← 色诺芬

居鲁士的教育

§3.2.1-3.2.10

击溃哈勒代人与占领要塞高地

居鲁士与梯格兰内斯侦察了与哈勒代人交界的高地并决定抢占筑垒,随即率联军迅速登山。在亚美尼亚溃退引敌之际,波斯军迎头痛击并击溃哈勒代人,迅速控制了制高点。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.2.1

τῇ δʼ ὑστεραίᾳ ἀναλαβὼν ὁ Κῦρος τὸν Τιγράνην καὶ τῶν Μήδων ἱππέων τοὺς κρατίστους καὶ τῶν ἑαυτοῦ φίλων ὁπόσους καιρὸς ἐδόκει εἶναι, περιελαύνων τὴν χώραν κατεθεᾶτο, σκοπῶν ποῦ τειχίσειε φρούριον.1 καὶ ἐπʼ ἄκρον τι ἐλθὼν ἐπηρώτα τὸν Τιγράνην ποῖα εἴη τῶν ὀρέων ὁπόθεν οἱ Χαλδαῖοι καταθέοντες λῄζονται. καὶ ὁ Τιγράνης ἐδείκνυεν. ὁ δὲ πάλιν ἤρετο· νῦν δὲ ταῦτα τὰ ὄρη ἔρημά ἐστιν; οὐ μὰ Δίʼ, ἔφη, ἀλλʼ ἀεὶ σκοποὶ εἰσὶν ἐκείνων οἳ σημαίνουσι τοῖς ἄλλοις ὅ τι ἂν ὁρῶσι. τί οὖν, ἔφη, ποιοῦσιν, ἐπὴν αἴσθωνται; βοηθοῦσιν, ἔφη, ἐπὶ τὰ ἄκρα, ὡς ἂν ἕκαστος δύνηται.

次日,居鲁士带上梯格兰内斯、米底骑兵的精锐以及自认为适宜数量的朋友,骑马周游视察该地,考虑在何处修筑要塞。当登上一处高地时,他询问梯格兰内斯,哈勒代人常从哪些山丘奔袭下来劫掠。梯格兰内斯指给他看。居鲁士又问:“那么现在这些山上空无一人吗?”“凭宙斯起誓,绝非如此,”他说,“上面总有他们的哨兵,凡所见到的一切都向其余的人发信号。”“那么他们察觉之后会怎么做呢?”居鲁士问。“他们会各自竭尽所能奔赴高地增援,”他说。

§3.2.2

ταῦτα μὲν δὴ ὁ Κῦρος ἠκηκόει· σκοπῶν δὲ κατενόει πολλὴν τῆς χώρας τοῖς Ἀρμενίοις ἔρημον καὶ ἀργὸν οὖσαν διὰ τὸν πόλεμον. καὶ τότε μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον καὶ δειπνήσαντες ἐκοιμήθησαν.

居鲁士听取了这些情况;巡视之中,他察觉到由于战争的缘故,亚美尼亚人的大片土地荒芜且未开垦。当时他们返回营地,用过晚餐后便安歇了。

§3.2.3

τῇ δʼ ὑστεραίᾳ αὐτός τε ὁ Τιγράνης παρῆν συνεσκευασμένος καὶ ἱππεῖς εἰς τοὺς τετρακισχιλίους συνελέγοντο αὐτῷ καὶ τοξόται εἰς τοὺς μυρίους, καὶ πελτασταὶ ἄλλοι τοσοῦτοι. ὁ δὲ Κῦρος ἐν ᾧ συνελέγοντο ἐθύετο· ἐπεὶ δὲ καλὰ τὰ ἱερὰ ἦν αὐτῷ, συνεκάλεσε τούς τε τῶν Περσῶν ἡγεμόνας καὶ τοὺς τῶν Μήδων.

次日,梯格兰内斯本人整装齐备前来,约四千骑兵、约一万弓箭手以及同样数量的轻盾兵也向他集结。在他们集结之际,居鲁士正在举行祭祀;当祭牲的征兆对他十分有利时,他召集了波斯人和米底人的将领。

