- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.4.17-2.4.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士与基亚克萨雷斯商定以狩猎和巡视要塞为幌子麻痹亚美尼亚人;居鲁士得吉兆后率军假借狩猎推进至边境,并在营地密令克律桑塔斯抢占亚美尼亚人惯常逃避的山地。
ἀλλʼ ἔστιν, ἔφη ὁ Κῦρος, καὶ πρόφασιν κατασκευάσαι καὶ ἐνθάδε οὐκ ἄπιστον,1 καὶ ἤν τις ἐκεῖσε ἐξαγγείλῃ, ὡς ἐγὼ βουλοίμην μεγάλην θήραν ποιῆσαι· καὶ ἱππέας, ἔφη, αἰτοίην ἄν σε ἐκ τοῦ φανεροῦ. κάλλιστα λέγεις, ἔφη ὁ Κυαξάρης· ἐγὼ δέ σοι οὐκ ἐθελήσω διδόναι πλὴν μετρίους τινάς, ὡς βουλόμενος πρὸς τὰ φρούρια ἐλθεῖν τὰ πρὸς τῇ Ἀσσυρίᾳ. καὶ γὰρ τῷ ὄντι, ἔφη, βούλομαι ἐλθὼν κατασκευάσαι αὐτὰ ὡς ἐχυρώτατα. ὁπότε δὲ σὺ προεληλυθοίης σὺν ᾗ ἔχοις δυνάμει καὶ θηρῴης2 καὶ δὴ δύο ἡμέρας, πέμψαιμι ἄν σοι ἱκανοὺς ἱππέας καὶ πεζοὺς τῶν παρʼ ἐμοὶ ἡθροισμένων, οὓς σὺ λαβὼν εὐθὺς ἂν ἴοις, καὶ αὐτὸς δʼ ἂν ἔχων τὴν ἄλλην δύναμιν πειρῴμην μὴ πρόσω ὑμῶν εἶναι, ἵνα, εἴ που καιρὸς εἴη, ἐπιφανείην.
“但是,”居鲁士说,“在这里也能编造出一个合情合理的借口,哪怕有人把消息传到那边去也不致引人生疑——就说我希望举行一次大规模狩猎;而且,”他说,“我还可以公开向你请求借拨骑兵。”“你说得极好,”基亚克萨雷斯说,“而我将借口要前往靠近亚述的要塞,表示不愿多给,只拨给你合宜的少数。事实上,”他说,“我也确实想要前去把那些要塞修筑得尽可能坚固。而当你率领现有的兵力先行出发并狩猎约两天之后,我便从聚集在我身边的部队中派给你充足的骑兵和步兵;你接纳这批人后便可立即进军,我本人则率领其余军力,尽力与你们保持不远的距离,以便一旦出现战机便能现身策应。”
οὕτω δὴ ὁ μὲν Κυαξάρης εὐθέως πρὸς τὰ φρούρια ἥθροιζεν ἱππέας καὶ πεζούς, καὶ ἁμάξας δὲ σίτου προέπεμπε τὴν ἐπὶ τὰ φρούρια ὁδόν. ὁ δὲ Κῦρος ἐθύετο ἐπὶ τῇ πορείᾳ, καὶ ἅμα πέμπων ἐπὶ τὸν Κυαξάρην ᾔτει τῶν νεωτέρων ἱππέων. ὁ δὲ πάνυ πολλῶν βουλομένων ἕπεσθαι οὐ πολλοὺς ἔδωκεν αὐτῷ. προεληλυθότος δʼ ἤδη τοῦ Κυαξάρου σὺν δυνάμει πεζῇ καὶ ἱππικῇ τὴν πρὸς τὰ φρούρια3 γίγνεται τῷ Κύρῳ τὰ ἱερὰ ἐπὶ τὸν Ἀρμένιον καλά· καὶ οὕτως ἐξάγει δὴ ὡς εἰς θήραν παρεσκευασμένος.
