- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.4.23-2.4.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士向克律桑塔斯详细布置了封锁山隘与行军的要领并派其先行出发,随后派使者责令亚美尼亚王前来归顺,自己亦率军经由平原推进。
ἡγεμόνας δέ σοι ἐγὼ δώσω. φασὶ μὲν οὖν καὶ δασέα τὰ ὄρη ταῦτα εἶναι, ὥστʼ ἐλπὶς ὑμᾶς μὴ ὀφθῆναι· ὅμως δὲ εἰ προπέμποις πρὸ τοῦ στρατεύματος εὐζώνους ἄνδρας λῃσταῖς ἐοικότας καὶ τὸ πλῆθος καὶ τὰς στολάς, οὗτοι ἄν σοι, εἴ τινι ἐντυγχάνοιεν τῶν Ἀρμενίων, τοὺς μὲν ἂν συλλαμβάνοντες αὐτῶν κωλύοιεν τῶν ἐξαγγελιῶν, οὓς δὲ μὴ δύναιντο λαμβάνειν, ἀποσοβοῦντες ἂν ἐμποδὼν γίγνοιντο τοῦ μὴ ὁρᾶν1 αὐτοὺς τὸ ὅλον στράτευμά σου, ἀλλʼ ὡς περὶ κλωπῶν βουλεύεσθαι.
至于向导,我将拨给你。据说这些山脉树木茂密,因而你们大有希望不被发现;不过,若是在大军前头派出一些无论人数还是装束都宛如盗匪的轻装斥候,他们一旦遇上亚美尼亚人,便可通过抓获其中一部分人来阻止他们报信,而对那些无法捕获的人,则可将其驱赶开去,妨碍他们看清你的全军,反倒让他们误当作是寻常盗贼而作出防备。
καὶ σὺ μέν, ἔφη, οὕτω ποίει· ἐγὼ δὲ ἅμα τῇ ἡμέρᾳ τοὺς ἡμίσεις μὲν τῶν πεζῶν ἔχων, πάντας δὲ τοὺς ἱππέας, πορεύσομαι διὰ τοῦ πεδίου εὐθὺς πρὸς τὰ βασίλεια. καὶ ἢν μὲν ἀνθιστῆται, δῆλον ὅτι μάχεσθαι δεήσει· ἢν δʼ αὖ ὑποχωρῇ τοῦ πεδίου, δῆλον ὅτι μεταθεῖν δεήσει· ἢν δʼ εἰς τὰ ὄρη φεύγῃ, ἐνταῦθα δή, ἔφη, σὸν ἔργον μηδένα ἀφιέναι τῶν πρὸς σὲ ἀφικνουμένων.
至于你,”他说,“便照此行事;我则在拂晓时率领半数步兵和全体骑兵,穿过平原直趋王宫。若他抵抗,显然就必须交战;若他从平原退避,显然就必须追击;若他逃入山中,那么,”他说,“你的任务就是决不放过一个逃向你那里的人。
νόμιζε δὲ ὥσπερ ἐν θήρᾳ ἡμᾶς μὲν τοὺς ἐπιζητοῦντας ἔσεσθαι, σὲ δὲ τὸν ἐπὶ ταῖς ἄρκυσι· μέμνησο οὖν ἐκεῖνο ὅτι φθάνειν δεῖ πεφραγμένους τοὺς πόρους πρὶν κινεῖσθαι τὴν θήραν.2 καὶ λεληθέναι δὲ δεῖ τοὺς ἐπὶ τοῖς στόμασιν, εἰ μέλλουσι μὴ ἀποτρέψειν τὰ προσφερόμενα.
