- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.3.19-2.3.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士宴请了组织模拟对抗操练的连队,随后又邀请了另一支熟练操演纵横队变换的连队。席间另一位连长讲述了自己部队演练撤退的成效,居鲁士赞赏其加倍操练并连日设宴犒劳,全军遂竞相仿效。
ταῦτα δʼ ἀγασθεὶς ὁ Κῦρος, τοῦ μὲν ταξιάρχου τὴν ἐπίνοιαν, τῶν δὲ τὴν πειθώ,1 ὅτι ἅμα μὲν ἐγυμνάζοντο, ἅμα δʼ ηὐθυμοῦντο, ἅμα δʼ ἐνίκων οἱ εἰκασθέντες τῇ τῶν Περσῶν ὁπλίσει, τούτοις δὴ ἡσθεὶς ἐκάλεσέ τε ἐπὶ δεῖπνον αὐτοὺς καὶ ἐν τῇ σκηνῇ ἰδών τινας αὐτῶν ἐπιδεδεμένους, τὸν μέν τινα ἀντικνήμιον, τὸν δὲ χεῖρα, ἠρώτα τί πάθοιεν.
居鲁士对这些大加赞赏,既赞赏连长的巧思,又赞赏部下的顺从,更赞赏他们边操练边欢笑,且模仿波斯武装者取得了胜利。因这些而满心喜悦,他便邀请他们共进晚餐;在帐篷里,他看到他们中有的人缠着绷带,有的缠着胫骨处,有的缠着手,便询问他们遭遇了什么。
οἱ δʼ ἔλεγον ὅτι πληγεῖεν ταῖς βώλοις. ὁ δὲ πάλιν ἐπηρώτα πότερον ἐπεὶ ὁμοῦ ἐγένοντο ἢ ὅτε πρόσω ἦσαν. οἱ δʼ ἔλεγον ὅτε πρόσω ἦσαν. ἐπεὶ δὲ ὁμοῦ ἐγένοντο, παιδιὰν ἔφασαν εἶναι καλλίστην οἱ ναρθηκοφόροι· οἱ δὲ συγκεκομμένοι τοῖς νάρθηξιν ἀνέκραγον ὅτι οὐ σφίσι δοκοίη παιδιὰ εἶναι τὸ ὁμόθεν παίεσθαι· ἅμα δὲ ἐπεδείκνυσαν τῶν ναρθήκων τὰς πληγὰς καὶ ἐν χερσὶ καὶ ἐν τραχήλοις, ἔνιοι δὲ καὶ ἐν προσώποις. καὶ τότε μὲν ὥσπερ εἰκὸς ἐγέλων ἐπʼ ἀλλήλοις. τῇ δʼ ὑστεραίᾳ μεστὸν ἦν τὸ πεδίον πᾶν τῶν τούτους μιμουμένων· καὶ εἰ μὴ ἄλλο τι σπουδαιότερον πράττοιεν, ταύτῃ τῇ παιδιᾷ ἐχρῶντο.
他们回答说这是被泥块击伤的。他又问是在近身相接时,还是在相隔尚远时。他们回答说是在相隔尚远时。而当近身相接时,手持木杖的人声称那是极为痛快的游戏;但那些被木杖痛打的人却嚷道,在近处挨打对他们而言绝算不上嬉戏;同时,他们展示了在双手、颈部乃至有的在面部留下的杖击伤痕。当时,他们自然互相取笑了一番。到了次日,整片平原上到处都是模仿他们的人;只要没有其他更严肃的正事要做,他们就以此项游戏自娱。
ἄλλον δέ ποτε ἰδὼν ταξίαρχον ἄγοντα τὴν τάξιν ἀπὸ τοῦ ποταμοῦ ἐπὶ τὸ ἀριστερὸν ἐφʼ ἑνός, καὶ ὁπότε δοκοίη αὐτῷ καιρὸς εἶναι, παραγγέλλοντα τὸν ὕστερον λόχον παράγειν, καὶ τὸν τρίτον καὶ τὸν τέταρτον, εἰς μέτωπον, ἐπεὶ δʼ ἐν μετώπῳ οἱ λοχαγοὶ ἐγένοντο, παρηγγύησεν εἰς δύο ἄγειν τὸν λόχον· ἐκ τούτου δὴ παρῆγον οἱ δεκάδαρχοι εἰς μέτωπον· ὁπότε δʼ αὖ ἐδόκει αὐτῷ καιρὸς εἶναι, παρήγγειλεν εἰς τέτταρας τὸν λόχον· οὕτω δὴ οἱ πεμπάδαρχοι αὖ παρῆγον εἰς τέτταρας· ἐπεὶ δʼ ἐπὶ θύραις τῆς σκηνῆς ἐγένοντο, παραγγείλας αὖ εἰς ἕνα εἰσῆγε τὸν πρῶτον λόχον, καὶ τὸν δεύτερον τούτου κατʼ οὐρὰν ἐκέλευσεν ἕπεσθαι, καὶ τὸν τρίτον καὶ τὸν τέταρτον ὡσαύτως παραγγείλας ἡγεῖτο ἔσω· οὕτω δʼ εἰσαγαγὼν κατέκλινεν ἐπὶ τὸ δεῖπνον ὥσπερ εἰσεπορεύοντο· τοῦτον οὖν ὁ Κῦρος ἀγασθεὶς τῆς τε πρᾳότητος τῆς διδασκαλίας καὶ τῆς ἐπιμελείας ἐκάλεσε2 ταύτην τὴν τάξιν ἐπὶ τὸ δεῖπνον σὺν τῷ ταξιάρχῳ.
