- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.1.37-3.1.43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士免除赎金释放了众人的家眷,化解了关于处决梯格兰内斯之师的父子嫌隙,梯格兰内斯的妻子亦表达了对丈夫的深情。次日,出征准备就绪,梯格兰内斯决意携妻追随居鲁士。
σὺ μὲν τοίνυν, ἔφη, ἀπάγου τὴν σήν· οὐδὲ γὰρ εἰλῆφθαι ἔγωγε αἰχμάλωτον ταύτην νομίζω σοῦ γε μηπώποτε φυγόντος ἡμᾶς. καὶ σὺ δέ, ὦ Ἀρμένιε, ἀπάγου τὴν γυναῖκα καὶ τοὺς παῖδας μηδὲν αὐτῶν καταθείς, ἵνʼ εἰδῶσιν ὅτι ἐλεύθεροι πρὸς σὲ ἀπέρχονται. καὶ νῦν μέν, ἔφη, δειπνεῖτε παρʼ ἡμῖν· δειπνήσαντες δὲ ἀπελαύνετε ὅποι ὑμῖν θυμός. οὕτω δὴ κατέμειναν.
“那么你,”他说,“领回你自己的妻子离去吧;因为既然你从未逃避我们,我甚至根本不认为她曾被俘虏。而你,亚美尼亚王,也领回你的妻子和儿女离去吧,不必为他们交纳任何赎金,好让他们明白自己是作为自由人回到你身边的。至于现在,”他说,“请在我们这里共进晚餐;用过晚餐后,你们便可随心所欲驾车前往任何地方。”于是他们便留了下来。
διασκηνούντων δὲ μετὰ δεῖπνον ἐπήρετο ὁ Κῦρος· εἰπέ μοι, ἔφη, ὦ Τιγράνη, ποῦ δὴ ἐκεῖνός ἐστιν ὁ ἀνὴρ ὃς συνεθήρα ἡμῖν καὶ σύ μοι μάλα ἐδόκεις θαυμάζειν αὐτόν. οὐ γάρ, ἔφη, ἀπέκτεινεν αὐτὸν οὑτοσὶ ὁ ἐμὸς πατήρ; τί λαβὼν ἀδικοῦντα; διαφθείρειν αὐτὸν ἔφη ἐμέ.1 καίτοι, ὦ Κῦρε, οὕτω καλὸς κἀγαθὸς ἐκεῖνος ἦν ὡς καὶ ὅτε ἀποθνῄσκειν ἔμελλε προσκαλέσας με εἶπε· μήτι σύ, ἔφη, ὦ Τιγράνη, ὅτι ἀποκτείνει με, χαλεπανθῇς τῷ πατρί· οὐ γὰρ κακονοίᾳ τῇ σῇ τοῦτο ποιεῖ, ἀλλʼ ἀγνοίᾳ. ὁπόσα δὲ ἀγνοίᾳ ἄνθρωποι ἐξαμαρτάνουσι, πάντʼ ἀκούσια ταῦτʼ ἔγωγε νομίζω.
晚餐后众人各自回帐篷时,居鲁士问道:“告诉我,梯格兰内斯,”他说,“曾与我们一同狩猎、且在我看来你极为钦佩的那个人如今在哪里?”“难道不是就在这里的我父亲杀了他吗?”他说。“捉到了他犯了什么过错?”“父亲说他败坏了我。然而,居鲁士啊,那个人是如此优秀纯良,以至于临死之际还把我叫到跟前说:‘梯格兰内斯,万不可因为你父亲杀我而对他怀恨在心;因为他做这事并非出于对你的恶意,而是出于无知。凡是人因无知而犯下的过失,我认为全都是非出于本意的。’”
ὁ μὲν δὴ Κῦρος ἐπὶ τούτοις εἶπε· φεῦ τοῦ ἀνδρός.2 ὁ δʼ Ἀρμένιος ἔλεξεν· οὔτοι, ἔφη, ὦ Κῦρε, οὐδʼ οἱ ταῖς ἑαυτῶν γυναιξὶ λαμβάνοντες συνόντας ἀλλοτρίους ἄνδρας οὐ τοῦτο αἰτιώμενοι αὐτοὺς κατακαίνουσιν ὡς ἀμαθεστέρας ποιοῦντας τὰς γυναῖκας,3 ἀλλὰ νομίζοντες ἀφαιρεῖσθαι αὐτοὺς τὴν πρὸς αὑτοὺς φιλίαν, διὰ τοῦτο ὡς πολεμίοις αὐτοῖς χρῶνται. καὶ ἐγὼ ἐκείνῳ, ἔφη, ἐφθόνουν, ὅτι μοι ἐδόκει τοῦτον ποιεῖν αὐτὸν μᾶλλον θαυμάζειν ἢ ἐμέ.
