← 色诺芬

居鲁士的教育

§3.1.24-3.1.29

论恐惧与感恩带来的顺从以及真正的忠诚

梯格兰内斯论证恐惧能彻底使人臣服,且重获赦免者必将心存最大的感激,以此为父亲求情;而居鲁士则对昔日背叛者的反复无常保持警惕,更看重发自内心的忠诚与善意。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1.24

καὶ σύ γε, ἔφη, οἶσθα ὅτι ἀληθῆ λέγω· ἐπίστασαι γὰρ ὅτι οἱ μὲν φοβούμενοι μὴ φύγωσι πατρίδα καὶ οἱ μέλλοντες μάχεσθαι δεδιότες μὴ ἡττηθῶσιν καὶ οἱ δουλείαν καὶ δεσμὸν φοβούμενοι, οὗτοι μὲν οὔτε σίτου οὔθʼ ὕπνου δύνανται λαγχάνειν διὰ τὸν φόβον· οἱ δὲ ἤδη μὲν φυγάδες, ἤδη δʼ ἡττημένοι, ἤδη δὲ δουλεύοντες, ἔστιν ὅτε δύνανται καὶ μᾶλλον τῶν εὐδαιμόνων ἐσθίειν τε καὶ καθεύδειν.

“而且您自己也知道,”他说,“我所言非虚。因为您明知,那些惧怕被逐出祖国的人、那些临战而害怕战败的人,以及那些惧怕沦为奴隶和身系囹圄的人,因内心的恐惧而既不能进食亦无法入眠;然而那些已经流亡、已经战败、已经沦为奴隶的人,有时反而能比富贵安乐之人吃得更香、睡得更稳。

§3.1.25

ἔτι δὲ φανερώτερον καὶ ἐν τοῖσδε οἷον φόρημα ὁ φόβος· ἔνιοι γὰρ φοβούμενοι μὴ ληφθέντες ἀποθάνωσι προαποθνῄσκουσιν ὑπὸ τοῦ φόβου, οἱ μὲν ῥιπτοῦντες ἑαυτούς, οἱ δʼ ἀπαγχόμενοι, οἱ δʼ ἀποσφαττόμενοι· οὕτω πάντων τῶν δεινῶν ὁ φόβος μάλιστα καταπλήττει τὰς ψυχάς. τὸν δʼ ἐμὸν πατέρα, ἔφη, νῦν πῶς δοκεῖς διακεῖσθαι τὴν ψυχήν, ὃς οὐ μόνον περὶ ἑαυτοῦ, ἀλλὰ καὶ περὶ ἐμοῦ καὶ περὶ γυναικὸς καὶ περὶ πάντων τῶν τέκνων φοβεῖται; καὶ ὁ Κῦρος εἶπεν·

而在以下事实中,恐惧是怎样一种沉重的负担表现得更为明显:有些人因为唯恐被捕处死,竟由于恐惧而先行寻死,有的跳崖自尽,有的悬梁自尽,有的则引颈自刎;在一切可怕之事中,恐惧正是如此最深地击垮人的灵魂。至于我的父亲,”他说,“您以为他如今的心绪究竟如何呢?他不仅为自己担忧,更为我、为妻子以及所有的儿女担惊受怕。”居鲁士说道:

§3.1.26

ἀλλὰ νῦν μὲν ἔμοιγε οὐδὲν ἄπιστον τοῦτον οὕτω διακεῖσθαι· δοκεῖ μέντοι μοι τοῦ αὐτοῦ ἀνδρὸς εἶναι1 καὶ εὐτυχοῦντα ἐξυβρίσαι καὶ πταίσαντα ταχὺ πτῆξαι, καὶ ἀνεθέντα γε πάλιν αὖ μέγα φρονῆσαι καὶ πάλιν αὖ πράγματα παρασχεῖν.

