- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.4.1-2.4.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
基亚克萨雷斯命居鲁士迅速前来接见印度使团,居鲁士迅速整肃并率领全军疾进王宫;面对基亚克萨雷斯对其衣着简朴的责备,他阐明严明的纪律与顺从才是真正的荣耀,并在中立的印度使节面前提议推举印度国王担任调解战事的裁判官。
ἐξέτασιν δέ ποτε πάντων τοῦ Κύρου ποιουμένου ἐν τοῖς ὅπλοις καὶ σύνταξιν ἦλθε παρὰ Κυαξάρου ἄγγελος λέγων ὅτι Ἰνδῶν παρείη πρεσβεία· κελεύει οὖν σε ἐλθεῖν ὡς τάχιστα. φέρω δέ σοι, ἔφη ὁ ἄγγελος, καὶ στολὴν τὴν καλλίστην παρὰ Κυαξάρου· ἐβούλετο γάρ σε ὡς λαμπρότατα καὶ εὐκοσμότατα προσάγειν, ὡς ὀψομένων τῶν Ἰνδῶν ὅπως ἂν προσίῃς.1
有一次,居鲁士正在对全体披挂武器的士兵进行检阅与列队编组,基亚克萨雷斯处来了一名使者,通报说印度人的使团已至,因此命他尽快前往。“而且,”使者说,“我还从基亚克萨雷斯那里给你带来了一套最华丽的袍服;因为他希望你尽可能光彩照人、仪容整肃地前去,因为印度人将亲见你是如何进谒的。”
ἀκούσας δὲ ταῦτα ὁ Κῦρος παρήγγειλε τῷ πρώτῳ τεταγμένῳ ταξιάρχῳ εἰς μέτωπον στῆναι, ἐφʼ ἑνὸς ἄγοντα τὴν τάξιν, ἐν δεξιᾷ ἔχοντα ἑαυτόν, καὶ τῷ δευτέρῳ ἐκέλευσε ταὐτὸ τοῦτο παραγγεῖλαι, καὶ διὰ πάντων οὕτω παραδιδόναι ἐκέλευσεν. οἱ δὲ πειθόμενοι ταχὺ μὲν παρήγγελλον, ταχὺ δὲ τὰ παραγγελλόμενα ἐποίουν, ἐν ὀλίγῳ δὲ χρόνῳ ἐγένοντο τὸ μὲν μέτωπον ἐπὶ τριακοσίων (τοσοῦτοι γὰρ ἦσαν οἱ ταξίαρχοι), τὸ δὲ βάθος ἐφʼ ἑκατόν.
居鲁士听闻此言,便命令排在首位的连长率连队成单列纵队展开于正面,自己居于右翼,并令他将同样的命令传达给第二位连长,且吩咐逐次在全军中传达下去。他们遵命迅速传达,并迅速执行了所传的命令,在很短时间内,正面便达到了三百人(因为连长的人数正是这么多),而纵深则为一百人。
ἐπεὶ δὲ κατέστησαν, ἕπεσθαι ἐκέλευσεν ὡς ἂν αὐτὸς ἡγῆται· καὶ εὐθὺς τροχάζων ἡγεῖτο. ἐπεὶ δὲ κατενόησε τὴν ἀγυιὰν τὴν πρὸς τὸ βασίλειον φέρουσαν στενοτέραν οὖσαν ἢ ὡς ἐπὶ μετώπου πάντας διιέναι,2 παραγγείλας τὴν πρώτην χιλιοστὺν ἕπεσθαι κατὰ χώραν, τὴν δὲ δευτέραν κατʼ οὐρὰν ταύτης ἀκολουθεῖν, καὶ διὰ παντὸς οὕτως, αὐτὸς μὲν ἡγεῖτο οὐκ ἀναπαυόμενος, αἱ δʼ ἄλλαι χιλιοστύες κατʼ οὐρὰν ἑκάστη τῆς ἔμπροσθεν εἵποντο.