居鲁士对此说道:“啊,真是个了不起的人!”亚美尼亚王接着说:“居鲁士啊,那些捉住外人与自己妻子私通的人,杀掉他们也绝非指责他们让妇人变得愚笨,而是认为他们夺走了妇人对自己的爱意,正因如此才将他们视作仇敌对待。我也一样,”他说,“我嫉妒他,因为在我看来,他使得这个儿子钦佩他甚于钦佩我。”
καὶ ὁ Κῦρος εἶπεν· ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, ὦ Ἀρμένιε, ἀνθρώπινά μοι δοκεῖς ἁμαρτεῖν· καὶ σύ, ὦ Τιγράνη, συγγίγνωσκε τῷ πατρί. τότε μὲν δὴ τοιαῦτα διαλεχθέντες καὶ φιλοφρονηθέντες ὥσπερ εἰκὸς ἐκ συναλλαγῆς, ἀναβάντες ἐπὶ τὰς ἁρμαμάξας σὺν ταῖς γυναιξὶν ἀπήλαυνον εὐφραινόμενοι.
居鲁士说:“凭诸神起誓,亚美尼亚王啊,在我看来你所犯的乃是常人之情所难免的过失;而你,梯格兰内斯,也要宽恕你的父亲。”当时,他们如和解之后理所当然的那样,进行了这番交谈并互致友爱之情,随后与各自的妻子一同登上车辇,满心欢喜地驾车离去。
ἐπεὶ δʼ ἦλθον οἴκαδε, ἔλεγον τοῦ Κύρου ὁ μέν τις τὴν σοφίαν, ὁ δὲ τὴν καρτερίαν, ὁ δὲ τὴν πρᾳότητα, ὁ δέ τις καὶ τὸ κάλλος καὶ τὸ μέγεθος. ἔνθα δὴ ὁ Τιγράνης ἐπήρετο τὴν γυναῖκα· ἦ καὶ σοί, ἔφη, ὦ Ἀρμενία, καλὸς ἐδόκει ὁ Κῦρος εἶναι; ἀλλὰ μὰ Δίʼ, ἔφη, οὐκ ἐκεῖνον ἐθεώμην. ἀλλὰ τίνα μήν; ἔφη ὁ Τιγράνης. τὸν εἰπόντα νὴ Δία ὡς τῆς αὑτοῦ ψυχῆς ἂν πρίαιτο ὥστε μή με δουλεύειν. τότε μὲν δὴ ὥσπερ εἰκὸς ἐκ τοιούτων ἀνεπαύοντο σὺν ἀλλήλοις.
他们回到家中后,有人谈论居鲁士的智慧,有人谈论他的坚韧,有人谈论他的温和,还有人谈论他的俊美和魁伟的身躯。这时梯格兰内斯询问妻子:“亚美尼亚妇人啊,在你看来居鲁士也长得英俊吗?”“凭宙斯起誓,我可没看他,”她说。“那你究竟看了谁?”梯格兰内斯问。“凭宙斯起誓,看的是那位说愿以自己的性命为代价换取我永不为奴的人。”当时,正如经历了这番波折后所理所当然的那样,他们彼此相伴安歇了。
τῇ δʼ ὑστεραίᾳ ὁ Ἀρμένιος Κύρῳ μὲν καὶ τῇ στρατιᾷ ἁπάσῃ ξένια ἔπεμπε, προεῖπε δὲ τοῖς ἑαυτοῦ, οὓς δεήσοι στρατεύεσθαι. εἰς τρίτην ἡμέραν παρεῖναι· τὰ δὲ χρήματα ὧν εἶπεν ὁ Κῦρος διπλάσια ἀπηρίθμησεν.4 ὁ δὲ Κῦρος ὅσα εἶπε λαβὼν τἆλλα ἀπέπεμψεν· ἤρετο δὲ πότερος ἔσται ὁ τὸ στράτευμα ἄγων, ὁ παῖς ἢ αὐτός. εἰπέτην δὲ ἅμα ὁ μὲν πατὴρ οὕτως· ὁπότερον ἂν σὺ κελεύῃς· ὁ δὲ παῖς οὕτως· ἐγὼ μὲν οὐκ ἀπολείψομαί σου, ὦ Κῦρε, οὐδʼ ἂν σκευοφόρον ἐμὲ δέῃ σοι συνακολουθεῖν.
