← 色诺芬

居鲁士的教育

§2.4.9-2.4.16

论厚待士卒与借狩猎奇袭亚美尼亚之计

印度使节离去后,居鲁士说明了自己因奖赏士兵而耗尽私产的原委,阐述了以恩义激励部属的用人之道;随后针对拒绝纳贡与派兵的亚美尼亚国王,向基亚克萨雷斯提出了借打猎为名出其不意迫其就范的计策。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4.9

ἐπεὶ δὲ ἐξῆλθον οἱ Ἰνδοί, ὁ Κῦρος πρὸς τὸν Κυαξάρην ἤρξατο λόγου τοιοῦδε. ὦ Κυαξάρη, ἐγὼ μὲν ἦλθον οὐδέν τι πολλὰ ἔχων ἴδια χρήματα οἴκοθεν· ὁπόσα δʼ ἦν, τούτων πάνυ ὀλίγα λοιπὰ ἔχω· ἀνήλωκα δέ, ἔφη, εἰς τοὺς στρατιώτας· καὶ τοῦτο ἴσως, ἔφη, θαυμάζεις σὺ πῶς ἐγὼ ἀνήλωκα σοῦ αὐτοὺς τρέφοντος· εὖ δʼ ἴσθι, ἔφη, ὅτι οὐδὲν ἄλλο ποιῶν ἢ τιμῶν καὶ χαριζόμενος, ὅταν τινὶ ἀγασθῶ τῶν στρατιωτῶν.

印度人出去之后,居鲁士对基亚克萨雷斯开口说道:“基亚克萨雷斯啊,我从家乡来时并未带多少私产;凡曾有过的,如今留在手头的也已所剩无几;我都花在士兵身上了,”他说,“而对此你或许会感到诧异,不解在由你供养他们的情况下我怎会耗尽钱财;但你当确知,”他说,“每逢我对士兵中的某人由衷赞赏,我除了奖掖他们、施予恩惠之外,别无他事。

§2.4.10

δοκεῖ γάρ μοι, ἔφη, πάντας μὲν οὓς ἄν τις βούληται ἀγαθοὺς συνεργοὺς ποιεῖσθαι ὁποίου τινὸς οὖν πράγματος, ἥδιον εἶναι εὖ τε λέγοντα καὶ εὖ ποιοῦντα παρορμᾶν μᾶλλον ἢ λυποῦντα καὶ ἀναγκάζοντα·1 οὓς δὲ δὴ τῶν εἰς τὸν πόλεμον ἔργων ποιήσασθαί τις βούλοιτο συνεργοὺς προθύμους, τούτους παντάπασιν ἔμοιγε δοκεῖ ἀγαθοῖς θηρατέον εἶναι καὶ λόγοις καὶ ἔργοις. φίλους γάρ, οὐκ ἐχθρούς, δεῖ εἶναι τοὺς μέλλοντας ἀπροφασίστους συμμάχους ἔσεσθαι καὶ μήτε τοῖς ἀγαθοῖς τοῦ ἄρχοντος φθονήσοντας μήτʼ ἐν τοῖς κακοῖς προδώσοντας.

因为在我看来,”他说,“对于凡是人们希望在任何事务中使之成为得力协作者之人,用好言好意施以恩遇来激励他们,远比使之痛苦受辱或强迫威逼更令人心悦诚服;而对于那些人们希望在战事劳绩中使之成为热忱同伴的人,在我看来,尤当以优善的言语和善举完全将其收揽。因为那些将成为毫不推诿的同盟者、既不嫉妒长官的显赫也不在祸患中背叛的人,必定应当是朋友,而非仇敌。

§2.4.11

ταῦτʼ οὖν ἐγὼ οὕτω προγιγνώσκων χρημάτων δοκῶ προσδεῖσθαι. πρὸς μὲν οὖν σὲ πάντας ὁρᾶν ὃν αἰσθάνομαι πολλὰ δαπανῶντα ἄτοπόν μοι δοκεῖ εἶναι· σκοπεῖν δʼ ἀξιῶ κοινῇ καὶ σὲ καὶ ἐμὲ ὅπως σὲ μὴ ἐπιλείψει χρήματα. ἐὰν γὰρ σὺ ἄφθονα ἔχῃς, οἶδα ὅτι καὶ ἐμοὶ ἂν εἴη λαμβάνειν ὁπότε δεοίμην, ἄλλως τε καὶ εἰ τοιοῦτόν τι λαμβάνοιμι ὃ μέλλοι καὶ σοὶ δαπανηθὲν βέλτιον εἶναι.

