετάττοντο ἐρρωμένως. παρέταττε δὲ αὐτοὺς αὐτὸς ὁ βασιλεὺς ἐφʼ ἅρματος παρελαύνων καὶ τοιάδε παρεκελεύετο.
居鲁士部下正忙于这些事宜;而亚述人此时早已用过早点,正气势汹汹地出城列阵,布防严整。亚述王亲自驾着战车穿梭检阅,整顿阵伍,并向全军训话鼓劲:
ἄνδρες Ἀσσύριοι, νῦν δεῖ ἄνδρας ἀγαθοὺς εἶναι· νῦν γὰρ ὑπὲρ ψυχῶν τῶν ὑμετέρων ἁγὼν καὶ ὑπὲρ γῆς ἐν ᾗ ἔφυτε καὶ οἴκων ἐν οἷς ἐτράφητε, καὶ ὑπὲρ γυναικῶν τε καὶ τέκνων καὶ περὶ πάντων ὧν πέπασθε ἀγαθῶν. νικήσαντες μὲν γὰρ ἁπάντων τούτων ὑμεῖς ὥσπερ πρόσθεν κύριοι ἔσεσθε· εἰ δʼ ἡττηθήσεσθε, εὖ ἴστε ὅτι παραδώσετε ταῦτα πάντα τοῖς πολεμίοις.
“亚述的勇士们,如今正当展现男儿英豪之时!因为此刻的战斗关乎你们的性命,关乎你们生于斯的大地,关乎你们长于斯的家园,关乎你们的妻子儿女,以及你们所拥有的一切福泽财产。倘若获胜,你们将如从前一样继续做这一切的主人;但若战败,你们必须深知,这一切都将拱手奉送给仇敌。
ἅτε οὖν νίκης ἐρῶντες μένοντες μάχεσθε. μῶρον γὰρ τὸ κρατεῖν βουλομένους τὰ τυφλὰ τοῦ σώματος καὶ ἄοπλα καὶ ἄχειρα ταῦτα ἐναντία τάττειν τοῖς πολεμίοις φεύγοντας· μῶρος δὲ καὶ εἴ τις ζῆν βουλόμενος φεύγειν ἐπιχειροίη, εἰδὼς ὅτι οἱ μὲν νικῶντες σῴζονται, οἱ δὲ φεύγοντες ἀποθνῄσκουσι μᾶλλον τῶν μενόντων· μῶρος δὲ καὶ εἴ τις χρημάτων ἐπιθυμῶν ἧτταν προσίεται. τίς γὰρ οὐκ οἶδεν ὅτι οἱ μὲν νικῶντες τά τε ἑαυτῶν σῴζουσι καὶ τὰ τῶν ἡττωμένων προσλαμβάνουσιν, οἱ δὲ ἡττώμενοι ἅμα ἑαυτούς τε καὶ τὰ ἑαυτῶν πάντα ἀποβάλλουσιν; ὁ μὲν δὴ Ἀσσύριος ἐν τούτοις ἦν.
“因此,怀着对胜利的渴望,坚守阵地战斗吧!因为企图获胜却在溃逃中将身体盲目无眼、毫无防备、没有兵刃的部位背对敌人,实属愚蠢;一心求生却企图逃跑同样愚蠢,因为深知获胜者得以保全,而逃窜者的丧生者反倒多于坚守者;贪图财富却甘愿认输更是愚蠢。因为谁会不知道,战胜者既保全了自己的财产,又夺取了败者的资财,而战败者则在丧失自我的同时抛弃了一切所有?”亚述王所训示的便是这番言辞。
ὁ δὲ Κυαξάρης πέμπων πρὸς τὸν Κῦρον ἔλεγεν ὅτι ἤδη καιρὸς εἴη ἄγειν ἐπὶ τοὺς πολεμίους· εἰ γὰρ νῦν, ἔφη, ἔτι ὀλίγοι εἰσὶν οἱ ἔξω τοῦ ἐρύματος, ἐν ᾧ ἂν προσίωμεν πολλοὶ ἔσονται· μὴ οὖν ἀναμείνωμεν ἕως ἂν πλείους ἡμῶν γένωνται. ἀλλʼ ἴωμεν ἕως ἔτι οἰόμεθα εὐπετῶς ἂν αὐτῶν κρατῆσαι.