待他们列阵完毕,他命令大家依他亲自领队的方式跟随前行;随即他便小跑在前领路。但他发觉通往王宫的街市道路过于狭窄,容不下所有人列成宽正面通过,便下令第一支千人队依序向前,第二支千人队紧随其后,全军依此类推;他自己毫不止步地在前领路,其余各千人队则依次尾随前一队前行。
ἔπεμψε δὲ καὶ ὑπηρέτας δύο ἐπὶ στόμα τῆς ἀγυιᾶς, ὅπως εἴ τις ἀγνοοίη, σημαίνοιεν τὸ δέον ποιεῖν. ὡς δʼ ἀφίκοντο ἐπὶ τὰς Κυαξάρου θύρας, παρήγγειλε τῷ πρώτῳ ταξιάρχῳ τὴν τάξιν εἰς δώδεκα τάττειν βάθος, τοὺς δὲ δωδεκάρχους ἐν μετώπῳ καθιστάναι περὶ τὸ βασίλειον, καὶ τῷ δευτέρῳ ταὐτὰ ἐκέλευσε παραγγεῖλαι, καὶ διὰ παντὸς οὕτως.
他还派了两名侍从守在街口,以便有人不明情况时向其指示当如何行事。当他们抵达基亚克萨雷斯的宫门时,他命令第一位连长将连队排成十二人的纵深,并命十二人长们在王宫周围列成横队,又命他将同样的命令传给第二位,全军依此类推。
οἱ μὲν δὴ ταῦτʼ ἐποίουν· ὁ δʼ εἰσῄει πρὸς τὸν Κυαξάρην ἐν τῇ Περσικῇ στολῇ οὐδέν τι ὑβρισμένῃ.3 ἰδὼν δὲ αὐτὸν ὁ Κυαξάρης τῷ μὲν τάχει ἥσθη, τῇ δὲ φαυλότητι τῆς στολῆς ἠχθέσθη, καὶ εἶπε· τί τοῦτο, ὦ Κῦρε; οἷον πεποίηκας οὕτω φανεὶς τοῖς Ἰνδοῖς; ἐγὼ δʼ, ἔφη, ἐβουλόμην σε ὡς λαμπρότατον φανῆναι· καὶ γὰρ ἐμοὶ ἂν κόσμος ἦν τοῦτο, ἐμῆς ὄντα ἀδελφῆς υἱὸν ὅτι μεγαλοπρεπέστατον φαίνεσθαι.
他们便照此办理;居鲁士则身着毫无浮华装饰的波斯常服步入基亚克萨雷斯处。基亚克萨雷斯见了他,虽对其迅捷感到欣喜,却因其服饰的质朴简陋而不悦,说道:“居鲁士,这是何意?你以这副模样出现在印度人面前,成何体统?我本希望你,”他说,“能以最光彩夺目的容貌出现;因为我妹妹的儿子能显得极尽威严华美,对我而言亦是一种荣耀。”
καὶ ὁ Κῦρος πρὸς ταῦτα εἶπε· καὶ ποτέρως ἄν, ὦ Κυαξάρη, μᾶλλόν σε ἐκόσμουν, εἴπερ πορφυρίδα ἐνδὺς καὶ ψέλια λαβὼν καὶ στρεπτὸν περιθέμενος σχολῇ κελεύοντι ὑπήκουόν σοι, ἢ νῦν ὅτε σὺν τοιαύτῃ καὶ τοσαύτῃ δυνάμει οὕτω σοι ὀξέως ὑπακούω διὰ τὸ σὲ τιμᾶν ἱδρῶτι καὶ σπουδῇ καὶ αὐτὸς κεκοσμημένος καὶ τοὺς ἄλλους ἐπιδεικνύς σοι οὕτω πειθομένους; Κῦρος μὲν οὖν ταῦτα εἶπεν. ὁ δὲ Κυαξάρης νομίσας αὐτὸν ὀρθῶς λέγειν ἐκάλεσε τοὺς Ἰνδούς.
居鲁士对此答道:“基亚克萨雷斯啊,究竟是哪一种做法能使你更有光彩呢?倘若我穿上紫袍,戴上臂镯,套上项圈,在你下令之后慢吞吞地听命前来;还是像现在这样,率领如此强大众多的军队,出于对你的敬重,以汗水与迅捷装饰自身,并向你展示其余之人是如此顺从,从而如此火速听命前来?”居鲁士说完这些,基亚克萨雷斯认为他言之有理,便召印度人入内。
οἱ δὲ Ἰνδοὶ εἰσελθόντες ἔλεξαν ὅτι πέμψειε σφᾶς ὁ Ἰνδῶν βασιλεὺς κελεύων ἐρωτᾶν ἐξ ὅτου ὁ πόλεμος εἴη Μήδοις τε καὶ τῷ Ἀσσυρίῳ· ἐπεὶ δὲ σοῦ ἀκούσαιμεν, ἐκέλευσεν ἐλθόντας αὖ πρὸς τὸν Ἀσσύριον κἀκείνου ταὐτὰ πυθέσθαι· τέλος δʼ ἀμφοτέροις εἰπεῖν ὑμῖν ὅτι ὁ Ἰνδῶν βασιλεύς, τὸ δίκαιον σκεψάμενος, φαίη μετὰ τοῦ ἠδικημένου ἔσεσθαι.