另有一次,居鲁士看见另一位连长率领自己的连队从河边向左成单列行进,每当他认为时机合适,就命令后方的小队,以及第三、第四小队上前列成横队;当小队长们排列在前沿时,他又下令各小队成两列行进,于是十人长们便引队向正面展开;每当他又认为时机合适,就下令各小队排成四列,于是五人长们又引队排成四列;当他们行至帐篷门口时,他再次下令成单列,并领第一小队进入,命第二小队尾随其后,对第三、第四小队也同样发布命令并引其入内;如此领入之后,便让他们依进门时的次序就席就餐。居鲁士钦佩其施教的温和与周全的细心,遂将这一连队连同其连长一并邀请赴宴。
παρὼν δέ τις ἐπὶ τῷ δείπνῳ κεκλημένος ἄλλος ταξίαρχος, τὴν δʼ ἐμήν, ἔφη, τάξιν, ὦ Κῦρε, οὐ καλεῖς εἰς τὴν σκηνήν; καὶ μὴν ὅταν γε παρίῃ ἐπὶ τὸ δεῖπνον, πάντα ταὐτὰ ποιεῖ· καὶ ὅταν τέλος ἡ σκηνὴ ἔχῃ, ἐξάγει μὲν ὁ οὐραγός, ἔφη, ὁ τοῦ τελευταίου λόχου τὸν λόχον, ὑστάτους ἔχων τοὺς πρώτους τεταγμένους εἰς μάχην· ἔπειτα ὁ δεύτερος τοὺς τοῦ ἑτέρου λόχου ἐπὶ τούτοις, καὶ ὁ τρίτος καὶ ὁ τέταρτος ὡσαύτως, ὅπως, ἔφη, καὶ ὅταν ἀπάγειν δέῃ ἀπὸ πολεμίων, ἐπίστωνται ὡς δεῖ ἀπιέναι. ἐπειδὰν δέ, ἔφη, καταστῶμεν ἐπὶ τὸν δρόμον ἔνθα περιπατοῦμεν, ὅταν μὲν πρὸς ἕω ἴωμεν, ἐγὼ μὲν ἡγοῦμαι, καὶ ὁ πρῶτος λόχος πρῶτος, καὶ ὁ δεύτερος ὡς δεῖ, καὶ ὁ τρίτος καὶ ὁ τέταρτος, καὶ αἱ τῶν λόχων δεκάδες καὶ πεμπάδες, ἕως ἂν παραγγέλλω ἐγώ· ὅταν δʼ, ἔφη, πρὸς ἑσπέραν ἴωμεν, ὁ οὐραγός τε καὶ οἱ τελευταῖοι πρῶτοι ἀφηγοῦνται· ἐμοὶ μέντοι οὕτω πείθονται ὑστέρῳ ἰόντι, ἵνα ἐθίζωνται καὶ ἕπεσθαι καὶ ἡγεῖσθαι ὁμοίως πειθόμενοι.
