- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.1.16-3.1.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梯格兰内斯辩称,人在对优越者的强烈恐惧与自知之明中能瞬间学会节制,他的父亲在居鲁士超绝的谋略与神速面前彻底受挫,如今已深陷恐惧,实已受到惩戒。
ἀλλὰ μέντοι, ἔφη ὁ Τιγράνης, μεγάλα γʼ ἂν ζημιοῖο, εἰ τοὺς σεαυτοῦ κατακαίνοις τότε ὁπότε σοι πλείστου ἄξιοι εἶεν κεκτῆσθαι.1 πῶς δʼ ἄν, ἔφη ὁ Κῦρος, τότε πλείστου ἄξιοι γίγνοιντο ἅνθρωποι ὁπότε ἀδικοῦντες ἁλίσκοιντο; εἰ τότε, οἶμαι, σώφρονες γίγνοιντο. δοκεῖ γάρ μοι, ὦ Κῦρε, οὕτως ἔχειν, ἄνευ μὲν σωφροσύνης οὐδʼ ἄλλης ἀρετῆς οὐδὲν ὄφελος εἶναι· τί γὰρ ἄν, ἔφη, χρήσαιτʼ ἄν τις ἰσχυρῷ ἢ ἀνδρείῳ μὴ σώφρονι, τί δὲ πλουσίῳ, τί δὲ δυνάστῃ ἐν πόλει; σὺν δὲ σωφροσύνῃ καὶ φίλος πᾶς χρήσιμος καὶ θεράπων πᾶς ἀγαθός.
梯格兰内斯说:“然而,如果您在自己的属下对您而言最值得拥有的时候将他们处死,您将遭受巨大的损失。”居鲁士说:“当人们行不义被捕获之时,又怎会是最有价值的呢?”“我想,如果他们在那时变得节制的话便是如此。居鲁士啊,在我看来情形正是这样:若无节制,任何其他德行也都毫无用处。实际上,”他说,“对于一个强壮或勇敢却不节制的人,或者一个富有的人,或者城邦中有权势的人,人们又能如何任用呢?但若伴随节制,每一个朋友都是有用的,每一个仆从都是忠良的。”
τοῦτʼ οὖν, ἔφη, λέγεις ὡς καὶ ὁ σὸς πατὴρ ἐν τῇδε τῇ μιᾷ ἡμέρᾳ ἐξ ἄφρονος σώφρων γεγένηται; πάνυ μὲν οὖν, ἔφη. πάθημα ἄρα τῆς ψυχῆς σὺ λέγεις εἶναι τὴν σωφροσύνην, ὥσπερ λύπην, οὐ μάθημα· οὐ γὰρ ἂν δήπου, εἴγε φρόνιμον δεῖ γενέσθαι τὸν μέλλοντα σώφρονα ἔσεσθαι, παραχρῆμα ἐξ ἄφρονος σώφρων ἄν τις γένοιτο.
他说:“那么你的意思是,你的父亲也是在这短短一天之内,便从愚昧无知变成了节制之人吗?”他说:“正是如此。”“那么你所说的节制,乃是灵魂的一种感受,如同悲伤一般,而不是一种习得的知识了;因为如果将要变得节制的人必须先变得明智,那么绝不可能有人能够瞬间由愚妄转为节制。”
τί δʼ, ἔφη, ὦ Κῦρε, οὔπω ᾔσθου καὶ ἕνα ἄνδρα διʼ ἀφροσύνην μὲν ἐπιχειροῦντα κρείττονι ἑαυτοῦ μάχεσθαι, ἐπειδὰν δὲ ἡττηθῇ, εὐθὺς πεπαυμένον τῆς πρὸς τοῦτον ἀφροσύνης; πάλιν δʼ, ἔφη, οὔπω ἑώρακας πόλιν ἀντιταττομένην πρὸς πόλιν ἑτέραν, ἧς ἐπειδὰν ἡττηθῇ παραχρῆμα ταύτῃ ἀντὶ τοῦ μάχεσθαι πείθεσθαι ἐθέλει;
他说:“然而,居鲁士啊,难道您从未发觉,哪怕是单个的人,因愚妄而企图与强于自己的人交战,一旦被击败,便立刻停止对那人的愚妄行为吗?再者,”他说,“难道您从未见过一个城邦与另一个城邦抗衡,一旦被其击败,便立刻甘愿服从它而非继续作战吗?”
