← 色诺芬

居鲁士的教育

§3.2.21-3.2.31

要塞驻军与和平条约的缔结

居鲁士提议由波斯驻军控制要塞高地,成功促成亚美尼亚与哈勒代缔结和平条约,并同意接纳贫困的哈勒代战士为雇佣兵,随后提议由两国陪同向印度国王派遣使节。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.21

ἀλλὰ μὰ Δίʼ, ἔφασαν οἱ Χαλδαῖοι, οὐκ ἂν ἡμεῖς ἀσφαλῶς ἐργαζοίμεθα μὴ ὅτι τὴν τούτων, ἀλλʼ οὐδʼ ἂν τὴν ἡμετέραν,1 εἰ οὗτοι τὰ ἄκρα2 ἔχοιεν. εἰ δʼ ὑμῖν αὖ, ἔφη, τὰ ἄκρα σύμμαχα εἶεν; οὕτως ἄν, ἔφασαν, ἡμῖν καλῶς ἔχοι. ἀλλὰ μὰ Δίʼ, ἔφη ὁ Ἀρμένιος, οὐκ ἂν ἡμῖν αὖ καλῶς ἔχοι, εἰ οὗτοι παραλήψονται πάλιν τὰ ἄκρα ἄλλως τε καὶ τετειχισμένα.

“绝不,指着宙斯发誓!”哈勒代人说,“如果他们控制了这些高地,别说他们的土地,就连我们自己的土地,我们也无法安全耕作。”“但若是这高地转而成为你们的盟友呢?”

§3.2.22

καὶ ὁ Κῦρος εἶπεν· οὑτωσὶ τοίνυν, ἔφη, ἐγὼ ποιήσω· οὐδετέροις ὑμῶν τὰ ἄκρα παραδώσω, ἀλλʼ ἡμεῖς φυλάξομεν αὐτά· κἂν ἀδικῶσιν ὑμῶν ὁπότεροι, σὺν τοῖς ἀδικουμένοις ἡμεῖς ἐσόμεθα.

居鲁士说。“那样的话,”他们说,“对我们便很好。”“绝不,指着宙斯发誓!”亚美尼亚王说,“如果他们再次接管高地,尤其是现在已经筑成了要塞,对我们可就绝非好事了。” 居鲁士于是说:“那么,我将如此办理:我绝不把高地交给你们双方中的任何一方,而是由我们亲自驻守;若你们中无论哪一方行不义之事,我们必与受害的一方站在一起。”

§3.2.23

ὡς δʼ ἤκουσαν ταῦτα ἀμφότεροι, ἐπῄνεσαν καὶ ἔλεγον ὅτι οὕτως ἂν μόνως ἡ εἰρήνη βεβαία γένοιτο. καὶ ἐπὶ τούτοις ἔδοσαν καὶ ἔλαβον πάντες τὰ πιστά, καὶ ἐλευθέρους μὲν ἀμφοτέρους ἀπʼ ἀλλήλων εἶναι συνετίθεντο, ἐπιγαμίας δʼ εἶναι καὶ ἐπεργασίας καὶ ἐπινομίας, καὶ ἐπιμαχίαν δὲ κοινήν, εἴ τις ἀδικοίη ὁποτέρους.

双方听闻此言,皆大为赞赏,并称唯有如此和平才能坚固持久。于是所有人在此基础上互换誓约,协议双方彼此自由独立,拥有通婚权、相互耕作权和相互放牧权,并在任何一方遭受不公侵害时建立共同防卫同盟。

§3.2.24

οὕτω μὲν οὖν τότε διεπράχθη· καὶ νῦν δὲ ἔτι οὕτω διαμένουσιν αἱ τότε γενόμεναι συνθῆκαι Χαλδαίοις καὶ τῷ τὴν Ἀρμενίαν ἔχοντι. ἐπεὶ δὲ αἱ συνθῆκαι ἐγεγένηντο, εὐθὺς συνετείχιζόν τε ἀμφότεροι προθύμως ὡς κοινὸν φρούριον καὶ τὰ ἐπιτήδεια συνεισῆγον.

当时之事便如此议定;直至今日,哈勒代人与亚美尼亚统治者之间当时达成的条约依然有效。条约既成,双方立刻热切地共同协助修建作为共有要塞的城堡,并一起运入供给物资。

§3.2.25

ἐπεὶ δʼ ἑσπέρα προσῄει, συνδείπνους ἔλαβεν ἀμφοτέρους πρὸς ἑαυτὸν ὡς φίλους ἤδη. συσκηνούντων δὲ εἶπέ τις τῶν Χαλδαίων ὅτι τοῖς μὲν ἄλλοις σφῶν πᾶσιν εὐκτὰ ταῦτα εἴη· εἰσὶ δέ τινες τῶν Χαλδαίων οἳ λῃζόμενοι ζῶσι καὶ οὔτʼ ἐπίστανται ἐργάζεσθαι οὔτʼ ἂν δύναιντο, εἰθισμένοι ἀπὸ πολέμου βιοτεύειν· αἰδὲ γὰρ ἐλῄζοντο ἢ ἐμισθοφόρουν, πολλάκις μὲν παρὰ τῷ Ἰνδῶν βασιλεῖ ʽκαὶ γάρ, ἔφασαν, πολύχρυσος ἁνήῤ, πολλάκις δὲ καὶ παρʼ Ἀστυάγει. καὶ ὁ Κῦρος ἔφη· τί οὖν οὐ καὶ νῦν παρʼ ἐμοὶ μισθοφοροῦσιν;