你且想一想,如同在狩猎中,我们将是搜捕驱赶的人,而你则是把守罗网的人;因此要切记,在猎物被惊动之前,必须先将通道封死。把守出入口的人必须隐蔽潜藏,以免将迎面奔来的猎物给吓退回去。
μὴ μέντοι, ἔφη, ὦ Χρυσάντα, οὕτως αὖ ποίει ὥσπερ ἐνίοτε διὰ τὴν φιλοθηρίαν· πολλάκις γὰρ ὅλην τὴν νύκτα ἄυπνος πραγματεύῃ· ἀλλὰ νῦν ἐᾶσαι χρὴ τοὺς ἄνδρας τὸ μέτριον ἀποκοιμηθῆναι, ὡς ἂν δύνωνται ὑπνομαχεῖν·
但是,”他说,“克律桑塔斯啊,千万不可再像你有时因酷爱打猎而做的那样;你常常整夜不眠地劳作,而如今必须让士卒们适度睡眠,好让他们能抵御困倦。
μηδέ γε, ὅτι οὐχ ἡγεμόνας ἔχων ἀνθρώπους πλανᾷ ἀνὰ τὰ ὄρη, ἀλλʼ ὅπῃ ἂν τὰ θηρία ὑφηγῆται, ταύτῃ μεταθεῖς, μήτι καὶ νῦν οὕτω τὰ δύσβατα πορεύου, ἀλλὰ κέλευέ σοι τοὺς ἡγεμόνας, ἐὰν μὴ πολὺ μάσσων ἡ ὁδὸς ᾖ, τὴν ῥᾴστην ἡγεῖσθαι· στρατιᾷ γὰρ ἡ ῥᾴστη ταχίστη. μηδέ γε, ὅτι σὺ εἴθισαι τρέχειν ἀνὰ τὰ ὄρη, μήτι δρόμῳ ἡγήσῃ, ἀλλʼ ὡς ἂν δύνηταί σοι ὁ στρατὸς ἕπεσθαι, τῷ μέσῳ τῆς σπουδῆς ἡγοῦ.
也不可因为你平时不靠人作向导而惯于在山野游荡、野兽往哪里引你就往哪里追赶,如今便也去走险阻难行的道;相反,你要命令向导,只要路途不是过于遥远,就当引导大军走最平易的道路; 因为对于军队而言,最平坦的路便是最快捷的。同样,不可因为你自己习惯在山间奔跑便以跑步引导;而应以适度的速度行军,以便大军能够跟上你。
ἀγαθὸν δὲ καὶ τῶν δυνατωτάτων καὶ προθύμων ὑπομένοντάς τινας ἐνίοτε παρακελεύεσθαι· ἐπειδὰν δὲ παρέλθῃ τὸ κέρας, παροξυντικὸν εἰς τὸ σπεύδειν πάντας παρὰ τοὺς βαδίζοντας τρέχοντας ὁρᾶσθαι.3
此外,让最强壮、最热忱的人中有几人时常留在队伍后面督促鼓励,也是一件好事;而当纵队经过后,他们跑过正在步行的队伍身旁的身影,也能起到激励大家加快步伐的作用。”
Χρυσάντας μὲν δὴ ταῦτα ἀκούσας καὶ ἐπιγαυρωθεὶς τῇ ἐντολῇ τῇ Κύρου, λαβὼν τοὺς ἡγεμόνας, ἀπελθὼν καὶ παραγγείλας ἃ ἔδει τοῖς ἅμα αὐτῷ μέλλουσι πορεύεσθαι, ἀνεπαύετο. ἐπεὶ δὲ ἀπεκοιμήθησαν ὅσον ἐδόκει μέτριον εἶναι, ἐπορεύετο ἐπὶ τὰ ὄρη.