于是,基亚克萨雷斯立即向要塞方向集结骑兵和步兵,并打发运粮车沿着通往要塞的道路先行出发。居鲁士则为行军献祭占卜,同时派人前往基亚克萨雷斯处请求拨调年轻的骑兵。尽管有极多的人自愿跟随,基亚克萨雷斯却只给了他少数。当基亚克萨雷斯已经率领步骑大军向要塞方向推进时,居鲁士针对亚美尼亚人举行的祭礼显出了吉兆;于是,他便如同专为狩猎作了准备一般率部出发。
πορευομένῳ δʼ αὐτῷ εὐθὺς ἐν τῷ πρώτῳ χωρίῳ ὑπανίσταται λαγῶς· ἀετὸς δʼ ἐπιπτόμενος αἴσιος, κατιδὼν τὸν λαγῶ φεύγοντα, ἐπιφερόμενος ἔπαισέ τε αὐτὸν καὶ συναρπάσας ἐξῆρε, κἀπενεγκὼν ἐπὶ λόφον τινὰ οὐ πρόσω ἐχρῆτο τῇ ἄγρᾳ ὅ τι ἤθελεν. ἰδὼν οὖν ὁ Κῦρος τὸ σημεῖον ἥσθη τε καὶ προσεκύνησε Δία βασιλέα, καὶ εἶπε πρὸς τοὺς παρόντας· ἡ μὲν θήρα καλὴ ἔσται, ὦ ἄνδρες, ἢν ὁ θεὸς θελήσῃ. ὡς δὲ πρὸς τοῖς ὁρίοις ἐγένετο, εὐθὺς ὥσπερ εἰώθει ἐθήρα· καὶ τὸ μὲν πλῆθος τῶν πεζῶν καὶ τῶν ἱππέων ὤγμευον αὐτῷ,4 ὡς ἐπιόντες τὰ θηρία ἐξανισταῖεν· οἱ δὲ ἄριστοι καὶ πεζοὶ καὶ ἱππεῖς διέστασαν καὶ τἀνιστάμενα ὑπεδέχοντο καὶ ἐδίωκον· καὶ ᾕρουν πολλοὺς καὶ σῦς καὶ ἐλάφους καὶ δορκάδας καὶ ὄνους ἀγρίους· πολλοὶ γὰρ ἐν τούτοις τοῖς τόποις ὄνοι καὶ νῦν ἔτι γίγνονται.
当他行军之时,刚到第一处地方便有一只野兔窜起;一只象征吉兆的雄鹰飞扑而下,瞥见奔逃的野兔,便猛冲过去击中它,一把抓起升空,带到不远处的一处山丘上,随意处置猎物。居鲁士见此兆头大喜,向王者宙斯俯首致敬,并对在场众人说道: “只要神明眷顾,将士们,这次狩猎必当顺利。”及至抵达边界,他便立即照平日习惯展开狩猎。大队步骑兵为他排成拉网队形推进,一边前行一边驱赶野兽;而最精锐的步兵和骑兵则散开列队,迎截窜出的猎物并加以追捕。他们捕获了许多野猪、鹿、瞪羚和野驴;因为在这些地方至今仍繁衍着许多野驴。
ἐπεὶ δʼ ἔληξε τῆς θήρας, προσμείξας πρὸς τὰ ὅρια τῶν Ἀρμενίων ἐδειπνοποιήσατο· καὶ τῇ ὑστεραίᾳ αὖθις ἐθήρα προσελθὼν πρὸς τὰ ὄρη ὧν ὠρέγετο.5 ἐπεὶ δʼ αὖ ἔληξεν, ἐδειπνοποιεῖτο. τὸ δὲ παρὰ Κυαξάρου στράτευμα ὡς ᾔσθετο προσιόν, ὑποπέμψας πρὸς αὐτοὺς εἶπεν ἀπέχοντας αὐτοῦ δειπνοποιεῖσθαι ὡς δύο παρασάγγας, τοῦτο προϊδὼν ὡς συμβαλεῖται πρὸς τὸ λανθάνειν· ἐπεὶ δὲ δειπνήσαιεν, εἶπε τῷ ἄρχοντι αὐτῶν παρεῖναι πρὸς αὐτόν. μετὰ δὲ τὸ δεῖπνον τοὺς ταξιάρχους παρεκάλει· ἐπεὶ δὲ παρῆσαν, ἔλεξεν ὧδε.
