← 色诺芬

居鲁士的教育

§3.1.9-3.1.15

亚美尼亚王的审判与梯格兰内斯的辩护

居鲁士开庭审理亚美尼亚王,借助国王自己的正义标准使其承认叛逆应被处死,随后其子梯格兰内斯介入,提问施加惩罚是否真正符合居鲁士自身的利益。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.9

ὁπότε δὲ καλῶς εἶχεν, ἤρχετο τοῦ λόγου· ὦ Ἀρμένιε, ἔφη, πρῶτον μέν σοι συμβουλεύω ἐν τῇ δίκῃ τἀληθῆ λέγειν, ἵνα σοι ἕν γε ἀπῇ τὸ εὐμισητότατον· τὸ γὰρ ψευδόμενον φαίνεσθαι εὖ ἴσθι ὅτι καὶ τοῦ συγγνώμης τινὸς τυγχάνειν ἐμποδὼν μάλιστα ἀνθρώποις γίγνεται· ἔπειτα δʼ, ἔφη, συνίσασι μέν σοι καὶ οἱ παῖδες καὶ αἱ γυναῖκες αὗται πάντα ὅσα ἔπραξας, καὶ Ἀρμενίων οἱ παρόντες· ἢν δὲ αἰσθάνωνταί σε ἄλλα ἢ τὰ γενόμενα λέγοντα, νομιοῦσί σε καὶ αὐτὸν καταδικάζειν σεαυτοῦ πάντα τὰ ἔσχατα παθεῖν, ἢν ἐγὼ τἀληθῆ πύθωμαι. ἀλλʼ ἐρώτα, ἔφη, ὦ Κῦρε, ὅ τι βούλει, ὡς τἀληθῆ ἐροῦντος.1 τούτου ἕνεκα καὶ γενέσθω ὅ τι βούλεται.

时机适宜时,居鲁士便开口说道:“亚美尼亚王,首先我劝你在此次审判中说实话,好让你至少免受最可憎的一宗罪责。你要明白,被人发现在撒谎,乃是人们获得任何宽恕的最大阻碍。此外,”他说,“你的儿子们、眼前的这些妇人,以及在场的所有亚美尼亚人,都知道你所做的一切事情;如果他们察觉到你所说的与事实不符,他们就会认为,一旦我查明真相,正是你自己判定自己应当遭受一切最严厉的惩罚。”他说:“那么,居鲁士,既然我定会说实话,你就任意询问吧。至于由此引发的后果,听任其自然发生便是。”

§3.1.10

λέγε δή μοι, ἔφη, ἐπολέμησάς ποτε Ἀστυάγει τῷ τῆς ἐμῆς μητρὸς πατρὶ καὶ τοῖς ἄλλοις Μήδοις; ἔγωγʼ, ἔφη. κρατηθεὶς δʼ ὑπʼ αὐτοῦ συνωμολόγησας δασμὸν οἴσειν καὶ συστρατεύσεσθαι ὅποι ἐπαγγέλλοι, καὶ ἐρύματα μὴ ἕξειν; ἦν ταῦτα. νῦν οὖν διὰ τί οὔτε τὸν δασμὸν ἀπῆγες οὔτε τὸ στράτευμα ἔπεμπες, ἐτείχιζές τε τὰ ἐρύματα; ἐλευθερίας ἐπεθύμουν· καλὸν γάρ μοι ἐδόκει εἶναι καὶ αὐτὸν ἐλεύθερον εἶναι καὶ παισὶν ἐλευθερίαν καταλιπεῖν.

“那么请告诉我,”他说,“你曾否与我母亲的父亲阿斯提阿格斯以及其他米底人作战?”他说:“我确实作战过。”“被他战胜之后,你是否应允过纳贡、听从调遣随军出征、并且不保有防御要塞?”“确实如此。”“那么现在你为何既不交纳贡赋,也不派遣军队,反而修筑要塞呢?”“因为我渴望自由;在我看来,自己得享自由并将自由留给子孙,乃是一件美事。”

§3.1.11

καὶ γάρ ἐστιν, ἔφη ὁ Κῦρος, καλὸν μάχεσθαι, ὅπως μήποτέ τις δοῦλος μέλλοι γενήσεσθαι· ἢν δὲ δὴ ἢ πολέμῳ κρατηθεὶς ἢ καὶ ἄλλον τινὰ τρόπον δουλωθεὶς ἐπιχειρῶν τις φαίνηται τοὺς δεσπότας ἀποστερεῖν ἑαυτοῦ,2 τοῦτον σὺ πρῶτος πότερον ὡς ἀγαθὸν ἄνδρα καὶ καλὰ πράττοντα τιμᾷς ἢ ὡς ἀδικοῦντα, ἢν λάβῃς, κολάζεις; κολάζω, ἔφη· οὐ γὰρ ἐᾷς σὺ ψεύδεσθαι.

