← 色诺芬

居鲁士的教育

§2.3.10-2.3.18

佩劳拉斯的演说与模拟战训练

佩劳拉斯发表讲话,指出天生本能与困顿生活带来的磨砺让平民完全能与同侪一决高下,大会遂决议按功绩论赏并由居鲁士担任裁判;随后居鲁士目睹一队士兵用木杖和泥块进行逼真的模拟战演练,便将全连邀来共进晚餐。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.10

καὶ ἐγώ, ἔφη, ἐκ παιδίου εὐθὺς προβάλλεσθαι ἠπιστάμην πρὸ τούτων ὅ τι ᾤμην πληγήσεσθαι· εἰ δὲ μὴ ἄλλο μηδὲν ἔχοιμι, τὼ χεῖρε προέχων ἐνεπόδιζον ὅ τι ἐδυνάμην τὸν παίοντα· καὶ τοῦτο ἐποίουν οὐ διδασκόμενος, ἀλλὰ καὶ ἐπʼ αὐτῷ τούτῳ παιόμενος, εἰ προβαλοίμην. μάχαιράν γε μὴν εὐθὺς παιδίον ὢν ἥρπαζον ὅπου ἴδοιμι, οὐδὲ παρʼ ἑνὸς οὐδὲ τοῦτο μαθὼν ὅπως δεῖ λαμβάνειν ἢ παρὰ τῆς φύσεως, ὡς ἐγώ φημι. ἐποίουν γοῦν καὶ τοῦτο κωλυόμενος, οὐ διδασκόμενος· ὥσπερ καὶ ἄλλα ἔστιν ἃ εἰργόμενος καὶ ὑπὸ μητρὸς καὶ ὑπὸ πατρὸς ὑπὸ τῆς φύσεως πράττειν ἠναγκαζόμην. καὶ ναὶ μὰ Δία ἔπαιόν γε τῇ μαχαίρᾳ πᾶν ὅ τι δυναίμην λανθάνειν. οὐ γὰρ μόνον φύσει ἦν, ὥσπερ τὸ βαδίζειν καὶ τρέχειν, ἀλλὰ καὶ ἡδὺ πρὸς τῷ πεφυκέναι τοῦτο ἐδόκει μοι εἶναι.

‘而且我自己,’他说,‘从孩提时代起,便立刻懂得把什么东西伸出去,护在那些我认为即将挨打的部位前面;倘若别无他物,我就伸出双手,尽己所能去阻拦打人者;而我做这些并非受人教导,甚至倘若往前伸挡,还会因这一举动本身而挨打。再者,我孩提时无论在哪里见到短剑,都会立刻抓起来,对于该如何握剑,除自然之外没有向任何人学过,正如我所主张的。至少,我是在横遭阻拦而非受到教导的情况下做出此事的——正如还有其他一些事情,尽管受到父母双亲的禁阻,我却被迫依随自然去做。凭宙斯起誓,只要能瞒过旁人,我当真会用短剑劈砍一切能砍之物!因为这不仅像步行和奔跑一样出于天性,而且在出于天性之外,在我看来还是一件乐事。

§2.3.11

ἐπεὶ δʼ οὖν, ἔφη, αὕτη ἡ μάχη καταλείπεται, ἐν ᾗ προθυμίας μᾶλλον ἢ τέχνης ἔργον ἐστί, πῶς ἡμῖν οὐχ ἡδέως πρὸς τούσδε τοὺς ὁμοτίμους ἀγωνιστέον; ὅπου γε τὰ μὲν ἆθλα τῆς ἀρετῆς ἴσα πρόκειται, παραβαλλόμενοι δὲ οὐκ ἴσα εἰς τὸν κίνδυνον ἴμεν, ἀλλʼ οὗτοι μὲν ἔντιμον, ὅσπερ μόνος ἥδιστος, βίον, ἡμεῖς δὲ ἐπίπονον μέν, ἄτιμον δέ, ὅσπερ οἶμαι χαλεπώτατος.