打猎结束后,他靠近亚美尼亚边界驻下用晚餐;次日他又向着自己所瞩望的山脉推进,再度狩猎。狩猎结束之后,他再次用晚餐。当他察觉基亚克萨雷斯派来的军队正在接近时,便暗中派人前往告知,命他们在距他约两帕拉桑处就餐,因他预料到这样做有助于保守秘密;并吩咐其统帅用过晚餐后前来见他。晚餐之后,他召集了连队长们;待众人到齐,他便如此说道:
ἄνδρες φίλοι, ὁ Ἀρμένιος πρόσθεν μὲν καὶ σύμμαχος ἦν καὶ ὑπήκοος Κυαξάρῃ· νῦν δὲ ὡς ᾔσθετο τοὺς πολεμίους ἐπιόντας, καταφρονεῖ καὶ οὔτε τὸ στράτευμα πέμπει ἡμῖν οὔτε τὸν δασμὸν ἀποδίδωσι. νῦν οὖν τοῦτον θηρᾶσαι, ἢν δυνώμεθα, ἤλθομεν. ὧδε οὖν, ἔφη, δοκεῖ ποιεῖν. σὺ μέν, ὦ Χρυσάντα, ἐπειδὰν ἀποκοιμηθῇς ὅσον μέτριον, λαβὼν τοὺς ἡμίσεις Περσῶν τῶν σὺν ἡμῖν ἴθι τὴν ὀρεινὴν καὶ κατάλαβε τὰ ὄρη, εἰς ἅ φασιν αὐτόν, ὅταν τι φοβηθῇ, καταφεύγειν·
“同袍们,亚美尼亚人先前既是基亚克萨雷斯的同盟者,又是其属民;但如今他察知敌人来犯,便心生轻蔑,既不向我们派遣军队,也不交付贡税。因此,我们如今正是为了在可能的情况下将他捕获而来的。所以,”他说,“我认为当如此行事:克律桑塔斯,你适度歇息之后,率领随从我们的波斯人的一半,沿山路进军并占领诸山——据说每逢有所畏惧,他便会逃往那些山中。”
- 2.4.17οὐκ ἄπιστον
双重否定(修辞上的曲言法),意为“并非不可信的”或“合情合理的”,为二词尾形容词的阴性单数宾格,修饰 πρόφασιν。
- 2.4.17ὁπότε δὲ σὺ προεληλυθοίης σὺν ᾗ ἔχοις δυνάμει καὶ θηρῴης
时间从句中的希求法(ὁπότε + προεληλυθοίης, θηρῴης)与主句中的潜在希求法(πέμψαιμι ἄν)相呼应;关系从句 σὺν ᾗ ἔχοις δυνάμει 的语气亦同化为希求法,用于假设性地表述未来的步骤。
- 2.4.18τὴν πρὸς τὰ φρούρια
承前省略了阴性名词 ὁδόν(道路),与前文的 τὴν ἐπὶ τὰ φρούρια ὁδόν 形成平行结构,作表示方向的宾格短语(向着要塞的方向)。
- 2.4.20ὤγμευον αὐτῷ
ὤγμευον 是 ὀγμεύω(起垄、排成横列收割/推进)的未完成过去时;αὐτῷ 是利害与格(为他),描绘了大批部队像围猎队一样为他排成大横阵向前推进驱赶猎物的情形。
- 2.4.21ὧν ὠρέγετο
关系代词 ὧν 指代先行词 τὰ ὄρη;因动词 ὀρέγομαι(指望、企求、以此为目标)按文法要求支配属格宾语,故该代词作属格。