居鲁士说:“确实,为了永不沦为奴隶而奋战是值得赞美的。然而,如果有人在战败或以其他方式沦为奴隶之后,被发现企图脱离其主人,你自己首先是把他当作行事高尚的义士予以尊重,还是在抓住他时作为作恶者加以惩处?”他说:“我惩处他;因为你不允许我撒谎。”

§3.1.12

λέγε δὴ σαφῶς, ἔφη ὁ Κῦρος, καθʼ ἓν ἕκαστον· ἢν ἄρχων τις τύχῃ σοι καὶ ἁμάρτῃ, πότερον ἐᾷς ἄρχειν ἢ ἄλλον καθίστης ἀντʼ αὐτοῦ; ἄλλον καθίστημι. τί δέ, ἢν χρήματα πολλὰ ἔχῃ, ἐᾷς πλουτεῖν ἢ πένητα ποιεῖς; ἀφαιροῦμαι, ἔφη, ἃ ἂν ἔχων τυγχάνῃ. ἢν δὲ καὶ πρὸς πολεμίους γιγνώσκῃς αὐτὸν ἀφιστάμενον, τί ποιεῖς; κατακαίνω, ἔφη· τί γὰρ δεῖ ἐλεγχθέντα ὅτι ψεύδομαι ἀποθανεῖν μᾶλλον ἢ τἀληθῆ λέγοντα;

居鲁士说:“那么请就每一项明确说明:如果有人在你的治下担任官员却犯下过错,你是容许他继续掌权,还是另立他人取代他?”“我另立他人。”“那么,如果他拥有巨额财富,你是任他富足还是使他贫穷?”他说:“他碰巧拥有的任何东西,我都剥夺。”“如果你察觉到他甚至背叛并投靠敌人,你如何处置?”他说:“我将他处死;因为何必在被证实撒谎后受死,而不坦白讲真话去死呢?”

§3.1.13

ἔνθα δὴ ὁ μὲν παῖς αὐτοῦ ὡς ἤκουσε ταῦτα, περιεσπάσατο τὴν τιάραν καὶ τοὺς πέπλους κατερρήξατο, αἱ δὲ γυναῖκες ἀναβοήσασαι ἐδρύπτοντο, ὡς οἰχομένου τοῦ πατρὸς καὶ ἀπολωλότων σφῶν ἤδη. καὶ ὁ Κῦρος σιωπῆσαι κελεύσας εἶπεν· εἶεν· τὰ μὲν δὴ σὰ δίκαια ταῦτα, ὦ Ἀρμένιε· ἡμῖν δὲ τί συμβουλεύεις ἐκ τούτων ποιεῖν; ὁ μὲν δὴ Ἀρμένιος ἐσιώπα ἀπορῶν πότερα συμβουλεύοι τῷ Κύρῳ κατακαίνειν αὑτὸν ἢ τἀναντία διδάσκοι ὧν αὐτὸς ἔφη ποιεῖν.3

此时,他的儿子听到这些话,便扯下头巾,撕破长袍;妇女们失声痛哭,抓破面颊,仿佛父亲已经丧命、自己也已彻底毁灭。居鲁士喝令肃静,说道:“好吧;这些就是你自己的正义法则,亚美尼亚王。根据这些准则,你建议我们如何处置?”亚美尼亚王默然不语,不知所措,不知道是该建议居鲁士处死自己,还是该提出与自己所言完全相反的建议。

§3.1.14

ὁ δὲ παῖς αὐτοῦ Τιγράνης ἐπήρετο τὸν Κῦρον· εἰπέ μοι, ἔφη, ὦ Κῦρε, ἐπεὶ ὁ πατὴρ ἀποροῦντι ἔοικεν, ἦ συμβουλεύσω περὶ αὐτοῦ ἃ οἶμαί σοι βέλτιστα εἶναι; καὶ ὁ Κῦρος, ᾐσθημένος, ὅτε συνεθήρα αὐτῷ ὁ Τιγράνης, σοφιστήν τινα αὐτῷ συνόντα καὶ θαυμαζόμενον ὑπὸ τοῦ Τιγράνου, πάνυ ἐπεθύμει αὐτοῦ ἀκοῦσαι ὅ τι ποτʼ ἐροίη· καὶ προθύμως ἐκέλευσε λέγειν ὅ τι γιγνώσκοι.

