- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.1.30-3.1.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
梯格兰内斯向居鲁士阐明保留亚美尼亚王位的实际益处并说服了他;居鲁士敲定了征调半数兵力与战费借款的协议,并在询问赎回妻儿的代价时,得到梯格兰内斯愿舍命救妻的回答。
εἰ δέ τί σοι, ἔφη, μέλει καὶ τοῦ ὡς ἥκιστα τεταραγμένα τάδε καταλιπεῖν, ὅταν ἀπίῃς, σκόπει, ἔφη, πότερον ἂν οἴει ἠρεμεστέρως ἔχειν1 τὰ ἐνθάδε καινῆς γενομένης ἀρχῆς ἢ τῆς εἰωθυίας καταμενούσης· εἰ δέ τί σοι μέλει καὶ τοῦ ὡς πλείστην στρατιὰν ἐξάγειν, τίνʼ ἂν οἴει μᾶλλον ἐξετάσαι ταύτην ὀρθῶς τοῦ πολλάκις αὐτῇ κεχρημένου; εἰ δὲ καὶ χρημάτων δεήσει, τίνʼ ἂν ταῦτα νομίζεις κρεῖττον ἐκπορίσαι τοῦ καὶ εἰδότος καὶ ἔχοντος πάντα τὰ ὄντα; ὠγαθέ, ἔφη, Κῦρε, φύλαξαι μὴ ἡμᾶς ἀποβαλὼν σαυτὸν ζημιώσῃς πλείω ἢ ὁ πατὴρ ἐδυνήθη σε βλάψαι. ὁ μὲν τοιαῦτα ἔλεγεν.
“而且,如果您在离开时,”他说,“还关心将此地留在尽可能少受扰动的状态,那么请考虑:”他说,“您认为究竟是在建立新的统治,还是在保留原有的统治之下,此地的局势会更为平稳?如果您还关心尽可能多地带出一支大军,那么您认为除了屡次使用过这支军队的人之外,谁能更准确地检阅它呢?如果还需要钱财,那么除了既深知又拥有所有现存资财的人之外,您认为谁能更好地筹措这些呢?善良的居鲁士啊,”他说,“请提防不要因抛弃我们,而使自己遭受比我父亲所能给您造成的伤害还要大的损失。”他说了这番话。
ὁ δὲ Κῦρος ἀκούων ὑπερήδετο, ὅτι ἐνόμιζε περαίνεσθαι πάντα αὐτῷ ὅσαπερ ὑπέσχετο τῷ Κυαξάρῃ πράξειν; ἐμέμνητο γὰρ εἰπὼν ὅτι καὶ φίλον οἴοιτο μᾶλλον ἢ πρόσθεν ποιήσειν. καὶ ἐκ τούτου δὴ τὸν Ἀρμένιον ἐρωτᾷ· ἢν δὲ δὴ ταῦτα πείθωμαι ὑμῖν, λέγε μοι, ἔφη, σύ, ὦ Ἀρμένιε, πόσην μὲν στρατιάν μοι συμπέμψεις, πόσα δὲ χρήματα συμβαλῇ εἰς τὸν πόλεμον;
居鲁士听了非常高兴,因为他认为,自己向基亚克萨列斯承诺要办到的一切事情都在顺利完成;因为他记得自己曾说过,料想会使亚美尼亚王比以往更加成为朋友。于是,居鲁士便向亚美尼亚王发问:“如果我确实听从你们的这些建议,亚美尼亚王啊,”他说,“告诉我,你将派多少军队与我同行,又将为战事出多少金钱?”
πρὸς ταῦτα δὴ λέγει ὁ Ἀρμένιος· οὐδὲν ἔχω, ὦ Κῦρε, ἔφη, ἁπλούστερον εἰπεῖν οὐδὲ δικαιότερον ἢ δεῖξαι μὲν ἐμὲ πᾶσαν τὴν οὖσαν δύναμιν, σὲ δὲ ἰδόντα ὅσην μὲν ἄν σοι δοκῇ στρατιὰν ἄγειν, τὴν δὲ καταλιπεῖν τῆς χώρας φυλακήν. ὡς δʼ αὔτως περὶ χρημάτων δηλῶσαι μὲν ἐμὲ δίκαιόν σοι πάντα τὰ ὄντα, σὲ δὲ τούτων αὐτὸν γνόντα ὁπόσα τε ἂν βούλῃ φέρεσθαι καὶ ὁπόσα ἂν βούλῃ καταλιπεῖν.
对此,亚美尼亚王说:“居鲁士啊,我没有什么比这更直率、更公正的提议了,那就是:由我展示现有的全部兵力,而您在视察之后,率领您认为合适的兵力,其余的则留下来守卫本国。对于钱财也是同样,由我向您如实呈报全部现有资财才是公道的,而您在亲自过目之后,愿意带走多少便带走多少,愿意留下多少便留下多少。”
καὶ ὁ Κῦρος εἶπεν· ἴθι δὴ λέξον μοι πόση σοι δύναμίς ἐστι, λέξον δὲ καὶ πόσα χρήματα. ἐνταῦθα δὴ λέγει ὁ Ἀρμένιος· ἱππεῖς μὲν τοίνυν εἰσὶν εἰς ὀκτακισχιλίους, πεζοὶ δὲ εἰς τέτταρας μυριάδας· χρήματα δʼ, ἔφη, σὺν τοῖς θησαυροῖς οἷς ὁ πατὴρ κατέλιπεν ἔστιν εἰς ἀργύριον λογισθέντα τάλαντα πλείω τῶν τρισχιλίων.