§3.2.4

ἐπεὶ δʼ ὁμοῦ ἦσαν, ἔλεξε τοιάδε. ἄνδρες φίλοι, ἔστι μὲν τὰ ὄρη ταῦτα ἃ ὁρῶμεν Χαλδαίων· εἰ δὲ ταῦτα καταλάβοιμεν καὶ ἐπʼ ἄκρου γένοιτο ἡμέτερον φρούριον, σωφρονεῖν ἀνάγκη ἂν εἴη πρὸς ἡμᾶς ἀμφοτέροις, τοῖς τε Ἀρμενίοις καὶ τοῖς Χαλδαίοις. τὰ μὲν οὖν ἱερὰ καλὰ ἡμῖν· ἀνθρωπίνῃ δὲ προθυμίᾳ εἰς τὸ πραχθῆναι ταῦτα οὐδὲν οὕτω μέγα σύμμαχον ἂν γένοιτο ὡς τάχος. ἢν γὰρ φθάσωμεν πρὶν τοὺς πολεμίους συλλεγῆναι ἀναβάντες, ἢ παντάπασιν ἀμαχεὶ λάβοιμεν ἂν τὸ ἄκρον ἢ ὀλίγοις τε καὶ ἀσθενέσι χρησαίμεθʼ ἂν πολεμίοις.

众人到齐后,他说道:“朋友们,我们所看到的这些山岭属于哈勒代人;但如果我们占领这些山岭并在山顶建立起我们的要塞,亚美尼亚人和哈勒代人双方就不得不对我们克制行事。祭祀对我们而言十分吉利;然而若论通过人类的热忱来实现这一切,没有任何盟友能比神速更为有力。因为如果我们抢在敌人集结之前登顶,要么完全不战而夺取高地,要么遭遇的只是为数寥寥且软弱无力的敌人。

§3.2.5

τῶν οὖν πόνων οὐδεὶς ῥᾴων οὐδʼ ἀκινδυνότερος, ἔφη, ἐστὶ τοῦ νῦν καρτερῆσαι σπεύδοντας. ἴτε οὖν ἐπὶ τὰ ὅπλα. καὶ ὑμεῖς μέν, ὦ Μῆδοι, ἐν ἀριστερᾷ ἡμῶν πορεύεσθε· ὑμεῖς δέ, ὦ Ἀρμένιοι, οἱ μὲν ἡμίσεις ἐν δεξιᾷ, οἱ δʼ ἡμίσεις ἔμπροσθεν ἡμῶν ἡγεῖσθε· ὑμεῖς δʼ, ὦ ἱππεῖς, ὄπισθεν ἕπεσθε παρακελευόμενοι καὶ ὠθοῦντες ἄνω ἡμᾶς, ἢν δέ τις μαλακύνηται, μὴ ἐπιτρέπετε.

因此,在我们的一切劳苦之中,”他说,“再没有比现在急行耐劳更为轻松且安全的了。去拿武器吧!米底人,你们行进在我们左侧;亚美尼亚人,你们一半在右侧,一半在前方为我们领路;骑兵们,你们在后方跟随,激励并推动我们向上前进,若有人畏缩退缩,绝不可纵容。”

§3.2.6

ταῦτʼ εἰπὼν ὁ Κῦρος ἡγεῖτο ὀρθίους ποιησάμενος τοὺς λόχους. οἱ δὲ Χαλδαῖοι ὡς ἔγνωσαν τὴν ὁρμὴν ἄνω οὖσαν, εὐθὺς ἐσήμαινόν τε τοῖς ἑαυτῶν καὶ συνεβόων ἀλλήλους καὶ συνηθροίζοντο. ὁ δὲ Κῦρος παρηγγύα, ἄνδρες Πέρσαι, ἡμῖν σημαίνουσι σπεύδειν. ἢν γὰρ φθάσωμεν ἄνω γενόμενοι, οὐδὲν τὰ τῶν πολεμίων δυνήσεται.

说完这些,居鲁士将各连队排成纵队带头前进。哈勒代人一旦察觉进攻方向是朝向上方的,立刻向自己的族人发出信号,互相呼喊并集结起来。居鲁士传令道:“波斯勇士们,他们这是在向我们发信号要我们加速呢!因为如果我们抢先登上高地,敌人的手段就无能为力了。”

§3.2.7

εἶχον δʼ οἱ Χαλδαῖοι γέρρα τε καὶ παλτὰ δύο· καὶ πολεμικώτατοι δὲ λέγονται οὗτοι τῶν περὶ ἐκείνην τὴν χώραν εἶναι· καὶ μισθοῦ στρατεύονται, ὁπόταν τις αὐτῶν δέηται, διὰ τὸ πολεμικοί τε καὶ πένητες εἶναι· καὶ γὰρ ἡ χώρα αὐτοῖς ὀρεινή τέ ἐστι καὶ ὀλίγη ἡ τὰ χρήματα ἔχουσα.

