- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.1.1-3.1.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚美尼亚王因畏惧居鲁士的推进而企图转移家人并撤退,但家眷被俘,自己被困于山丘上,最终被迫投降接受审判。
ὁ μὲν δὴ Κῦρος ἐν τούτοις ἦν· ὁ δὲ Ἀρμένιος ὡς ἤκουσε τοῦ ἀγγέλου τὰ παρὰ Κύρου, ἐξεπλάγη, ἐννοήσας ὅτι ἀδικοίη καὶ τὸν δασμὸν λείπων καὶ τὸ στράτευμα οὐ πέμπων, καὶ τὸ μέγιστον, ἐφοβεῖτο, ὅτι ὀφθήσεσθαι ἔμελλε τὰ βασίλεια οἰκοδομεῖν ἀρχόμενος ὡς ἂν ἱκανὰ ἀπομάχεσθαι εἴη.1
居鲁士正忙于这些事务;而亚美尼亚王从使者那里听到来自居鲁士的消息时,大惊失色,意识到自己在拖欠贡赋和不派遣军队两方面都有罪过,最重要的是,他害怕自己为了使其具有防守能力而开始修筑宫殿一事将被发觉。
διὰ ταῦτα δὴ πάντα ὀκνῶν ἅμα μὲν διέπεμπεν ἁθροίζων τὴν ἑαυτοῦ δύναμιν, ἅμα δʼ ἔπεμπεν εἰς τὰ ὄρη τὸν νεώτερον υἱὸν Σάβαριν καὶ τὰς γυναῖκας, τήν τε ἑαυτοῦ καὶ τὴν τοῦ υἱοῦ, καὶ τὰς θυγατέρας· καὶ κόσμον δὲ καὶ κατασκευὴν τὴν πλείστου ἀξίαν συναπέπεμπε προπομποὺς δοὺς αὐτοῖς. αὐτὸς δὲ ἅμα μὲν κατασκεψομένους ἔπεμπε τί πράττοι Κῦρος, ἅμα δὲ συνέταττε τοὺς παραγιγνομένους τῶν Ἀρμενίων· καὶ ταχὺ παρῆσαν ἄλλοι λέγοντες ὅτι καὶ δὴ αὐτὸς ὁμοῦ.2
由于对所有这些事情感到畏惧,他一方面派人四处召集自己的军队,另一方面将小儿子萨巴里斯和妇女们——自己的妻子、儿子的妻子以及女儿们——送往山中;他还给他们配备了护卫,并将最贵重的饰物和器具一同送走。他自己一方面派人侦察居鲁士在做什么,另一方面整编陆续赶来的亚美尼亚人;很快又有其他人赶到,说居鲁士本人已近在眼前。
ἐνταῦθα δὴ οὐκέτι ἔτλη εἰς χεῖρας ἐλθεῖν, ἀλλʼ ὑπεχώρει. ὡς δὲ τοῦτʼ εἶδον ποιήσαντα αὐτὸν οἱ Ἀρμένιοι, διεδίδρασκον ἤδη ἕκαστος ἐπὶ τὰ ἑαυτοῦ, βουλόμενοι τὰ ὄντα ἐκποδὼν ποιεῖσθαι. ὁ δὲ Κῦρος ὡς ἑώρα διαθεόντων καὶ ἐλαυνόντων τὸ πεδίον μεστόν, ὑποπέμπων ἔλεγεν ὅτι οὐδενὶ πολέμιος εἴη τῶν μενόντων. εἰ δέ τινα φεύγοντα λήψοιτο, προηγόρευεν ὅτι ὡς πολεμίῳ χρήσοιτο. οὕτω δὴ οἱ μὲν πολλοὶ κατέμενον, ἦσαν δʼ οἳ ὑπεχώρουν σὺν τῷ βασιλεῖ.