因此,我既预见到这些,便觉得自己需要更多的财物。然而,眼看着所有人都仰仗于你,而我已察觉到你开销甚巨,这在我看来实属不当;我主张由你我二人共同考量,如何才能不使你的财物匮乏。因为你若资财充裕,我深知当我有需之时我也能有所获取,更何况如果我所索取者,乃是在花费之后同样对你更加有益之物。

§2.4.12

ἔναγχος οὖν ποτέ σου μέμνημαι ἀκούσας ὡς ὁ Ἀρμένιος καταφρονοίη σου νῦν, ὅτι ἀκούει τοὺς πολεμίους προσιόντας ἡμῖν, καὶ οὔτε τὸ στράτευμα πέμποι οὔτε τὸν δασμὸν ὃν ἔδει ἀπάγοι. ποιεῖ γὰρ ταῦτα, ἔφη, ὦ Κῦρε, ἐκεῖνος· ὥστε ἔγωγε ἀπορῶ πότερόν μοι κρεῖττον στρατεύεσθαι καὶ πειρᾶσθαι ἀνάγκην αὐτῷ προσθεῖναι ἢ ἐᾶσαι ἐν τῷ παρόντι, μὴ καὶ τοῦτον πολέμιον πρὸς τοῖς ἄλλοις προσθώμεθα.

不久前我忆起曾听你说过,亚美尼亚人因闻知敌人逼近我们,如今竟藐视于你,既不派遣军队,也不缴纳本当交付的赋税。”“他确实在做这些事,居鲁士啊,”他说,“以致我深感困惑,究竟是我起兵亲征、试图对其加以强迫为好,还是眼下暂且放任不管,以免在其他敌人之外又平添此人为敌。”

§2.4.13

καὶ ὁ Κῦρος ἐπήρετο· αἱ δʼ οἰκήσεις αὐτῷ πότερον ἐν ἐχυροῖς χωρίοις εἰσὶν ἢ καί που ἐν εὐεφόδοις; καὶ ὁ Κυαξάρης εἶπεν· αἱ μὲν οἰκήσεις οὐ πάνυ ἐν ἐχυροῖς· ἐγὼ γὰρ τούτου οὐκ ἠμέλουν· ὄρη μέντοι ἔστιν ἔνθα δύναιτʼ ἂν ἀπελθὼν ἐν τῷ παραχρῆμα ἐν ἀσφαλεῖ εἶναι τοῦ μὴ αὐτός γε ὑποχείριος γενέσθαι, μηδὲ ὅσα ἐνταῦθα δύναιτο ὑπεκκομίσασθαι,2 εἰ μή τις πολιορκοίη προσκαθήμενος, ὥσπερ καὶ ὁ ἐμὸς πατήρ ποτε ἐποίησεν.

居鲁士于是探问道:“他的居所是在险要难攻之处,还是在便于通达之地?”基亚克萨雷斯说:“居所并非在极其险要之处,因我并未忽略此事;然而却有险山,他若退避其间,便能立即使自身免于陷入受制于人的危险,且凡他能抢运至彼处的资财亦不致陷落,除非有人驻扎围城,如同我父亲当年所做的那样。”

§2.4.14

ἐκ τούτου δὴ ὁ Κῦρος λέγει τάδε· ἀλλʼ εἰ θέλοις, ἔφη, ἐμὲ πέμψαι, ἱππέας μοι προσθεὶς ὁπόσοι δοκοῦσι μέτριοι εἶναι, οἶμαι ἂν σὺν τοῖς θεοῖς ποιῆσαι αὐτὸν καὶ τὸ στράτευμα πέμψαι3 καὶ ἀποδοῦναι τὸν δασμόν σοι· ἔτι δʼ ἐλπίζω καὶ φίλον αὐτὸν μᾶλλον ἡμῖν γενήσεσθαι ἢ νῦν ἐστι.