席间另一位受邀在座的连长说道:“居鲁士啊,难道你不邀请我的连队进入帐篷吗?要知道,每当它前来就餐时,所做的一概相同;而且每当宴会结束时,”他说,“最后小队的殿后长便领其小队先行退出,将战斗中原本列于前排者置于最后;随后第二位军官率另一小队紧随其后,第三、第四小队也依此类推;如此这般,”他说,“哪怕在必须从敌人面前撤退时,他们也懂得该当如何撤离。而当我们,”他说,“来到散步的步道上时,每当我们向东行进,我便在前领队,第一小队居首,第二小队依次跟随,第三、第四小队以及各小队的十人队、五人队亦然,直至我下达命令为止;但每当我们,”他说,“向西行进时,殿后长与末排士兵便在最前方引路;即便我走在最后,他们依然听从我的命令,以便他们养成无论跟随还是在前引领都能同样听从指挥的习惯。”
καὶ ὁ Κῦρος ἔφη· ἦ καὶ ἀεὶ τοῦτο ποιεῖτε; ὁποσάκις γε, ἔφη, καὶ δειπνοποιούμεθα νὴ Δία. καλῶ τοίνυν, ἔφη, ὑμᾶς, ἅμα μὲν ὅτι τὰς τάξεις μελετᾶτε καὶ προσιόντες καὶ ἀπιόντες, ἅμα δʼ ὅτι καὶ ἡμέρας καὶ νυκτός, ἅμα δʼ ὅτι τά τε σώματα περιπατοῦντες ἀσκεῖτε καὶ τὰς ψυχὰς ὠφελεῖτε διδάσκοντες. ἐπεὶ οὖν πάντα διπλᾶ ποιεῖτε, διπλῆν ὑμῖν δίκαιον καὶ τὴν εὐωχίαν παρέχειν.
居鲁士问道:“你们真的一直如此操练吗?”“凭宙斯起誓,只要是用膳之时,便无不如此。”他说。“那么,”居鲁士说,“我便邀请你们,既因为你们在来去途中都操练队形,又因为你们日夜皆然,更因为你们在散步中锻炼了体魄,在训导中增益了心智。既然你们凡事皆加倍努力,理应也为你们提供双倍的盛宴。”
μὰ Δίʼ, ἔφη ὁ ταξίαρχος, μήτοι γʼ ἐν μιᾷ ἡμέρᾳ, εἰ μὴ καὶ διπλᾶς ἡμῖν τὰς γαστέρας παρέξεις.3 καὶ τότε μὲν δὴ οὕτω τὸ τέλος τῆς σκηνῆς ἐποιήσαντο. τῇ δʼ ὑστεραίᾳ ὁ Κῦρος ἐκάλεσεν ἐκείνην τὴν τάξιν, ὥσπερ ἔφη, καὶ τῇ ἄλλῃ. αἰσθόμενοι δὲ ταῦτα καὶ οἱ ἄλλοι τὸ λοιπὸν πάντες αὐτοὺς ἐμιμοῦντο.
“凭宙斯起誓,”这位连长说,“可千万别在同一天里,除非你还能赐给我们双倍的胃囊!”当时他们便如此结束了帐中的宴饮。而次日,居鲁士果如其言邀请了那支连队,后一天亦复如是。其他人察觉此事后,往后便全都效仿起他们来了。
- 2.3.19ταῦτα δʼ ἀγασθεὶς ὁ Κῦρος, τοῦ μὲν ταξιάρχου τὴν ἐπίνοιαν, τῶν δὲ τὴν πειθώ
动词 ἄγαμαι 常接“人物属格+行为/品质宾格”结构。此处的 τοῦ μὲν ταξιάρχου τὴν ἐπίνοιαν, τῶν δὲ τὴν πειθώ 正是对句首宾格 ταῦτα 的同位语式具体阐述。随后由 τούτοις δὴ ἡσθεὶς 进行呼应复述(复言法),顺畅引出主句谓语动词 ἐκάλεσε。
- 2.3.21ἄλλον δέ ποτε ἰδὼν ταξίαρχον ἄγοντα τὴν τάξιν ... τοῦτον οὖν ὁ Κῦρος ἀγασθεὶς ... ἐκάλεσε
长句结构梳理。分词 ἰδὼν 的宾语 ταξίαρχον 由分词 ἄγοντα 与 παραγγέλλοντα 修饰,其间嵌入了多次阵形变换的具体指令(παρηγγύησεν, παρήγγειλεν 等)。在多重从属成分展开后,句末通过 τοῦτον οὖν ὁ Κῦρος ἀγασθεὶς ... ἐκάλεσε(“居鲁士遂钦佩此人……邀请了他”)重复指代并回收主干,完成整个句群。
- 2.3.24μήτοι γʼ ἐν μιᾷ ἡμέρᾳ, εἰ μὴ καὶ διπλᾶς ἡμῖν τὰς γαστέρας παρέξεις
承前省略谓语动词的否定愿望/禁令表达。承接居鲁士前文“提供双倍宴席(διπλῆν ... τὴν εὐωχίαν παρέχειν)”之言,此处省略了谓语,意即“[可切莫]在同一天内[提供双倍宴席](μήτοι γʼ ἐν μιᾷ ἡμέρᾳ [παράσχῃς])”,后接 εἰ μὴ... 条件排除从句。