到了这时,他再也没有勇气交锋,而是开始退却。亚美尼亚人见他如此,便立即各自逃往自己的居所,想要把财产转移走。居鲁士见平原上到处都是奔跑和策马疾驰的人,便派人暗中传话,说凡留下来的人,他都不以之为敌;但他宣布,若抓住任何逃跑者,必将按敌人处置。于是,大多数人都留了下来,但也有些人随国王一同撤退。
ἐπεὶ δʼ οἱ σὺν ταῖς γυναιξὶ προϊόντες ἐνέπεσον εἰς τοὺς ἐν τῷ ὄρει, κραυγήν τε εὐθὺς ἐποίουν καὶ φεύγοντες ἡλίσκοντο πολλοὶ αὐτῶν. τέλος δὲ καὶ ὁ παῖς καὶ αἱ γυναῖκες καὶ αἱ θυγατέρες ἑάλωσαν, καὶ χρήματα ὅσα σὺν αὐτοῖς ἀγόμενα ἔτυχεν. ὁ δὲ βασιλεὺς αὐτός, ὡς ᾔσθετο τὰ γιγνόμενα, ἀπορῶν ποῖ τράποιτο ἐπὶ λόφον τινὰ καταφεύγει.
当护送妇女前行的人撞上山上的守军时,立刻发出惊呼,许多人在逃跑中被俘。最终,那少年、妇女们和女儿们均被擒获,随身携带的所有财物亦尽数被截获。国王本人得知所发生的事,不知该往何处去,便逃上了一座山丘。
ὁ δʼ αὖ Κῦρος ταῦτα ἰδὼν περιίσταται τὸν λόφον τῷ παρόντι στρατεύματι, καὶ πρὸς Χρυσάνταν πέμψας ἐκέλευε φυλακὴν τοῦ ὄρους καταλιπόντα ἥκειν. τὸ μὲν δὴ στράτευμα ἡθροίζετο τῷ Κύρῳ· ὁ δὲ πέμψας πρὸς τὸν Ἀρμένιον κήρυκα ἤρετο ὧδε· εἰπέ μοι, ἔφη, ὦ Ἀρμένιε, πότερα βούλει αὐτοῦ μένων τῷ λιμῷ καὶ τῷ δίψει μάχεσθαι ἢ εἰς τὸ ἰσόπεδον καταβὰς ἡμῖν διαμάχεσθαι; ἀπεκρίνατο ὁ Ἀρμένιος ὅτι οὐδετέροις βούλοιτο μάχεσθαι.
居鲁士见状,遂以手头的军队将该山丘团团围住,并派人通知克律桑塔斯,命令他在山上留驻守卫后前来汇合。于是军队在居鲁士身边集结起来;居鲁士派传令官去问亚美尼亚王道:“告诉我,亚美尼亚王,你是愿意留在那里与饥渴搏斗,还是下到平地上与我们决一胜负?”亚美尼亚王回答说,他两样都不想交战。
πάλιν ὁ Κῦρος πέμψας ἠρώτα τί οὖν κάθησαι ἐνταῦθα καὶ οὐ καταβαίνεις; ἀπορῶν, ἔφη, ὅ τι χρὴ ποιεῖν. ἀλλʼ οὐδέν, ἔφη ὁ Κῦρος, ἀπορεῖν σε δεῖ· ἔξεστι γάρ σοι ἐπὶ δίκην καταβαίνειν. τίς δʼ, ἔφη, ἔσται ὁ δικάζων; δῆλον ὅτι ᾧ ὁ θεὸς ἔδωκε καὶ ἄνευ δίκης χρῆσθαί σοι ὅ τι βούλοιτο.3 ἐνταῦθα δὴ ὁ Ἀρμένιος γιγνώσκων τὴν ἀνάγκην καταβαίνει· καὶ ὁ Κῦρος λαβὼν εἰς τὸ μέσον κἀκεῖνον καὶ τὰ ἄλλα πάντα περιεστρατοπεδεύσατο, ὁμοῦ ἤδη πᾶσαν ἔχων τὴν δύναμιν.