次日,亚美尼亚王向居鲁士及全军送去犒赏之礼,并通告自己部下那些需要出征的人在第三天集合;他清点交付了居鲁士所要求之款项的双倍。但居鲁士只收下了自己所指定的数额,将其余的退了回去;随后他询问究竟是谁率军,是儿子还是王本人。两人同时作答,父亲说道:“全凭您吩咐谁”;儿子则说:“居鲁士啊,我绝不会离开您,哪怕需要我作为辎重仆役随您同行。”
καὶ ὁ Κῦρος ἐπιγελάσας εἶπε· καὶ ἐπὶ πόσῳ ἄν, ἔφη, ἐθέλοις τὴν γυναῖκά σου ἀκοῦσαι ὅτι σκευοφορεῖς; ἀλλʼ οὐδέν, ἔφη, ἀκούειν δεήσει αὐτήν· ἄξω γάρ, ὥστε ὁρᾶν ἐξέσται αὐτῇ ὅ τι ἂν ἐγὼ πράττω. ὥρα ἄν, ἔφη, συσκευάζεσθαι ὑμῖν εἴη. νόμιζʼ, ἔφη, συνεσκευασμένους παρέσεσθαι ὅ τι ἂν ὁ πατὴρ δῷ. τότε μὲν δὴ ξενισθέντες οἱ στρατιῶται ἐκοιμήθησαν.
居鲁士笑着说:“那么,要给你多少代价,你才甘愿让你的妻子听说你在背负辎重呢?”“不,”他说,“她根本不需要听说任何事;因为我会带着她一起去,这样她就能亲眼看到我所做的一切。”“你们该收拾行装了,”居鲁士说。“请您确信,”他说,“无论父亲拨给什么,我们都会整装齐备前来报到。”随后,受到款待的士兵们便安歇睡下了。
- 3.1.38διαφθείρειν αὐτὸν ἔφη ἐμέ
间接引语中的“宾格加不定式”结构。主动词 ἔφη 的主语按上下文指梯格兰内斯的父亲;不定式 διαφθείρειν 的逻辑主语为宾格代词 αὐτόν(被处决的导师),宾语为 ἐμέ(梯格兰内斯)。
- 3.1.39φεῦ τοῦ ἀνδρός
感叹词 φεῦ 连用感叹属格(genitive of exclamation),表达居鲁士对那位导师高尚品格的由衷赞叹与钦佩。
- 3.1.39οὐ τοῦτο αἰτιώμενοι αὐτοὺς κατακαίνουσιν ὡς ἀμαθεστέρας ποιοῦντας τὰς γυναῖκας
分词 αἰτιώμενοι 支配双重宾格(αὐτούς 和 τοῦτο),随后的 ὡς 引导的分词短语(ὡς... ποιοῦντας)具体阐述 τοῦτο 的内容(“以此为由,即指责他们使妇人更愚昧”),与下文的 ἀλλὰ νομίζοντες 形成对比。
- 3.1.42τὰ δὲ χρήματα ὧν εἶπεν ὁ Κῦρος διπλάσια ἀπηρίθμησεν
关系代词 ὧν 受到倍数形容词 διπλάσια 所支配的比较/比例属格影响而发生格的吸引(attraction),相当于 διπλάσια τῶν χρημάτων ἃ εἶπεν ὁ Κῦρος(“居鲁士所说金额的双倍”)。
