- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.3.28-3.3.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
两军对峙,基亚克萨雷斯提议向敌方阵地推进以示示威,但居鲁士劝阻了他,主张保持隐蔽直至敌人出击。次晨献祭获得吉兆后,居鲁士召集波斯同等阶层成员,敦促他们提醒并激励新加入的同盟士兵。
τοιαῦτα μὲν δὴ ποιοῦντες ἐγγὺς ἀλλήλων ἐγίγνοντο. ἐπεὶ δὲ προσιόντες ἀπεῖχον ὅσον παρασάγγην, οἱ μὲν Ἀσσύριοι οὕτως ἐστρατοπεδεύοντο ὥσπερ εἴρηται, ἐν περιτεταφρευμένῳ μὲν καταφανεῖ δέ, ὁ δὲ Κῦρος ὡς ἐδύνατο ἐν ἀφανεστάτῳ, κώμας τε καὶ γηλόφους ἐπίπροσθεν ποιησάμενος, νομίζων πάντα τὰ πολέμια ἐξαίφνης ὁρώμενα φοβερώτερα τοῖς ἐναντίοις εἶναι. καὶ ἐκείνην μὲν τὴν νύκτα ὥσπερ ἔπρεπε προφυλακὰς ποιησάμενοι ἑκάτεροι ἐκοιμήθησαν.
他们就这样行动着,彼此逐渐接近。当他们前行相距约一波斯里时,亚述人如前所述扎下营盘,处于筑有壕沟却一览无余之处;居鲁士则尽可能在隐蔽处扎营,将村落和丘陵置于前方,因为他认为,一切战备之事若突然出现在敌手眼前,都会更令人胆寒。当夜,双方各自依例布置了前哨,便安歇了。
τῇ δʼ ὑστεραίᾳ ὁ μὲν Ἀσσύριος καὶ ὁ Κροῖσος καὶ οἱ ἄλλοι ἡγεμόνες ἀνέπαυον τὰ στρατεύματα ἐν τῷ ἐχυρῷ· Κῦρος δὲ καὶ Κυαξάρης συνταξάμενοι περιέμενον, ὡς εἰ προσίοιεν οἱ πολέμιοι, μαχούμενοι. ὡς δὲ δῆλον ἐγένετο ὅτι οὐκ ἐξίοιεν οἱ πολέμιοι ἐκ τοῦ ἐρύματος οὐδὲ μάχην ποιήσοιντο ἐν ταύτῃ τῇ ἡμέρᾳ, ὁ μὲν Κυαξάρης καλέσας τὸν Κῦρον καὶ τῶν ἄλλων τοὺς ἐπικαιρίους ἔλεξε τοιάδε· δοκεῖ μοι, ἔφη, ὦ ἄνδρες, ὥσπερ τυγχάνομεν συντεταγμένοι οὕτως ἰέναι πρὸς τὸ ἔρυμα τῶν ἀνδρῶν καὶ δηλοῦν ὅτι θέλομεν μάχεσθαι. οὕτω γάρ, ἔφη, ἐὰν μὴ ἀντεπεξίωσιν ἐκεῖνοι, οἱ μὲν ἡμέτεροι μᾶλλον θαρρήσαντες ἀπίασιν, οἱ πολέμιοι δὲ τὴν τόλμαν ἰδόντες ἡμῶν μᾶλλον φοβήσονται. τούτῳ μὲν οὕτως ἐδόκει.
次日,亚述王、克洛伊索斯及其他将领让军队在堡垒中休整;居鲁士和基亚克萨雷斯则整队等候,准备一旦敌人逼近便与之交锋。然而当清楚看到敌人不会走出工事、在这一天绝不会交战时,基亚克萨雷斯召集居鲁士和其他要员,说道: “诸位,依我看,我们应当按照如今整齐的阵形径直开向敌人的工事,表明我们渴望一战。因为如此一来,”他说,“如果他们不出来迎战,我们的人撤回时便会更加斗志昂扬,而敌人目睹我们的胆魄也会更加恐惧。”他持这样的看法。
ὁ δὲ Κῦρος, μηδαμῶς, ἔφη, πρὸς τῶν θεῶν, ὦ Κυαξάρη, οὕτω ποιήσωμεν. εἰ γὰρ ἤδη ἐκφανέντες πορευσόμεθα, ὡς σὺ κελεύεις, νῦν τε προσιόντας ἡμᾶς οἱ πολέμιοι θεάσονται οὐδὲν φοβούμενοι, εἰδότες ὅτι ἐν ἀσφαλεῖ εἰσι τοῦ μηδὲν παθεῖν,1 ἐπειδάν τε μηδὲν ποιήσαντες ἀπίωμεν, πάλιν καθορῶντες ἡμῶν τὸ πλῆθος πολὺ ἐνδεέστερον τοῦ ἑαυτῶν καταφρονήσουσι, καὶ αὔριον ἐξίασι πολὺ ἐρρωμενεστέραις ταῖς γνώμαις.