“就眼下而言,他在我看来处于这种心境倒绝非难以置信;然而在我看来,得志便骄横、受挫便立刻缩手缩脚,一旦重获自由便再度傲慢自大、重起祸端,这正是同一种人的本性。”

§3.1.27

ἀλλὰ ναὶ μὰ Δίʼ, ἔφη, ὦ Κῦρε, ἔχει μὲν προφάσεις τὰ ἡμέτερα ἁμαρτήματα ὥστʼ ἀπιστεῖν ἡμῖν· ἔξεστι δέ σοι καὶ φρούρια ἐντειχίζειν καὶ τὰ ἐχυρὰ κατέχειν καὶ ἄλλο ὅ τι ἂν βούλῃ πιστὸν λαμβάνειν. καὶ μέντοι, ἔφη, ἡμᾶς μὲν ἕξεις οὐδέν τι τούτοις μέγα λυπουμένους· μεμνησόμεθα γὰρ ὅτι ἡμεῖς αὐτῶν αἴτιοί ἐσμεν· εἰ δέ τινι τῶν ἀναμαρτήτων παραδοὺς τὴν ἀρχὴν ἀπιστῶν αὐτοῖς φανεῖ, ὅρα μὴ ἅμα τε εὖ ποιήσεις καὶ ἅμα οὐ φίλον νομιοῦσί σε·2 εἰ δʼ αὖ φυλαττόμενος τὸ ἀπεχθάνεσθαι μὴ ἐπιθήσεις αὐτοῖς ζυγὰ τοῦ μὴ ὑβρίσαι, ὅρα μὴ ἐκείνους αὖ δεήσει σε σωφρονίζειν ἔτι μᾶλλον ἢ ἡμᾶς νῦν ἐδέησεν.

“然而凭宙斯起誓,居鲁士啊,”他说,“我们的罪过固然为您提供了不信任我们的理由;您尽可以在境内筑堡驻守、占据要塞,并获取您想要的任何其他担保。而且,”他说,“您会发现我们绝不会为此深感痛苦,因为我们会谨记是自己招致了这一切。但如果您将政权交托给某个清白无过之人,却又对他显出疑心,务须提防您在施予恩惠的同时,他们却不把您当作朋友;或者,如果您为了避免招致怨恨,不对他们施加防止其傲慢的羁绊,务须提防日后您还得惩治他们,甚至比眼下惩治我们更甚。”

§3.1.28

ἀλλὰ ναὶ μὰ τοὺς θεούς, ἔφη, τοιούτοις μὲν ἔγωγε ὑπηρέταις, οὓς εἰδείην ἀνάγκῃ ὑπηρετοῦντας, ἀηδῶς ἄν μοι δοκῶ χρῆσθαι· οὓς δὲ γιγνώσκειν δοκοίην ὅτι εὐνοίᾳ καὶ φιλίᾳ τῇ ἐμῇ τὸ δέον συλλαμβάνοιεν, τούτους ἄν μοι δοκῶ καὶ ἁμαρτάνοντας ῥᾷον φέρειν ἢ τοὺς μισοῦντας μέν, ἔκπλεω δὲ πάντα ἀνάγκῃ διαπονουμένους. καὶ ὁ Τιγράνης εἶπε πρὸς ταῦτα· φιλίαν δὲ παρὰ τίνων ἄν ποτε λάβοις τοσαύτην ὅσην σοι παρʼ ἡμῶν ἔξεστι κτήσασθαι νῦν; παρʼ ἐκείνων οἶμαι, ἔφη, τῶν μηδέποτε πολεμίων γεγενημένων, εἰ ἐθέλοιμι εὐεργετεῖν αὐτοὺς ὥσπερ σὺ νῦν με κελεύεις εὐεργετεῖν ὑμᾶς.