印度人进来后说,印度国王派他们前来,命他们询问米底人与亚述人之间的战争究竟因何而起。“在听取了您的意见之后,国王命我们再去亚述人那里,向他探询同样的问题;最后向你们双方宣告,印度国王在明察公理之后,宣布将站在受委屈的一方。”
πρὸς ταῦτα ὁ Κυαξάρης εἶπεν· ἐμοῦ μὲν τοίνυν ἀκούετε ὅτι οὐκ ἀδικοῦμεν τὸν Ἀσσύριον οὐδέν· ἐκείνου δʼ, εἰ δεῖσθε, ἐλθόντες νῦν πύθεσθε ὅ τι λέγει. παρὼν δὲ ὁ Κῦρος ἤρετο τὸν Κυαξάρην, ἦ καὶ ἐγώ, ἔφη, εἴπω ὅ τι γιγνώσκω; καὶ ὁ Κυαξάρης ἐκέλευσεν. ὑμεῖς τοίνυν, ἔφη, ἀπαγγείλατε τῷ Ἰνδῶν βασιλεῖ τάδε, εἰ μή τι ἄλλο Κυαξάρῃ δοκεῖ, ὅτι φαμὲν ἡμεῖς, εἴ τί φησιν ὑφʼ ἡμῶν ἀδικεῖσθαι ὁ Ἀσσύριος, αἱρεῖσθαι αὐτὸν τὸν Ἰνδῶν βασιλέα δικαστήν.4 οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ᾤχοντο.
基亚克萨雷斯对此答道:“那么你们且听我说,我们对亚述人绝无任何不义之举;如果你们愿意,现在尽可前去向他询问他有何说辞。”在场的居鲁士询问基亚克萨雷斯道:“我也能,”他说,“说说我的想法吗?”基亚克萨雷斯允准了他。于是他说:“那么诸位,除非基亚克萨雷斯另有高见,否则请将此话回报给印度国王:我们声明,如果亚述人声称受到我们任何不公对待,我们甘愿推选印度国王本人作为裁判官。”他们听罢便离去了。
- 2.4.1ὡς ὀψομένων τῶν Ἰνδῶν ὅπως ἂν προσίῃς
连词 ὡς 连用属格独立结构(将来时分词 ὀψομένων),表示主观动机或预期(“因为料想印度人会看到……”)。ὅπως ἂν προσίῃς 是作 ὀψομένων 宾语的间接疑问从句。
- 2.4.3στενοτέραν οὖσαν ἢ ὡς ἐπὶ μετώπου πάντας διιέναι
此句属于比较级(στενοτέραν)后接 ἢ ὡς 以及不定式(διιέναι)的固定句式,表示程度或结果的不相称(“过于狭窄,以至于不足以让所有人排成正面横队通过”)。
- 2.4.5οὐδέν τι ὑβρισμένῃ
ὑβρισμένῃ 是动词 ὑβρίζω 的完成时被动分词(阴性与格),修饰服饰时表示“未被过度奢华装饰的”、“无浮夸穿戴的”。οὐδέν τι 为副词性宾格,修饰分词以表示“绝不”、“丝毫没有”。
- 2.4.8ὅτι φαμὲν ἡμεῖς, εἴ τί φησιν ὑφʼ ἡμῶν ἀδικεῖσθαι ὁ Ἀσσύριος, αἱρεῖσθαι αὐτὸν τὸν Ἰνδῶν βασιλέα δικαστήν
这是一个复杂的间接引语嵌套结构:ὅτι 引导直陈语气动词 φαμὲν ἡμεῖς,后者又统辖不定式结构 αἱρεῖσθαι。αἱρεῖσθαι 的逻辑主语与主句主语(ἡμεῖς)相同,αὐτὸν τὸν Ἰνδῶν βασιλέα 为其直接宾语,δικαστήν 为补足语宾格(双重宾格)。中间嵌套了条件从句 εἴ τί φησιν...。