居鲁士却说:“指着诸神起誓,基亚克萨雷斯啊,千万不可这样做。因为倘若我们依你所言现在现身前去,敌人看着我们接近却丝毫不会害怕,深知自己处于不受任何伤害的安全境地;而当我们无所作为地撤回时,他们再次看清我们的人数远少于他们,就会心生轻视,明日出战时心志便会远比现在坚定得多。
νῦν δʼ, ἔφη, εἰδότες μὲν ὅτι πάρεσμεν, οὐχ ὁρῶντες δὲ ἡμᾶς, εὖ τοῦτο ἐπίστω, οὐ καταφρονοῦσιν, ἀλλὰ φροντίζουσι τί ποτε τοῦτʼ ἔστι, καὶ διαλεγόμενοι περὶ ἡμῶν ἐγᾦδʼ ὅτι οὐδὲν παύονται. ὅταν δʼ ἐξίωσι, τότε δεῖ αὐτοῖς ἅμα φανερούς τε ἡμᾶς γενέσθαι καὶ ἰέναι εὐθὺς ὁμόσε, εἰληφότας αὐτοὺς ἔνθα πάλαι ἐβουλόμεθα.
“而现在,”他说,“他们虽然知道我们在此,却看不见我们,请确信这一点,他们绝不敢轻敌,反倒揣测这究竟是怎么回事,而且我确知他们一直在不停谈论我们。唯有当他们走出工事之时,才是我们既显露身形、又立即冲杀上前与之短兵相接的时刻,正好将他们捕获在我们久已期盼的地带。”
λέξαντος δʼ οὕτω Κύρου συνέδοξε ταῦτα καὶ Κυαξάρῃ καὶ τοῖς ἄλλοις. καὶ τότε μὲν δειπνοποιησάμενοι καὶ φυλακὰς καταστησάμενοι καὶ πυρὰ πολλὰ πρὸ τῶν φυλακῶν καύσαντες ἐκοιμήθησαν.
居鲁士这番话一出,基亚克萨雷斯和其他人都表示赞同。于是他们用过晚餐,设好卫戍,在岗哨前方点燃许多篝火,便安歇了。
τῇ δʼ ὑστεραίᾳ πρῲ Κῦρος μὲν ἐστεφανωμένος ἔθυε, παρήγγειλε δὲ καὶ τοῖς ἄλλοις ὁμοτίμοις ἐστεφανωμένοις πρὸς τὰ ἱερὰ παρεῖναι. ἐπεὶ δὲ τέλος εἶχεν ἡ θυσία, συγκαλέσας αὐτοὺς ἔλεξεν· ἄνδρες, οἱ μὲν θεοί, ὡς οἵ τε μάντεις φασὶ καὶ ἐμοὶ συνδοκεῖ, μάχην τʼ ἔσεσθαι προαγγέλλουσι καὶ νίκην διδόασι καὶ σωτηρίαν ὑπισχνοῦνται ἐν τοῖς ἱεροῖς.
次日清晨,居鲁士头戴花冠主持献祭,并吩咐其他同等阶层的人也都头戴花冠出席祭礼。祭祀结束时,他把他们召集起来说:“诸位,正如占卜者所言,我也深表赞同,诸神在祭品中预示大战将临,赐予胜利,并允诺保全性命。
ἐγὼ δὲ ὑμῖν μὲν παραινῶν ποίους τινὰς χρὴ εἶναι ἐν τῷ τοιῷδε κἂν αἰσχυνοίμην ἄν·2 οἶδα γὰρ ὑμᾶς ταῦτα ἐπισταμένους καὶ μεμελετηκότας καὶ ἀσκοῦντας διὰ τέλους οἷάπερ ἐγώ, ὥστε κἂν ἄλλους εἰκότως ἂν διδάσκοιτε. τάδε δὲ εἰ μὴ τυγχάνετε κατανενοηκότες, ἀκούσατε·
“至于我,若要告诫诸位在此时此刻当做怎样的人,实感汗颜;因为我深知你们知晓这些、熟思这些,并始终如我一般身体力行,甚至完全可以合理地去教导他人。但如果以下这一点你们未曾留意,且听我说:
οὓς γὰρ νεωστὶ συμμάχους τε ἔχομεν καὶ πειρώμεθα ἡμῖν αὐτοῖς ὁμοίους ποιεῖν, τούτους δὲ ἡμᾶς δεῖ ὑπομιμνῄσκειν3 ἐφʼ οἷς τε ἐτρεφόμεθα ὑπὸ Κυαξάρου, ἅ τε ἠσκοῦμεν, ἐφʼ ἅ τε αὐτοὺς παρακεκλήκαμεν, ὧν τε ἄσμενοι ἀνταγωνισταὶ ἔφασαν ἡμῖν ἔσεσθαι.