“然而凭诸神起誓,”〔居鲁士〕说,“对于那些明知是出于被迫才服役的奴仆,我想我任用起来是不会愉快的;但对于那些我认为是出于对我个人的善意与友谊而分担职责的人,我想即使他们偶有过失,我也比对待那些心中怀恨却在被迫下把一切办得周全的人更容易宽容忍耐。”梯格兰内斯对此回应道:“可是,从谁那里您能获得如同眼下能从我们这里获得的这般深厚的友谊呢?”〔居鲁士〕说:“我想,是从那些从未与我为敌的人那里,只要我愿意像你现在要求我对你们施恩那样去恩待他们。”

§3.1.29

ἦ καὶ δύναιο ἄν, ἔφη, ὦ Κῦρε, ἐν τῷ παρόντι νῦν εὑρεῖν ὅτῳ ἂν χαρίσαιο ὅσαπερ τῷ ἐμῷ πατρί; αὐτίκα, ἔφη, ἤν τινα ἐᾷς ζῆν τῶν σε μηδὲν ἠδικηκότων, τίνα σοι τούτου χάριν οἴει αὐτὸν εἴσεσθαι; τί δʼ, ἢν αὐτοῦ τέκνα καὶ γυναῖκα μὴ ἀφαιρῇ, τίς σε τούτου ἕνεκα φιλήσει μᾶλλον ἢ ὁ νομίζων προσήκειν αὑτῷ ἀφαιρεθῆναι;3 τὴν δʼ Ἀρμενίων βασιλείαν εἰ μὴ ἕξει, οἶσθά τινα, ἔφη, λυπούμενον μᾶλλον ἢ ἡμᾶς; οὐκοῦν καὶ τοῦτʼ, ἔφη, δῆλον ὅτι ὁ μάλιστα λυπούμενος εἰ μὴ βασιλεὺς εἴη οὗτος καὶ λαβὼν τὴν ἀρχὴν μεγίστην ἄν σοι χάριν εἰδείη.

“然而居鲁士啊,”他说,“在眼下这当口,您当真能找到一个可以像施予我父亲那样施以如此重恩的人吗?举例而言,”他说,“如果您饶恕一个未曾对您行过任何不义的人的性命,您以为他会为此对您抱有多大的感激之情呢?再者,如果您不剥夺他的妻儿,又有谁会比那个自认为被剥夺才是理所应当的人更为此爱戴您呢?如果不保有亚美尼亚人的王位,您可知道有谁,”他说,“会比我们更为痛心呢?因此,这也是显而易见的:”他说,“如果失去王位便最感痛苦的人,一旦获得政权,必将对您抱有最深切的感激之情。”

语法注3 条
  1. 3.1.26τοῦ αὐτοῦ ἀνδρὸς εἶναι

    属格 τοῦ αὐτοῦ ἀνδρός 为表特征的述语属格,意为“属于同一种人的本性”。其后并列的四个不定式短语(εὐτυχοῦντα ἐξυβρίσαι、πταίσαντα ταχὺ πτῆξαι、ἀνεθέντα γε πάλιν αὖ μέγα φρονῆσαι、πάλιν αὖ πράγματα παρασχεῖν)充当 εἶναι 的真正主语,对比了同一个人在顺境得意、受挫屈服、获释重骄与再生事端之间的反复无常。

  2. 3.1.27ὅρα μὴ ἅμα τε εὖ ποιήσεις καὶ ἅμα οὐ φίλον νομιοῦσί σε

    在由表警惕或戒备的动词 ὅρα 引导的从句中,使用了将来时直陈语气(ποιήσεις, νομιοῦσι)而非虚拟语气,用以表达一种迫在眉睫的现实担忧(“务须提防您将……”)。此外,否定词 οὐ 并非否定整个从句,而是直接修饰谓语性的 φίλον,构成“视您为非友(敌人)”的反向肯定判断。

  3. 3.1.29ὁ νομίζων προσήκειν αὑτῷ ἀφαιρεθῆναι

    非人称动词 προσήκειν 由被动态不定式 ἀφαιρεθῆναι 充当主语,意为“自认为被剥夺乃是理所应当的人”。ἀφαιρεθῆναι 所指代被剥夺的对象(妻儿)承接前文 αὐτοῦ τέκνα καὶ γυναῖκα,而 αὑτῷ 则是与 προσήκειν 搭配的关涉与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:3.1.24-3.1.29