这时他的儿子梯格兰内斯问居鲁士说:“请告诉我,居鲁士,既然父亲似乎不知所措,关于他,我能否提出我认为对你最为有利的建议?”居鲁士早在梯格兰内斯与自己一同狩猎时,就察觉到有一位智者伴随左右且深得梯格兰内斯的敬佩,因此极其渴望听听〔梯格兰内斯〕到底要说什么;于是爽快地吩咐他将心中所想尽情说出。

§3.1.15

ἐγὼ τοίνυν, ἔφη ὁ Τιγράνης, εἰ μὲν ἄγασαι τοῦ πατρὸς ἢ ὅσα βεβούλευται ἢ ὅσα πέπραχε, πάνυ σοι συμβουλεύω τοῦτον μιμεῖσθαι· εἰ μέντοι σοι δοκεῖ πάντα ἡμαρτηκέναι, συμβουλεύω τοῦτον μὴ μιμεῖσθαι. οὐκοῦν, ἔφη ὁ Κῦρος, τὰ δίκαια ποιῶν ἥκιστʼ ἂν τὸν ἁμαρτάνοντα μιμοίμην. ἔστιν, ἔφη, ταῦτα. κολαστέον ἄρʼ ἂν εἴη κατά γε τὸν σὸν λόγον τὸν πατέρα, εἴπερ τὸν ἀδικοῦντα δίκαιον κολάζειν. πότερα δʼ ἡγῇ, ὦ Κῦρε, ἄμεινον εἶναι σὺν τῷ σῷ ἀγαθῷ τὰς τιμωρίας ποιεῖσθαι ἢ σὺν τῇ σῇ ζημίᾳ; ἐμαυτὸν ἄρα, ἔφη, οὕτω γʼ ἂν τιμωροίμην.4

梯格兰内斯说:“那么,如果您钦佩父亲所谋划或所实行的一切,我极为建议您效法他;但如果您认为他凡事皆错,我则建议您不要效法他。”居鲁士说:“那么,我行公正之事,就最不会效法那犯错之人了。”他说:“正是如此。”“那么按照你的说法,既然惩治行不义之人是公正的,〔你〕父亲就必须受到惩治了。”“居鲁士,您认为惩处是伴随着您自身的利益更好,还是伴随着您自身的损害更好呢?”〔居鲁士〕说:“若是那样,我岂不是在惩罚我自己了。”

语法注4 条
  1. 3.1.9ὡς τἀληθῆ ἐροῦντος

    带有连词 ὡς 的属格独立分词结构,伴随祈使句 ἐρώτα,用以表达说话者自身的主观态度与确约(“鉴于我必定会说真话”)。

  2. 3.1.11τοὺς δεσπότας ἀποστερεῖν ἑαυτοῦ

    动词 ἀποστερέω 构成的剥夺表达,被剥夺者为宾格 τοὺς δεσπότας(主人们),而被剥夺的事物则为分离属格 ἑαυτοῦ(其自身),意为“使主人们失去其自身”(即摆脱主人的管辖或奴役)。

  3. 3.1.13ὧν αὐτὸς ἔφη ποιεῖν

    关系代词 ὧν 的格吸引现象。它在语法上原本应作为不定式 ποιεῖν 的宾语而用宾格 ἃ,但受到前面的比较表达 τἀναντία 或省略的先行词影响而被吸引为属格。

  4. 3.1.15ἐμαυτὸν ἄρα, ἔφη, οὕτω γʼ ἂν τιμωροίμην

    中动相动词 τιμωροῦμαι 与反身代词宾格 ἐμαυτόν 结合,并带有 ἄν 和希求法表示潜在推论,意指“照此看来,我反倒会惩罚/损害我自己了”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.1.9-3.1.15