居鲁士说:“既然如此,快告诉我你有多少兵力,也告诉我共有多少金钱。”于是亚美尼亚王说:“那么,骑兵约有八千人,步兵约有四万人;至于钱财,”他说,“连同我父亲遗留下的财宝,折合成白银计算,共有三千多塔兰同。”
καὶ ὁ Κῦρος οὐκ ἐμέλλησεν, ἀλλʼ εἶπε· τῆς μὲν τοίνυν στρατιᾶς, ἐπεί σοι, ἔφη, οἱ ὅμοροι Χαλδαῖοι πολεμοῦσι, τοὺς ἡμίσεις μοι σύμπεμπε· τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων ὧν ἔφερες δασμὸν διπλάσια Κυαξάρῃ ἀπόδος, ὅτι ἔλιπες τὴν φοράν· ἐμοὶ δʼ, ἔφη, ἄλλα ἑκατὸν δάνεισον· ἐγὼ δέ σοι ὑπισχνοῦμαι, ἢν ὁ θεὸς εὖ διδῷ, ἀνθʼ ὧν ἂν ἐμοὶ δανείσῃς ἢ ἄλλα πλείονος ἄξια εὐεργετήσειν ἢ τὰ χρήματα ἀπαριθμήσειν, ἢν δύνωμαι· ἢν δὲ μὴ δύνωμαι, ἀδύνατος ἂν φαινοίμην, οἶμαι, ἄδικος δʼ οὐκ ἂν δικαίως κρινοίμην.
居鲁士毫不迟疑地说道:“关于军队,既然邻近的卡勒代亚人正在与你交战,”他说,“那就派一半人随我前去;至于钱财,鉴于你拖欠了进贡,你就向基亚克萨列斯缴纳原本作为贡金的五十塔兰同的双倍;而对于我,”他说,“请另外借给我一百塔兰同。我向你保证,若神明赐福,对于你借给我的钱,我要么以价值更高的其他恩惠回报你,要么在力所能及时将这笔钱如数偿清;如果我无力偿还,我想我只会被视为力不能及,但绝不会被公正地断定为背信弃义。”
καὶ ὁ Ἀρμένιος, πρὸς τῶν θεῶν, ἔφη, ὦ Κῦρε, μὴ οὕτω λέγε· εἰ δὲ μή, οὐ θαρροῦντά με ἕξεις· ἀλλὰ νόμιζε, ἔφη, ἃ ἂν καταλίπῃς μηδὲν ἧττον σὰ εἶναι ὧν ἂν ἔχων ἀπίῃς.2 εἶεν, ἔφη ὁ Κῦρος· ὥστε δὲ τὴν γυναῖκα ἀπολαβεῖν, ἔφη, πόσα ἄν μοι χρήματα δοίης; ὁπόσα ἂν δυναίμην, ἔφη. τί δέ, ὥστε τοὺς παῖδας; καὶ τούτων, ἔφη, ὁπόσα ἂν δυναίμην. οὐκοῦν, ἔφη ὁ Κῦρος, ταῦτα μὲν ἤδη διπλάσια τῶν ὄντων.
亚美尼亚王说:“凭诸神起誓,居鲁士啊,请不要这样说;否则,您会让我心中难安。相反,您当认为,”他说,“凡是您留下的东西,也丝毫不少于您带走的东西一样完全属于您。”“好吧,”居鲁士说,“那么为了赎回妻子,”他说,“你会给我多少钱财?”“竭我所能,”他说。“那么为了赎回孩子们呢?”“为了他们,”他说,“也是竭我所能。”“这么说来,”居鲁士说,“这已经相当于你现有资财的双倍了。”
σὺ δέ, ἔφη, ὦ Τιγράνη, λέξον μοι πόσου ἂν πρίαιο ὥστε τὴν γυναῖκα ἀπολαβεῖν. ὁ δὲ ἐτύγχανε νεόγαμός τε ὢν καὶ ὑπερφιλῶν τὴν γυναῖκα. ἐγὼ μέν, ἔφη, ὦ Κῦρε, κἂν τῆς ψυχῆς πριαίμην3 ὥστε μήποτε λατρεῦσαι ταύτην.
“而你呢,梯格兰内斯,”他说,“告诉我,你愿意出什么代价赎回妻子?”梯格兰内斯恰好新婚不久,且极爱他的妻子。他说:“居鲁士啊,我甚至愿以生命为代价,换取她永不为奴。”
- 3.1.30πότερον ἂν οἴει ἠρεμεστέρως ἔχειν
小词 ἄν 被提前置于表示思考的动词 οἴει 之前,但在句法上它从属于后面的不定式 ἔχειν,在间接引语中构成表潜能的不定式,对应直接引语中的潜能祈愿语气(ἠρεμεστέρως ἂν ἔχοι)。
- 3.1.35ὧν ἂν ἔχων ἀπίῃς
这是跟在表比较的 μηδὲν ἧττον 之后的比较属格。在包含先行词的关系从句 τούτων ἅ 中,关系代词 ἅ 受被省略的先行词属格的同化(格吸引)而变为 ὧν。
- 3.1.36κἂν τῆς ψυχῆς πριαίμην
κἂν 是 καὶ ἄν 的混缩形,其中的 ἄν 与祈愿语气 πριαίμην 结合构成潜能祈愿语气(“我甚至愿以……代价赎回”)。属格 τῆς ψυχῆς 是由买卖动词 πριαίμην 所支配的价格属格(genitive of price)。