居鲁士再次派人询问:“那你为何坐在那里不下山?”他说:“因为我不知所措,不知该做什么。”居鲁士说:“你完全不必不知所措,因为你可以下来受审。”国王问:“那么审判官会是谁?”居鲁士答道:“显然是上帝赐予权力、即便不经审判也可任意处置你的那个人。”至此,亚美尼亚王深知势不可免,便下山来;居鲁士将他和其余的一切置于中央,在周围扎下营寨,此刻他已集结了全部兵力。
ἐν τούτῳ δὲ τῷ χρόνῳ ὁ πρεσβύτερος παῖς τοῦ Ἀρμενίου Τιγράνης ἐξ ἀποδημίας τινὸς προσῄει, ὃς καὶ σύνθηρός ποτε ἐγένετο τῷ Κύρῳ· καὶ ὡς ἤκουσε τὰ γεγενημένα, εὐθὺς πορεύεται ὥσπερ εἶχε πρὸς τὸν Κῦρον. ὡς δʼ εἶδε πατέρα τε καὶ μητέρα καὶ ἀδελφοὺς καὶ τὴν ἑαυτοῦ γυναῖκα αἰχμαλώτους γεγενημένους, ἐδάκρυσεν, ὥσπερ εἰκός.
就在这时,亚美尼亚王的长子梯格兰内斯自外邦游历归来,他曾与居鲁士一同打猎;他一听说所发生的事,便照着原样立刻赶往居鲁士那里。当他看到父亲、母亲、兄弟们以及自己的妻子都沦为战俘时,不禁流下了眼泪,这也合乎常情。
ὁ δὲ Κῦρος ἰδὼν αὐτὸν ἄλλο μὲν οὐδὲν ἐφιλοφρονήσατο αὐτῷ, εἶπε δʼ ὅτι εἰς καιρὸν ἥκεις, ἔφη, ὅπως τῆς δίκης ἀκούσῃς παρὼν τῆς ἀμφὶ τοῦ πατρός. καὶ εὐθὺς συνεκάλει τοὺς ἡγεμόνας τούς τε τῶν Περσῶν καὶ τοὺς τῶν Μήδων· προσεκάλει δὲ καὶ εἴ τις Ἀρμενίων τῶν ἐντίμων παρῆν. καὶ τὰς γυναῖκας ἐν ταῖς ἁρμαμάξαις παρούσας οὐκ ἀπήλασεν, ἀλλʼ εἴα ἀκούειν.
居鲁士见到他,并没有表示其他任何亲热,只说道:“你来得正是时候,好亲自出席聆听有关你父亲的审判。”随即他召集了波斯人和米底人的将领,也召来了在场的任何有地位的亚美尼亚人;他也没有赶走坐在马车里的妇女,而是准许她们旁听。
- 3.1.1ὀφθήσεσθαι ἔμελλε τὰ βασίλεια οἰκοδομεῖν ἀρχόμενος ὡς ἂν ἱκανὰ ἀπομάχεσθαι εἴη
ἔμελλε 加上被动态将来不定词 ὀφθήσεσθαι 构成复合谓语(“注定被看见/即将被发现”),其主格补充补足分词 ἀρχόμενος 与主语一致。ἀρχόμενος 支配补充不定词 οἰκοδομεῖν,其后的 ὡς ἂν ... εἴη 则是带有潜在希求法语气词 ἄν 的从句,表示目的或预期的结果(“以便足以防守”)。
- 3.1.2ὅτι καὶ δὴ αὐτὸς ὁμοῦ
ὅτι 从句中省略了系动词(ἦν 或 εἴη/ἐστίν)。虚词短语 καὶ δή 强调动作迫在眉睫(“已经”、“眼下即是”),副词 ὁμοῦ(近在身旁、临近)充当谓语成分。
- 3.1.6ᾧ ὁ θεὸς ἔδωκε καὶ ἄνευ δίκης χρῆσθαί σοι ὅ τι βούλοιτο
关系代词与格 ᾧ 引导的定语从句,用以回答前文关于法官是谁的提问(省略了先行词 οὗτος ἔσται)。动词 χρῆσθαι 支配人物与格(σοι)以及中性代词宾格 ὅ τι 作为内在宾格,构成“随意处置某人”的习惯表达;βούλοιτο 为过去时序间接引语中的希求法。
