← 色诺芬

居鲁士的教育

§3.2.11-3.2.20

居鲁士调停亚美尼亚与哈勒代和平

居鲁士占领高地后开始修筑要塞,善待并释放俘虏,同时提出和谈方案。赶来的亚美尼亚王对居鲁士表达深切感激,随后居鲁士促成了一项互利和平协定,允许哈勒代人耕种亚美尼亚农田,亚美尼亚人租用哈勒代山地放牧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.11

ὁ δὲ Κῦρος, ὡς πάντες οἱ στρατιῶται ὁμοῦ ἐγένοντο, ἀριστοποιεῖσθαι παρήγγειλεν. ἐπεὶ δὲ ἠριστήκεσαν, καταμαθὼν ἔνθα αἱ σκοπαὶ ἦσαν αἱ τῶν Χαλδαίων ἐρυμνόν τε ὂν καὶ ἔνυδρον, εὐθὺς ἐτείχιζε φρούριον· καὶ τὸν Τιγράνην ἐκέλευε πέμπειν ἐπὶ τὸν πατέρα καὶ κελεύειν παραγενέσθαι ἔχοντα ὁπόσοι εἶεν1 τέκτονές τε καὶ λιθοτόμοι. ἐπὶ μὲν δὴ τὸν Ἀρμένιον ᾤχετο ἄγγελος· ὁ δὲ Κῦρος τοῖς παροῦσιν ἐτείχιζεν.

当所有士兵齐集之后,居鲁士下令用早餐。他们用过早餐后,居鲁士察觉到哈勒代人原先哨所所在之处既坚固又水源充沛,便立即着手修筑要塞;并吩咐梯格兰内斯派人去召唤其父,命其将所有木匠和石匠一并带来。于是信使赶往亚美尼亚王那里,居鲁士则利用在场的人员修筑工事。

§3.2.12

ἐν δὲ τούτῳ προσάγουσι τῷ Κύρῳ τοὺς αἰχμαλώτους δεδεμένους, τοὺς δέ τινας καὶ τετρωμένους. ὡς δὲ εἶδεν, εὐθὺς λύειν μὲν ἐκέλευσε τοὺς δεδεμένους, τοὺς δὲ τετρωμένους ἰατροὺς καλέσας θεραπεύειν ἐκέλευσεν· ἔπειτα δὲ ἔλεξε τοῖς Χαλδαίοις ὅτι ἥκοι οὔτε ἀπολέσαι ἐπιθυμῶν ἐκείνους οὔτε πολεμεῖν δεόμενος, ἀλλʼ εἰρήνην βουλόμενος ποιῆσαι Ἀρμενίοις καὶ Χαλδαίοις. πρὶν μὲν οὖν ἔχεσθαι τὰ ἄκρα οἶδʼ ὅτι οὐδὲν ἐδεῖσθε εἰρήνης· τὰ μὲν γὰρ ὑμέτερα ἀσφαλῶς εἶχε, τὰ δὲ τῶν Ἀρμενίων ἤγετε καὶ ἐφέρετε· νῦν δὲ ὁρᾶτε δὴ ἐν οἵῳ ἐστέ.

此时,有人将俘虏押送到居鲁士面前,他们被捆绑着,其中有些还受了伤。居鲁士一见,便立刻下令解开被捆绑的人,并召来医生吩咐救治伤员;随后他对哈勒代人说,他来此既非企图消灭他们,亦非意欲与之作战,而是希望在亚美尼亚人和哈勒代人之间实现和平。“高地未被占领之前,我知道你们根本不需要和平;因为你们自己的财物平安无事,而你们劫掠亚美尼亚人的资财;但现在你们看清楚自己处于何等境地了。

§3.2.13

ἐγὼ οὖν ἀφίημι ὑμᾶς οἴκαδε τοὺς εἰλημμένους, καὶ δίδωμι ὑμῖν σὺν τοῖς ἄλλοις Χαλδαίοις βουλεύσασθαι εἴτε βούλεσθε πολεμεῖν ἡμῖν εἴτε φίλοι εἶναι. καὶ ἢν μὲν πόλεμον αἱρῆσθε, μηκέτι ἥκετε δεῦρο ἄνευ ὅπλων, εἰ σωφρονεῖτε· ἢν δὲ εἰρήνης δοκῆτε δεῖσθαι, ἄνευ ὅπλων ἥκετε· ὡς δὲ καλῶς ἕξει τὰ ὑμέτερα, ἢν φίλοι γένησθε, ἐμοὶ μελήσει.

因此我放你们这些被俘之人回家,并让你们与其他哈勒代人共同商议,究竟是愿意与我们作战,还是愿意成为朋友。如果你们选择战争,若你们明智的话,往后就不要不带武器来到这里;但如果你们认为需要和平,就空手而来;若是成为朋友,使你们境况良好,则由我来负责。”

§3.2.14

ἀκούσαντες δὲ ταῦτα οἱ Χαλδαῖοι, πολλὰ μὲν ἐπαινέσαντες, πολλὰ δὲ δεξιωσάμενοι τὸν Κῦρον ᾤχοντο οἴκαδε. ὁ δὲ Ἀρμένιος ὡς ἤκουσε τήν τε κλῆσιν τοῦ Κύρου καὶ τὴν πρᾶξιν, λαβὼν τοὺς τέκτονας καὶ τἆλλα ὅσων ᾤετο δεῖν, ἧκε πρὸς τὸν Κῦρον ὡς ἐδύνατο τάχιστα.