哈勒代人持有柳条盾和两支标枪;据说他们是那一带地区最为尚武的人民。只要有人需要,他们便受雇为佣兵出征,因为他们既好战又贫困;实际上他们的土地多山,出产财富的地方很少。

§3.2.8

ὡς δὲ μᾶλλον ἐπλησίαζον οἱ ἀμφὶ τὸν Κῦρον τῶν ἄκρων, ὁ Τιγράνης σὺν τῷ Κύρῳ πορευόμενος εἶπεν· ὦ Κῦρε, ἆρʼ οἶσθʼ, ἔφη, ὅτι αὐτοὺς ἡμᾶς αὐτίκα μάλα δεήσει μάχεσθαι; ὡς οἵ γε Ἀρμένιοι οὐ μὴ δέξονται2 τοὺς πολεμίους. καὶ ὁ Κῦρος εἰπὼν ὅτι εἰδείη τοῦτο, εὐθὺς παρηγγύησε τοῖς Πέρσαις παρασκευάζεσθαι, ὡς αὐτίκα δεῆσον διώκειν,3 ἐπειδὰν ὑπαγάγωσι τοὺς πολεμίους ὑποφεύγοντες οἱ Ἀρμένιοι ὥστʼ ἐγγὺς ἡμῖν γενέσθαι.

随着居鲁士一行越来越接近山巅,与居鲁士同行的梯格兰内斯说道:“居鲁士啊,您可知道我们自己马上就不得不亲自战斗了吗?因为亚美尼亚人绝不会顶住敌人。”居鲁士回答说他对此心知肚明,随即命令波斯人做好准备,因为一旦亚美尼亚人佯退引诱敌人靠近我们,就必须立刻发起追击。

§3.2.9

οὕτω δὴ ἡγοῦντο μὲν οἱ Ἀρμένιοι· τῶν δὲ Χαλδαίων οἱ παρόντες, ὡς ἐπλησίαζον οἱ Ἀρμένιοι, ἀλαλάξαντες ἔθεον, ὥσπερ εἰώθεσαν, εἰς αὐτούς· οἱ δὲ Ἀρμένιοι, ὥσπερ εἰώθεσαν, οὐκ ἐδέχοντο.

于是亚美尼亚人在前带路;在场的哈勒代人见亚美尼亚人逼近,便如往常一样呐喊着冲向他们;而亚美尼亚人也如往常一样没有固守迎击。

§3.2.10

ὡς δὲ διώκοντες οἱ Χαλδαῖοι εἶδον ἐναντίους μαχαιροφόρους ἱεμένους ἄνω, οἱ μέν τινες αὐτοῖς πελάσαντες ταχὺ ἀπέθνῃσκον, οἱ δʼ ἔφευγον, οἱ δέ τινες καὶ ἑάλωσαν αὐτῶν, ταχὺ δὲ εἴχετο τὰ ἄκρα. ἐπεὶ δὲ τὰ ἄκρα εἶχον οἱ ἀμφὶ τὸν Κῦρον, καθεώρων τε τῶν Χαλδαίων τὰς οἰκήσεις καὶ ᾐσθάνοντο φεύγοντας αὐτοὺς ἐκ τῶν ἐγγὺς οἰκήσεων.

然而追赶的哈勒代人一旦看见迎面冲上来的佩刀士兵,靠近的有些人很快丧命,有些人逃跑,还有些人被俘,高地迅速被占领。居鲁士一行占领高地后,俯瞰到了哈勒代人的居所,并察觉到他们正从附近的居所中仓皇逃窜。

语法注3 条
  1. 3.2.1ποῦ τειχίσειε φρούριον

    疑问词 ποῦ 引出的间接疑问从句中,动词 τειχίσειε 属于受主句过去时动词(κατεθεᾶτο)支配的历史希求法(间接引语希求法),对应直接引语中的商榷性虚拟式(deliberative subjunctive: ποῦ τειχίσω;)或将来时直陈式。

  2. 3.2.8οὐ μὴ δέξονται

    οὐ μή 连用将来时直陈式(或不定过去时虚拟式)构成强烈否定预言句型,表示“绝不会迎击/招架”。

  3. 3.2.8ὡς αὐτίκα δεῆσον διώκειν

    非人称动词 δεῖ 的中性将来时分词 δεῆσον 与连词 ὡς 连用,构成绝对宾格(accusative absolute)结构,表达主语居鲁士所认定的主观理由或预期(“考虑到势必立即需要追击”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.2.1-3.2.10