“对于那些我们最近收纳为盟友、并竭力使其与我们同心同德的人,我们理应提醒他们:我们是在何种条件下受基亚克萨雷斯供养,我们操练了什么,是为了什么召集他们,以及他们欣然宣称要成为我们竞技对手的目标究竟是什么。
καὶ τοῦτο δʼ αὐτοὺς ὑπομιμνῄσκετε ὅτι ἥδε ἡ ἡμέρα δείξει ὧν ἕκαστός ἐστιν ἄξιος. ὧν γὰρ ἂν ὀψιμαθεῖς ἄνθρωποι γένωνται,4 οὐδὲν θαυμαστὸν εἴ τινες αὐτῶν καὶ τοῦ ὑπομιμνῄσκοντος δέοιντο, ἀλλʼ ἀγαπητὸν εἰ καὶ ἐξ ὑποβολῆς δύναιντο ἄνδρες ἀγαθοὶ εἶναι.
“你们也要提醒他们:今日就将昭示每一个人自身的价值。因为对于学之已晚的人来说,倘若其中有人仍需人从旁提醒,丝毫不必奇怪;但若他们即使仅凭从旁提点便能成为英勇之士,便已是令人欣慰的事了。
καὶ ταῦτα μέντοι πράττοντες ἅμα καὶ ὑμῶν αὐτῶν πεῖραν λήψεσθε. ὁ μὲν γὰρ δυνάμενος ἐν τῷ τοιῷδε καὶ ἄλλους βελτίους ποιεῖν εἰκότως ἂν ἤδη καὶ ἑαυτῷ συνειδείη τελέως ἀγαθὸς ἀνὴρ ὤν,5 ὁ δὲ τὴν τούτων ὑπόμνησιν αὐτὸς μόνος ἔχων καὶ τοῦτʼ ἀγαπῶν, εἰκότως ἂν ἡμιτελῆ αὑτὸν νομίζοι.
“而且,在做这些事的过程中,你们也将同时检验自己。因为在这等关头尚能使他人更加优秀者,理当自知已然成为完全卓越的勇士;而若仅独自保有这些领悟并自满于此者,自然只能自认尚未完满。”
- 3.3.31ἐν ἀσφαλεῖ εἰσι τοῦ μηδὲν παθεῖν
名词化介词短语 ἐν ἀσφαλεῖ(处于安全境地)支配带冠词的不定词属格 τοῦ μηδὲν παθεῖν(不受任何伤害)。该属格在此充当依附于 ἀσφαλής 所含安全/防范含义的分离属格,或作说明“在何种方面安全”的同格/限定属格。
- 3.3.35κἂν αἰσχυνοίμην ἄν
此处由 κἂν(= καὶ ἄν)与位于动词之后的 ἄν 构成 ἄν 的重复,与希求法动词 αἰσχυνοίμην 共同构成潜势希求法。在没有明示条件从句的情况下,表达委婉、谦抑的语气(“我若……甚至会感到惭愧”)。
- 3.3.36τούτους δὲ ἡμᾶς δεῖ ὑπομιμνῄσκειν
连词 δέ 附于指代前述长相对从句(οὓς γὰρ νεωστὶ συμμάχους τε ἔχομεν...)的指示代词 τούτους 之后。这是用来在冗长的从属成分后标明主句开端的复述/归结性 δέ(resumptive/apodotic δέ)。动词 ὑπομιμνῄσκειν 在此支配人的宾格(τούτους)以及后接的一系列说明提醒内容的从句。
- 3.3.37ὧν γὰρ ἂν ὀψιμαθεῖς ἄνθρωποι γένωνται
复合形容词 ὀψιμαθής(迟学者、后学者)支配中性复数属格关系代词 ὧν(先行词省略),表示所学习的内容对象。整个从句由 ἄν 搭配虚拟式 γένωνται 构成泛指条件关系从句(“凡是在人们后天习得的事情上”)。
- 3.3.38ἑαυτῷ συνειδείη τελέως ἀγαθὸς ἀνὴρ ὤν
带反身与格 ἑαυτῷ 的复合动词 συνειδείη(完成时希求法,作现在时意义,源自 σύνοιδα)接与主语一致的主格补充主词分词 ὤν 及其表语 τελέως ἀγαθὸς ἀνὴρ。在 σύνοιδα ἐμαυτῷ/ἑαυτῷ 这一自知/内省句型中,表述自身状态的分词既可用与格也可用主格,此处采用主格结构(“自知自己是一位完全卓越的勇士”)。