黄昏临近时,居鲁士将双方人士作为已然结交的朋友一同接入营中共进晚餐。在同席宴饮时,一位哈勒代人说道,这些条件固然为其族人中其余所有人所企盼,但哈勒代人中亦有一些人靠掳掠为生,他们既不懂得耕作,也无法耕作,因为他们早已习惯于靠战争糊口;他们向来要么劫掠,要么充当雇佣兵,多次受雇于印度国王——因为他们说,那人极其富有黄金——也多次受雇于阿斯提阿格斯。居鲁士便说:“那么,他们如今为何不为我效力当雇佣兵呢?

§3.2.26

ἐγὼ γὰρ δώσω ὅσον τις καὶ ἄλλος πλεῖστον δήποτε ἔδωκε. συνέφασαν, καὶ πολλούς γε ἔσεσθαι ἔλεγον τοὺς ἐθελήσοντας.

因为我所给予的报酬,将绝不亚于以往任何人所给过的最高数额。”他们表示赞同,并说甘愿前来者必不在少数。

§3.2.27

καὶ ταῦτα μὲν δὴ οὕτω συνωμολογεῖτο. ὁ δὲ Κῦρος ὡς ἤκουσεν ὅτι πολλάκις πρὸς τὸν Ἰνδὸν οἱ Χαλδαῖοι ἐπορεύοντο, ἀναμνησθεὶς ὅτι ἦλθον παρʼ αὐτοῦ κατασκεψόμενοι εἰς Μήδους τὰ αὐτῶν πράγματα καὶ ᾤχοντο πρὸς τοὺς πολεμίους, ὅπως αὖ καὶ τὰ ἐκείνων κατίδωσιν, ἐβούλετο μαθεῖν τὸν Ἰνδὸν τὰ αὑτῷ πεπραγμένα.

这件事情便如此达成了一致。居鲁士听说哈勒代人经常前往印度国王那里,忆及此前曾有使者从印度王处来到米底侦察其虚实,随后又前往敌方以探察敌情,他便希望让印度王知晓自己的所作所为。

§3.2.28

ἤρξατο οὖν λόγου τοιοῦδε· ὦ Ἀρμένιε, ἔφη, καὶ ὑμεῖς, ὦ Χαλδαῖοι, εἴπατέ μοι, εἴ τινα ἐγὼ νῦν τῶν ἐμῶν ἀποστέλλοιμι πρὸς τὸν Ἰνδόν, συμπέμψαιτʼ ἄν μοι τῶν ὑμετέρων οἵτινες αὐτῷ τήν τε ὁδὸν ἡγοῖντο ἂν καὶ συμπράττοιεν ὥστε γενέσθαι ἡμῖν παρὰ τοῦ Ἰνδοῦ ἃ ἐγὼ βούλομαι; ἐγὼ γὰρ χρήματα μὲν προσγενέσθαι ἔτι ἂν βουλοίμην ἡμῖν, ὅπως ἔχω καὶ μισθὸν ἀφθόνως διδόναι οἷς ἂν δέῃ καὶ τιμᾶν καὶ δωρεῖσθαι τῶν συστρατευομένων τοὺς ἀξίους· τούτων δὴ ἕνεκα βούλομαι ὡς ἀφθονώτατα χρήματα ἔχειν, δεῖσθαι τούτων νομίζων. τῶν δὲ ὑμετέρων ἡδύ μοι ἀπέχεσθαι φαίνεται· φίλους γὰρ ὑμᾶς ἤδη νομίζω· παρὰ δὲ τοῦ Ἰνδοῦ ἡδέως ἂν λάβοιμι, εἰ διδοίη.