克律桑塔斯听完这番话,为受命于居鲁士而深感自豪,领了向导便告退而去;他向将要随同进发的士卒传达了必要的指令后便就寝歇息。待他们适度歇息之后,便向山区进发。
Κῦρος δέ, ἐπειδὴ ἡμέρα ἐγένετο, ἄγγελον μὲν προέπεμπε πρὸς τὸν Ἀρμένιον, εἰπὼν αὐτῷ λέγειν ὧδε· Κῦρος, ὦ Ἀρμένιε, κελεύει οὕτω ποιεῖν σε ὅπως ὡς τάχιστα ἔχων ἀπίῃ καὶ τὸν δασμὸν καὶ τὸ στράτευμα. ἢν δʼ ἐρωτᾷ ὅπου εἰμί, λέγε τἀληθῆ ὅτι ἐπὶ τοῖς ὁρίοις. ἢν δʼ ἐρωτᾷ εἰ καὶ αὐτὸς ἔρχομαι, λέγε κἀνταῦθα τἀληθῆ ὅτι οὐκ οἶσθα. ἐὰν δʼ ὁπόσοι ἐσμὲν πυνθάνηται, συμπέμπειν τινὰ κέλευε καὶ μαθεῖν.
天一破晓,居鲁士便派使者前往亚美尼亚人那里,吩咐使者如此说道:“‘亚美尼亚人啊,居鲁士命你如此行事,好让他能尽快带着贡税和军队离去。’若他询问我在何处,便如实告知说在边界上;若他询问我本人是否也亲自前来,亦如实相告说你不知晓;若他打听我们人数几何,便请他派人随同前去查验。”
τὸν μὲν δὴ ἄγγελον ἐπιστείλας ταῦτα ἔπεμψε, νομίζων φιλικώτερον οὕτως εἶναι ἢ μὴ προειπόντα πορεύεσθαι. αὐτὸς δὲ συνταξάμενος ᾗ ἄριστον καὶ πρὸς τὸ ἁνύτειν τὴν ὁδὸν καὶ πρὸς τὸ μάχεσθαι, εἴ τι δέοι, ἐπορεύετο. προεῖπε δὲ τοῖς στρατιώταις μηδένα ἀδικεῖν, καὶ εἴ τις Ἀρμενίων τῳ ἐντυγχάνοι, θαρρεῖν τε παραγγέλλειν καὶ ἀγορὰν τὸν θέλοντα ἄγειν ὅπου ἂν ὦσιν, εἴτε σῖτα εἴτε ποτὰ τυγχάνοι πωλεῖν βουλόμενος.
他下达了这些交代便打发使者出发,认为这样做比不宣而行更显友好。他本人则将队伍编组为既最便于赶路、又最适于必要时作战的阵形,随后向前进发。他告诫士兵们切不可侵扰任何人;若有人遇到亚美尼亚人,便吩咐他们安心,并传话给愿意做买卖的人,无论何人只要想出售粮秣或饮品,尽可前往〔士兵们〕所在的任何地方进行贸易。
- 2.4.23τοῦ μὴ ὁρᾶν
该句为依附于表示阻碍短语 ἐμποδὼν γίγνεσθαι 的定冠词属格不定式;否定词 μή 是阻碍类动词之后常见的冗余否定(redundant negative),句意为“妨碍他们看见”。
- 2.4.25φθάνειν δεῖ πεφραγμένους τοὺς πόρους πρὶν κινεῖσθαι τὴν θήραν
此处理解为动词 φθάνω 与完成时被动分词 πεφραγμένους 搭配的构式,表示“在猎物惊动之前,必须先将通道封死”;完成时分词强调在从句动作发生前通道已处于被封锁的状态。
- 2.4.29παροξυντικὸν εἰς τὸ σπεύδειν πάντας παρὰ τοὺς βαδίζοντας τρέχοντας ὁρᾶσθαι
此处省略系动词 ἐστί,以形容词 παροξυντικόν 为表语构成无人称句,其主语为被动不定式短语([αὐτοὺς] παρὰ τοὺς βαδίζοντας τρέχοντας ὁρᾶσθαι)。πάντας 为带冠词不定式 τὸ σπεύδειν 的逻辑主语(“促使大家加快步伐”),被动不定式 ὁρᾶσθαι 的逻辑主语则是承前 τινας 而省略的 αὐτούς,τρέχοντας 是与之配合的补足分词,整句意为“(留在后面的人)被人看见正跑过步行者身旁,能够起到激励大家加快步伐的作用”。