哈勒代人听完这番话,连连称赞,并与居鲁士热情握手致谢,随后便启程归国。亚美尼亚王一听到居鲁士的召唤和所成之事,便带上木匠以及他认为所需的一切,以最快速度赶到居鲁士那里。

§3.2.15

ἐπεὶ δὲ εἶδε τὸν Κῦρον, ἔλεξεν· ὦ Κῦρε, ὡς ὀλίγα δυνάμενοι προορᾶν ἅνθρωποι περὶ τοῦ μέλλοντος πολλὰ ἐπιχειροῦμεν πράττειν. νῦν γὰρ δὴ καὶ ἐγὼ ἐλευθερίαν μὲν μηχανᾶσθαι ἐπιχειρήσας δοῦλος ὡς οὐδεπώποτε ἐγενόμην· ἐπεὶ δʼ ἑάλωμεν, σαφῶς ἀπολωλέναι νομίσαντες νῦν ἀναφαινόμεθα σεσωσμένοι ὡς οὐδεπώποτε. οἳ γὰρ οὐδεπώποτε ἐπαύοντο πολλὰ κακὰ ἡμᾶς ποιοῦντες, νῦν ὁρῶ τούτους ἔχοντας ὥσπερ ἐγὼ ηὐχόμην.

他见到居鲁士时说道:“居鲁士啊,我们人类对未来的预见能力如此低下,却试图谋划如此多的事情!正如我自己,原先图谋自由,却沦为前所未有的奴隶;然而被俘之后,自以为必死无疑,如今却以从未有过的获救之态出现在此。因为那些从未停止对我们大肆作恶的人,如今我亲眼看见他们落入了我曾祈求的境地。

§3.2.16

καὶ τοῦτο ἐπίστω, ἔφη, ὦ Κῦρε, ὅτι ἐγὼ ὥστε ἀπελάσαι Χαλδαίους ἀπὸ τούτων τῶν ἄκρων πολλαπλάσια ἂν ἔδωκα χρήματα ὧν σὺ νῦν ἔχεις2 παρʼ ἐμοῦ· καὶ ἃ ὑπισχνοῦ ποιήσειν ἀγαθὰ ἡμᾶς ὅτʼ ἐλάμβανες τὰ χρήματα, ἀποτετέλεσταί σοι ἤδη, ὥστε καὶ προσοφείλοντές σοι ἄλλας χάριτας ἀναπεφήναμεν, ἃς ἡμεῖς γε, εἰ μὴ κακοί ἐσμεν, αἰσχυνοίμεθʼ ἄν σοι μὴ ἀποδιδόντες.

居鲁士啊,你要知道,”他说,“为了将哈勒代人从这些高地上赶走,我本愿意付出数倍于你现在从我这里所获财物的代价;而你收取财物时向我们许诺带来的善果,如今已被你完全实现,以致我们反而欠下了你更多的恩情,如果我们不是恶劣之徒,若不予回报定会深感惭愧。”

§3.2.17

ὁ μὲν Ἀρμένιος τοσαῦτʼ ἔλεξεν. οἱ δὲ Χαλδαῖοι ἧκον δεόμενοι τοῦ Κύρου εἰρήνην σφίσι ποιῆσαι. καὶ ὁ Κῦρος ἐπήρετο αὐτούς· ἄλλο τι, ἔφη, ὦ Χαλδαῖοι, ἢ τούτου ἕνεκα3 εἰρήνης νῦν ἐπιθυμεῖτε ὅτι νομίζετε ἀσφαλέστερον ἂν δύνασθαι ζῆν εἰρήνης γενομένης ἢ πολεμοῦντες, ἐπεὶ ἡμεῖς τάδʼ ἔχομεν;

亚美尼亚王这番话刚说完,哈勒代人便来请求居鲁士为他们订立和平。居鲁士问他们道:“哈勒代人啊,你们现在渴望和平,难道除了这一理由之外还有别的吗?即由于我们占领了这些据点,你们认为在和平实现之后能比继续作战生活得更为安稳?”