于是他开口这样说道:“亚美尼亚王啊,还有你们哈勒代人,请告诉我,如果我现在派遣我的一名部下前往印度王那里,你们是否愿意随同派去你们的人,既为他引路,又协助他从印度王那里促成我所希望的事情?因为我希望能为我们增添财物,以便有充裕的财力向需要之人发放军饷,并奖赏和犒劳军中立功之士;为了这些缘故,我希望能拥有尽可能丰厚的财物,我认为自己需要这些。然而,避免动用你们的财物是我乐见的,因为我已将你们视作朋友;但从印度王那里,若他肯给予,我则乐于接受。

§3.2.29

ὁ οὖν ἄγγελος, ᾧ κελεύω ὑμᾶς ἡγεμόνας δοῦναι καὶ συμπράκτορας, ἐλθὼν ἐκεῖσε ὧδε λέξει· ἔπεμψέ με Κῦρος, ὦ Ἰνδέ, πρὸς σέ· φησὶ δὲ προσδεῖσθαι χρημάτων, προσδεχόμενος ἄλλην στρατιὰν οἴκοθεν ἐκ Περσῶν· καὶ γὰρ προσδέχομαι, ἔφη· ἢν οὖν αὐτῷ πέμψῃς ὁπόσα σοι προχωρεῖ, φησίν, ἢν θεὸς ἀγαθὸν τέλος διδῷ αὐτῷ, πειράσεσθαι ποιῆσαι ὥστε σε νομίζειν καλῶς βεβουλεῦσθαι χαρισάμενον αὐτῷ.

因此,我请你们为其提供向导和助手的信使,到达那里后将这样陈词:‘印度王啊,居鲁士派遣我来到您这里;他说自己需要更多的财物,因为他正等待从家乡波斯前来的另一支军队’——居鲁士补充道:‘因为我确实正在等待’——‘因此,若您能量力将物资送交于他,他说,若神明赐予他善果,他必将尽力使您认为,施惠于他是做出了极明智的决断。’

§3.2.30

ταῦτα μὲν ὁ παρʼ ἐμοῦ λέξει. τοῖς δὲ παρʼ ὑμῶν ὑμεῖς αὖ ἐπιστέλλετε ὅ τι ὑμῖν σύμφορον δοκεῖ εἶναι. καὶ ἢν μὲν λάβωμεν, ἔφη, παρʼ αὐτοῦ, ἀφθονωτέροις χρησόμεθα· ἢν δὲ μὴ λάβωμεν, εἰσόμεθα ὅτι οὐδεμίαν αὐτῷ χάριν ὀφείλομεν, ἀλλʼ ἐξέσται ἡμῖν ἐκείνου ἕνεκα πρὸς τὸ ἡμέτερον συμφέρον πάντα τίθεσθαι.3

我派去的人将说这番话。至于你们派去的人,你们则可按照你们认为有利的事情进行嘱托。如果我们能从他那里得到财物,”他说,“我们便能拥有更充裕的资源;如果得不到,我们便知晓对他未欠下任何人情,因而就他而言,我们将完全可以依照自身的利益来处理一切。”

§3.2.31

ταῦτʼ εἶπεν ὁ Κῦρος, νομίζων τοὺς ἰόντας Ἀρμενίων καὶ Χαλδαίων τοιαῦτα λέξειν περὶ αὐτοῦ οἷα αὐτὸς ἐπεθύμει πάντας ἀνθρώπους καὶ λέγειν καὶ ἀκούειν περὶ αὐτοῦ. καὶ τότε μὲν δή, ὁπότε καλῶς εἶχε, διαλύσαντες τὴν σκηνὴν ἀνεπαύοντο.

居鲁士说了这番话,深信亚美尼亚和哈勒代前去的使者必会以他自己期望全人类谈论和听闻他的方式来评价他。随后,当时机适宜时,他们散去营帐中的筵席,各自安息。

语法注3 条
  1. 3.2.21μὴ ὅτι τὴν τούτων, ἀλλʼ οὐδʼ ἂν τὴν ἡμετέραν

    短语 μὴ ὅτι 为常见省略习语(源自 μὴ [λέγωμεν] ὅτι,“且不说/更不用说”),与后文的 ἀλλʼ οὐδέ(“甚至不/连……也不”)相呼应,构成“别说他们的土地,就连我们自己的土地也无法……”的双重递进否定句式。

  2. 3.2.21οὐκ ἂν ἡμῖν αὖ καλῶς ἔχοι, εἰ οὗτοι παραλήψονται πάλιν τὰ ἄκρα

    主句(归结分句)使用带有 ἄν 的潜在希求法(οὐκ ἂν ... καλῶς ἔχοι),而条件从句则使用了将来时直陈式(εἰ ... παραλήψονται)而非希求法。条件句中的将来时直陈式在此具有强烈的警告或担忧色彩(minatory condition),强调对这一前景真实发生时的戒备(“如果他们果真要重新夺取……”)。

  3. 3.2.30ἐκείνου ἕνεκα πρὸς τὸ ἡμέτερον συμφέρον πάντα τίθεσθαι

    短语 ἐκείνου ἕνεκα 在此作成语性限定用法,意为“就他而言/对他不负任何责任约束”。在 πρὸς τὸ ἡμέτερον συμφέρον πάντα τίθεσθαι 中,中动式 τίθεσθαι 表示“为自身安排/处置”,整体意为“完全依据我们自身的利益来安排一切”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.2.21-3.2.31