ποίαν δʼ, ἔφη ὁ Κῦρος, καὶ σὺ τοῦ πατρὸς ἧτταν λέγων οὕτως ἰσχυρίζει σεσωφρονίσθαι αὐτόν; ἧι νὴ Δίʼ, ἔφη, σύνοιδεν ἑαυτῷ2 ἐλευθερίας μὲν ἐπιθυμήσας, δοῦλος δʼ ὡς οὐδεπώποτε γενόμενος, ἃ δὲ ᾠήθη χρῆναι λαθεῖν ἢ φθάσαι ἢ ἀποβιάσασθαι, οὐδὲν τούτων ἱκανὸς γενόμενος διαπράξασθαι. σὲ δὲ οἶδεν, ἃ μὲν ἐβουλήθης ἐξαπατῆσαι αὐτόν, οὕτως ἐξαπατήσαντα ὥσπερ ἄν τις τυφλοὺς καὶ κωφοὺς καὶ μηδʼ ὁτιοῦν φρονοῦντας ἐξαπατήσειεν· ἃ δὲ ᾠήθης λαθεῖν χρῆναι, οὕτω σὲ οἶδε λαθόντα ὥστε ἃ ἐνόμιζεν ἑαυτῷ ἐχυρὰ χωρία ἀποκεῖσθαι, σὺ εἰρκτὰς ταῦτα ἔλαθες προκατασκευάσας· τάχει δὲ τοσοῦτον περιεγένου αὐτοῦ ὥστε πρόσωθεν ἔφθασας ἐλθὼν σὺν πολλῷ στόλῳ πρὶν τοῦτον τὴν παρʼ ἑαυτῷ δύναμιν ἁθροίσασθαι.
居鲁士说:“你究竟是指你父亲遭受了怎样的失败,竟如此坚称他已经变得节制了呢?”他说:“凭宙斯起誓,正是这场失败:他心中自知,自己虽渴望自由,却沦为了前所未有的奴隶;而凡是他认为必须隐瞒、抢先或强力夺取之事,他一件也无力达成。至于您,他深知在您想要欺骗他的事上,您欺骗他犹如欺骗盲人、聋子和毫无心智的人一般;在您认为必须隐蔽之事上,他也深知您隐藏得如此周密,以至于凡是他自以为保留作为据点的坚固处所,您都暗中预先使之变成了囚牢;而在神速上,您如此彻底地战胜了他,以至于在他召集身边军队之前,您便率领大军从远方先行赶到。”
ἔπειτα δοκεῖ σοι, ἔφη ὁ Κῦρος, καὶ ἡ τοιαύτη ἧττα σωφρονίζειν ἱκανὴ εἶναι ἀνθρώπους, τὸ γνῶναι ἄλλους ἑαυτῶν βελτίονας ὄντας; πολύ γε μᾶλλον, ἔφη ὁ Τιγράνης, ἢ ὅταν μάχῃ τις ἡττηθῇ. ὁ μὲν γὰρ ἰσχύι κρατηθεὶς ἔστιν ὅτε ᾠήθη σωμασκήσας ἀναμαχεῖσθαι· καὶ πόλεις γε ἁλοῦσαι συμμάχους προσλαβοῦσαι οἴονται ἀναμαχέσασθαι ἄν· οὓς δʼ ἂν βελτίους τινὲς ἑαυτῶν ἡγήσωνται, τούτοις πολλάκις καὶ ἄνευ ἀνάγκης ἐθέλουσι πείθεσθαι.
居鲁士说:“那么在你看来,即便这样一种失败,即认识到他人胜过自己,就足以使人变得节制吗?”梯格兰内斯说:“这远甚于在战斗中落败。因为单凭力量被征服的人,有时还以为通过锻炼体魄便可重整旗鼓再战;被攻陷的城邦也以为一旦获得盟友便能卷土重来。但人们一旦认为某些人胜过自己,便常常无需强迫而甘心服从他们。”
σύ, ἔφη, ἔοικας οὐκ οἴεσθαι τοὺς ὑβριστὰς γιγνώσκειν τοὺς ἑαυτῶν σωφρονεστέρους, οὐδὲ τοὺς κλέπτας τοὺς μὴ κλέπτοντας, οὐδὲ τοὺς ψευδομένους τοὺς τἀληθῆ λέγοντας, οὐδὲ τοὺς ἀδικοῦντας τοὺς τὰ δίκαια ποιοῦντας· οὐκ οἶσθα, ἔφη, ὅτι καὶ νῦν ὁ σὸς πατὴρ ἐψεύσατο καὶ οὐκέτʼ ἠμπέδου τὰς πρὸς ἡμᾶς συνθήκας, εἰδὼς ὅτι ἡμεῖς οὐδʼ ὁτιοῦν ὧν Ἀστυάγης συνέθετο παραβαίνομεν;
他说:“你似乎并不认为狂妄之徒能够辨识比他们更有节制的人,盗贼能够辨识不盗窃的人,撒谎者能够辨识讲真话的人,行不义者能够辨识行公正的人。难道你不知道,”他说,“就在刚才,你父亲明知我们丝毫不曾违背阿斯提阿格斯所订立的誓约,却仍在撒谎并不再遵守与我们的盟约吗?”