§3.2.18

ἔφασαν οἱ Χαλδαῖοι. καὶ ὅς, τί δʼ, ἔφη, εἰ καὶ ἄλλα ὑμῖν ἀγαθὰ προσγένοιτο διὰ τὴν εἰρήνην; ἔτι ἄν, ἔφασαν, μᾶλλον εὐφραινοίμεθα. ἄλλο τι οὖν, ἔφη, ἢ διὰ τὸ γῆς σπανίζειν ἀγαθῆς νῦν πένητες νομίζετʼ εἶναι; συνέφασαν καὶ τοῦτο. τί οὖν; ἔφη ὁ Κῦρος, βούλοισθʼ ἂν ἀποτελοῦντες ὅσαπερ οἱ ἄλλοι Ἀρμένιοι ἐξεῖναι ὑμῖν τῆς Ἀρμενίας ἐργάζεσθαι ὁπόσην ἂν θέλητε;

哈勒代人表示赞同。居鲁士又说:“那么,如果和平还能给你们带来其他好处呢?”他们说:“那我们将更为欣喜。”居鲁士说:“那么,你们现在自认为贫困,难道除了缺乏良田之外还有别的原因吗?”他们对此也表示赞同。“那么,”居鲁士说,“若是只需缴纳与其他亚美尼亚人同等的分例,便准许你们尽情耕种任何想要的亚美尼亚土地,你们愿意吗?”

§3.2.19

ἔφασαν οἱ Χαλδαῖοι, εἰ πιστεύοιμεν μὴ ἀδικήσεσθαι. τί δέ, σύ, ἔφη, ὦ Ἀρμένιε, βούλοιο ἄν σοι τὴν νῦν ἀργὸν οὖσαν ἐνεργὸν γενέσθαι, εἰ μέλλοιεν τὰ νομιζόμενα παρὰ σοὶ ἀποτελεῖν οἱ ἐργαζόμενοι; ἔφη ὁ Ἀρμένιος πολλοῦ ἂν τοῦτο πρίασθαι·4 πολὺ γὰρ ἂν αὐξάνεσθαι τὴν πρόσοδον.

哈勒代人说:“如果我们确信不会遭受不公对待的话,我们愿意。”“那么你呢,亚美尼亚王,”他说,“如果耕作者打算向你缴纳应有的常税,你愿意让如今荒废的土地变得有所产出吗?”亚美尼亚王说他甘愿以重金换取此事,因为收入将大幅增加。

§3.2.20

τί δʼ, ὑμεῖς, ἔφη, ὦ Χαλδαῖοι, ἐπεὶ ὄρη ἀγαθὰ ἔχετε, ἐθέλοιτʼ ἂν ἐᾶν νέμειν ταῦτα τοὺς Ἀρμενίους, εἰ ὑμῖν μέλλοιεν οἱ νέμοντες τὰ δίκαια ἀποτελεῖν; ἔφασαν οἱ Χαλδαῖοι· πολλὰ γὰρ ἂν ὠφελεῖσθαι οὐδὲν πονοῦντες. σὺ δέ, ἔφη, ὦ Ἀρμένιε, ἐθέλοις ἂν ταῖς τούτων νομαῖς χρῆσθαι, εἰ μέλλοις μικρὰ ὠφελῶν Χαλδαίους πολὺ πλείω ὠφελήσεσθαι; καὶ σφόδρα ἄν, ἔφη, εἴπερ οἰοίμην ἀσφαλῶς νεμεῖν. οὐκοῦν, ἔφη, ἀσφαλῶς ἂν νέμοιτε, εἰ τὰ ἄκρα ἔχοιτε σύμμαχα; ἔφη ὁ Ἀρμένιος.

“那么你们,哈勒代人,”居鲁士说,“既然你们拥有优良的山地,若放牧者打算向你们支付合理的报酬,你们愿意容许亚美尼亚人在那里放牧吗?”哈勒代人说愿意,因为他们无需任何劳碌就能获得诸多益处。“而你,亚美尼亚王,”他说,“若在微利给予哈勒代人的同时,自己能获得多得多的收益,你愿意利用他们的牧场吗?”“只要我认为能安全放牧,我极为愿意,”王说。“那么,”居鲁士说,“如果你们有这高地作为盟友护卫,难道不能安全放牧吗?”亚美尼亚王表示赞同。

语法注4 条
  1. 3.2.11ὁπόσοι εἶεν

    由于从属于过去时态的主动词 ἐκέλευε,此处的间接引语从属从句使用了间接希求法(optativus obliquus),替代了直接引语中带 ἄν 的虚拟式(ὁπόσοι ἂν ὦσιν)。

  2. 3.2.16πολλαπλάσια ἂν ἔδωκα χρήματα ὧν σὺ νῦν ἔχεις

    主句由 ἄν 与直陈式过去时(ἔδωκα)构成与过去事实相反的虚拟条件句(反事实)。关系代词 ὧν 发生了格同化(attraction),替代了原应作宾格的 τούτων ἅ。

  3. 3.2.17ἄλλο τι, ἔφη, ὦ Χαλδαῖοι, ἢ τούτου ἕνεκα

    短语 ἄλλο τι ... ἤ 源自 ἄλλο τι ἔστιν ἢ ...(“难道除了……之外还有别的事吗?”),是一种期待肯定答复的惯用修辞疑问句,意为“难道不正是因为……吗”。

  4. 3.2.19πολλοῦ ἂν τοῦτο πρίασθαι

    在由 ἔφη 引导的间接引语中,直接引语的潜在希求法(ἂν πριαίμην,“我愿出重金买下”)转化为 ἄν 搭配不定过去时不定式(πρίασθαι)。πολλοῦ 为表示价格与价值的属格(genitivus pretii)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.2.11-3.2.20