居鲁士随即说道:“可是,你若愿意派我前往,并依你认为合宜之数配给我若干骑兵,我想在神明相助之下,定能迫使他既派遣军队,又向你交纳赋税;此外我还期望,他将比现在更成为我们的朋友。”

§2.4.15

καὶ ὁ Κυαξάρης εἶπε· καὶ ἐγώ, ἔφη, ἐλπίζω ἐκείνους ἐλθεῖν ἂν πρὸς σὲ μᾶλλον ἢ πρὸς ἐμέ· ἀκούω γὰρ καὶ συνθηρευτάς τινας τῶν παίδων σοι γενέσθαι αὐτοῦ· ὥστʼ ἴσως ἂν καὶ πάλιν ἔλθοιεν πρὸς σέ· ὑποχειρίων δὲ γενομένων αὐτῶν πάντα πραχθείη ἂν ᾗ ἡμεῖς βουλόμεθα. οὐκοῦν σοι δοκεῖ, ἔφη ὁ Κῦρος, σύμφορον εἶναι τὸ λεληθέναι ἡμᾶς ταῦτα βουλεύοντας; μᾶλλον γὰρ ἄν, ἔφη ὁ Κυαξάρης, καὶ ἔλθοι τις αὐτῶν εἰς χεῖρας, καὶ εἴ τις ὁρμῷτο ἐπʼ αὐτούς, ἀπαρασκεύαστοι ἂν λαμβάνοιντο.

基亚克萨雷斯说:“我也期望他们会来投奔你,甚于来见我;因为我听说他的几个儿子曾与你一同狩猎过;因此他们或许会再次来到你身边。而一旦他们落入掌控,一切便能如我们所愿办成。”“那么,难道你不认为,”居鲁士说,“对我们商议此事加以隐瞒,是有利的吗?”“若是如此,他们中便更有可能有人自投罗网,”基亚克萨雷斯说,“而且即便有人向他们进军,他们也将在毫无防备之下被擒。”

§2.4.16

ἄκουε τοίνυν, ἔφη ὁ Κῦρος, ἤν τί σοι δόξω λέγειν. ἐγὼ πολλάκις δὴ σὺν πᾶσι τοῖς μετʼ ἐμοῦ τεθήρακα ἀμφὶ τὰ ὅρια τῆς τε σῆς χώρας καὶ τῆς τῶν Ἀρμενίων, καὶ ἱππέας τινὰς ἤδη προσλαβὼν τῶν ἐνθένδε ἑταίρων ἀφικόμην. τὰ μὲν τοίνυν ὅμοια ποιῶν, ἔφη ὁ Κυαξάρης, οὐκ ἂν ὑποπτεύοιο· εἰ δὲ πολὺ πλείων ἡ δύναμις φαίνοιτο ἧς ἔχων εἴωθας θηρᾶν, τοῦτο ἤδη ὕποπτον ἂν γένοιτο.

“那么请听我说,”居鲁士道,“看看我的话是否中肯。我以往常常率领所有随从在你的国土与亚美尼亚人交界之处狩猎,而且我此前便曾带着此地同僚中的一些骑兵前往过那里。”“那么只要依样行事,”基亚克萨雷斯说,“你就不会招致怀疑;但若显露的兵力远多于你平时习惯率以狩猎的规模,这就难免立刻引人起疑了。”

语法注3 条
  1. 2.4.10ἥδιον εἶναι εὖ τε λέγοντα καὶ εὖ ποιοῦντα παρορμᾶν μᾶλλον ἢ λυποῦντα καὶ ἀναγκάζοντα

    该句在比较级形容词 ἥδιον 之后又叠加了 μᾶλλον ἤ,构成了双重比较级的强调句式,旨在强化语气,表示以善言行赏来激励部属,远比使之痛苦强迫更为令人顺服愉悦。

  2. 2.4.13ἐν ἀσφαλεῖ εἶναι τοῦ μὴ αὐτός γε ὑποχείριος γενέσθαι, μηδὲ ὅσα ἐνταῦθα δύναιτο ὑπεκκομίσασθαι

    带冠词的属格不定词 τοῦ μὴ ... γενέσθαι 依附于 ἐν ἀσφαλεῖ εἶναι,表达“免于陷入受制”的安全/防护意义(带有防止性冗余否定词 μή 的分离属格)。接在 μηδέ 之后的从句 ὅσα ἐνταῦθα δύναιτο ὑπεκκομίσασθαι 作为并列主语,承前省略了谓语部分(如 ὑποχείρια γενέσθαι)。

  3. 2.4.14οἶμαι ἂν σὺν τοῖς θεοῖς ποιῆσαι αὐτὸν καὶ τὸ στράτευμα πέμψαι

    在思维动词 οἶμαι 的支配下,不定词 ποιῆσαι 搭配 ἄν,相当于直接引语中表示潜在可能的 ἄν + 希求法(意为“我认为我能够促使……”)。此外,ποιέω 带宾格主语(αὐτόν)和不定词(πέμψαι 与 ἀποδοῦναι),构成了使役句型。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.4.9-2.4.16