ἀλλʼ οὐδʼ ἐγὼ τοῦτο λέγω ὡς τὸ γνῶναι μόνον τοὺς βελτίονας σωφρονίζει ἄνευ τοῦ δίκην διδόναι ὑπὸ τῶν βελτιόνων, ὥσπερ ὁ ἐμὸς πατὴρ νῦν δίδωσιν. ἀλλʼ, ἔφη ὁ Κῦρος, ὅ γε σὸς πατὴρ πέπονθε μὲν οὐδʼ ὁτιοῦν πω κακόν· φοβεῖταί γε μέντοι εὖ οἶδʼ ὅτι μὴ πάντα τὰ ἔσχατα πάθῃ.
“然而我也并非说,单单认识到那些更优越的人,而无需受到更优越之人的惩处,就能使人变得节制,正如我父亲此刻正在领受惩罚一样。”居鲁士说:“可是,你的父亲迄今尚未遭受任何实际的伤害;不过,我很清楚,他确实唯恐遭受一切最严厉的惩罚。”
οἴει οὖν τι, ἔφη ὁ Τιγράνης, μᾶλλον καταδουλοῦσθαι ἀνθρώπους τοῦ ἰσχυροῦ φόβου; οὐκ οἶσθʼ ὅτι οἱ μὲν τῷ ἰσχυροτάτῳ κολάσματι νομιζομένῳ σιδήρῳ παιόμενοι ὅμως ἐθέλουσι καὶ πάλιν μάχεσθαι τοῖς αὐτοῖς; οὓς δʼ ἂν σφόδρα φοβηθῶσιν ἄνθρωποι, τούτοις οὐδὲ παραμυθουμένοις ἔτι ἀντιβλέπειν δύνανται;3 λέγεις σύ, ἔφη, ὡς ὁ φόβος τοῦ ἔργῳ κακοῦσθαι μᾶλλον κολάζει τοὺς ἀνθρώπους.
梯格兰内斯说:“那么,您以为还有什么比强烈的恐惧更能使人屈服的吗?难道您不知道,那些遭受被视为最严酷刑罚的铁器击打的人,尚且愿意与相同的敌人再次交战;然而对于人们极度畏惧的对象,即使对方好言抚慰,他们也再不敢直视其面容了吗?”他说:“你的意思是,恐惧比实际遭受伤害更能惩治人。”
- 3.1.16πλείστου ἄξιοι εἶεν κεκτῆσθαι
πλείστου 是表价值的属格,修饰 ἄξιοι(“最具价值”)。εἶεν 为时间从句中的祈愿语气,与主句潜在祈愿语气 μεγάλα γʼ ἂν ζημιοῖο 相应的条件从句 εἰ... κατακαίνοις 保持语气呼应。不定词 κεκτῆσθαι 充当形容词 ἄξιοι 的补足语/说明性不定词(“值得拥有”)。
- 3.1.19ἧι νὴ Δίʼ, ἔφη, σύνοιδεν ἑαυτῷ
与格关系代词 ἧι 回指前文居鲁士的提问 ποίαν... τοῦ πατρὸς ἧτταν(“你父亲怎样的失败”),用作情态/手段与格(“在这一失败中”)。后续的一系列分词(ἐπιθυμήσας, γενόμενος, γενόμενος)为主格,与 σύνοιδεν ἑαυτῷ(“他自知/自省”)的主语保持一致(当 σύνοιδα 的逻辑主语与反身代词一致时,分词常取主格)。
- 3.1.23οὐδὲ παραμυθουμένοις ἔτι ἀντιβλέπειν δύνανται
与格分词 παραμυθουμένοις 与前面的先行词 τούτοις(指代 οὓς δʼ ἂν σφόδρα φοβηθῶσιν)一致,具有让步意味(“即使对方好言劝慰/安抚”)。动词 ἀντιβλέπειν(“直视、正视”)支配与格 τούτοις。