与此同时,基亚克萨雷斯派人前去见居鲁士,表示如今正是向敌军发起进攻的良机:“因为即使现在栅栏外的敌人尚少,”他说,“在我们逼近的过程中,他们的人数就会增多。因此我们切莫等待他们人数超过我们,趁我们自认尚能轻取敌手之时,立即进军吧。”
ὁ δʼ αὖ Κῦρος ἀπεκρίνατο· ὦ Κυαξάρη, εἰ μὴ ὑπὲρ ἥμισυ αὐτῶν ἔσονται οἱ ἡττηθέντες, εὖ ἴσθι ὅτι ἡμᾶς μὲν ἐροῦσι φοβουμένους τὸ πλῆθος τοῖς ὀλίγοις ἐπιχειρῆσαι, αὐτοὶ δὲ οὐ νομιοῦσιν ἡττῆσθαι, ἀλλʼ ἄλλης σοι μάχης δεήσει, ἐν ᾗ ἄμεινον ἂν ἴσως βουλεύσαιντο ἢ νῦν βεβούλευνται, παραδόντες ἑαυτοὺς ἡμῖν ταμιεύεσθαι3 ὥσθʼ ὁπόσοις ἂν βουλώμεθα αὐτῶν μάχεσθαι.
居鲁士却答复道:“基亚克萨雷斯啊,倘若被击溃的敌人不足其全军的半数,请你确信,他们必定会说我们是因畏惧大军而只敢向少数敌人下手,他们自己也不会承认战败,届时你还得再打一仗;在那场战斗中,他们的谋划恐怕会比现在精明得多,而眼下他们却是将自己交由我们按需分批处置,以致我们想同他们多少人交手就同多少人交手。”
οἱ μὲν δὴ ἄγγελοι ταῦτʼ ἀκούσαντες ᾤχοντο. ἐν τούτῳ δὲ ἧκε Χρυσάντας ὁ Πέρσης καὶ ἄλλοι τινὲς τῶν ὁμοτίμων αὐτομόλους ἄγοντες. καὶ ὁ Κῦρος ὥσπερ εἰκὸς ἠρώτα τοὺς αὐτομόλους τὰ ἐκ τῶν πολεμίων. οἱ δʼ ἔλεγον ὅτι ἐξίοιέν τε ἤδη σὺν τοῖς ὅπλοις καὶ παρατάττοι αὐτοὺς αὐτὸς ὁ βασιλεὺς ἔξω ὢν καὶ παρακελεύοιτο μὲν δὴ τοῖς αἰεὶ ἔξω οὖσι πολλά τε καὶ ἰσχυρά, ὡς ἔφασαν λέγειν τοὺς ἀκούοντας.
使者们听取此言后便离去了。此时,波斯人克律桑塔斯和同等阶层的其他几人带着投降的逃兵赶到。居鲁士自然向逃兵们盘问敌方的情报。他们报告称,敌人已全副武装走出营垒,国王亲自在城外整顿阵形,并不停地向源源不断出城的士兵作着慷慨激昂的动员,听闻其讲话的人皆作如是说。
- 3.3.40αὐτοῖς στεφάνοις
αὐτός 的与格与名词与格连用,构成表示伴随情况或附带状态的习惯表达(“仍戴着花冠”)。此处并非单纯的工具与格,而是指不摘下祭祀时所戴的花冠直接返回阵列。
- 3.3.42ὅπως μηδʼ ἐν τούτῳ αὐτῶν ἡττηθήσεσθε
由 ὅπως 引导搭配将来直说语气(ἡττηθήσεσθε)构成的独立祈使句,省略了主句动词(如 ὁρᾶτε)。意为“务必使你们在这一点上也不输给他们”,统辖随后的分词 ἀντιπαρακελευόμενοι。
- 3.3.47ταμιεύεσθαι
动词 ταμιεύω(分配、分批处理)的中动态不定式,依附于 παραδόντες ἑαυτοὺς ἡμῖν 表示目的或结果。不定式的逻辑主语为与格代词 ἡμῖν,意为“任由我们按己方意愿将其分割处理”。