因此,’他说,‘既然留给我们的是这种更多凭借热忱而非技艺的战斗,我们何不欣然与这些同侪展开竞争呢?要知道,美德的奖赏摆在面前是平等的,但我们冒着危险所押下的赌注却不平等:他们押上的是尊贵的生命——这本是唯一最甜美的;而我们押上的却是一条劳苦而不体面的性命——我认为这是最难熬的。

§2.3.12

μάλιστα δέ, ὦ ἄνδρες, τοῦτό με εἰς τὸν ἀγῶνα τὸν πρὸς τούσδε παρορμᾷ ὅτι Κῦρος ὁ κρίνων ἔσται, ὃς οὐ φθόνῳ κρίνει, ἀλλὰ σὺν θεῶν ὅρκῳ λέγω ἦ μὴν ἐμοὶ δοκεῖ Κῦρος οὕστινας ἂν ὁρᾷ ἀγαθοὺς φιλεῖν οὐδὲν ἧττον ἑαυτοῦ· τούτοις γοῦν ὁρῶ αὐτὸν ὅ τι ἂν ἔχῃ ἥδιον διδόντα μᾶλλον ἢ αὐτὸν ἔχοντα.

诸位,最激励我投身于同他们的竞赛之中的,乃是居鲁士将担任裁判;他绝非出于嫉妒而裁判,我敢对诸神起誓,在我看来,居鲁士对自己所见到的优秀之人,其爱护绝不下于爱护自己;至少,我见他把自己拥有的无论什么东西,都更欣然赏赐给他们,胜过自己留存。

§2.3.13

καίτοι, ἔφη, οἶδα ὅτι οὗτοι μέγα φρονοῦσιν ὅτι πεπαίδευνται δὴ καὶ πρὸς λιμὸν καὶ δίψαν καὶ πρὸς ῥῖγος καρτερεῖν, κακῶς εἰδότες ὅτι καὶ ταῦτα ἡμεῖς ὑπὸ κρείττονος διδασκάλου πεπαιδεύμεθα ἢ οὗτοι. οὐ γὰρ ἔστι διδάσκαλος οὐδεὶς τούτων κρείττων τῆς ἀνάγκης, ἣ ἡμᾶς καὶ λίαν ταῦτʼ ἀκριβοῦν ἐδίδαξε.

不过,’他说,‘我也知道他们自负受过耐饥、耐渴和耐寒的训练,但他们却未曾明察,我们受过一位比他们更好的师傅的训练,来经受这些考验。因为在这些事上,绝无任何师傅胜过“必然”,正是它教会了我们把这些本领掌握得过于娴熟。

§2.3.14

καὶ πονεῖν οὗτοι μὲν τὰ ὅπλα φέροντες ἐμελέτων, ἅ ἐστιν ἅπασιν ἀνθρώποις ηὑρημένα ὡς ἂν εὐφορώτατα εἴη, ἡμεῖς δέ γʼ, ἔφη, ἐν μεγάλοις φορτίοις καὶ βαδίζειν καὶ τρέχειν ἠναγκαζόμεθα, ὥστε νῦν ἐμοὶ δοκεῖν1 τὸ τῶν ὅπλων φόρημα πτεροῖς μᾶλλον ἐοικέναι ἢ φορτίῳ.

而且,他们是在携带为所有人发明以便最易于负荷的武器操练劳作,但我们,’他说,‘却被迫在沉重的重荷之下行走和奔跑,以至于如今在我看来,佩戴武器简直更像羽翼而非负担。

§2.3.15

ὡς οὖν ἐμοῦ γε καὶ ἀγωνιουμένου καὶ ὁποῖος ἄν τις ὦ κατὰ τὴν ἀξίαν με τιμᾶν ἀξιώσοντος, οὕτως, ἔφη, ὦ Κῦρε, γίγνωσκε.2 καὶ ὑμῖν γʼ, ἔφη, ὦ ἄνδρες δημόται, παραινῶ εἰς ἔριν ὁρμᾶσθαι ταύτης τῆς μάχης πρὸς τοὺς πεπαιδευμένους τούσδε· νῦν γὰρ ἅνδρες εἰλημμένοι εἰσὶν ἐν δημοτικῇ ἀγωνίᾳ.

因此,居鲁士啊,’他说,‘请你明鉴,我定当投身竞逐,无论我表现如何,我都将要求按我的功绩给予奖赏。而对于你们,平民同胞们,’他说,‘我劝你们在这场战斗的争锋中奋勇向前,去迎战这些受过良好教育的人;因为现在,他们已经被拽入了一场属于平民的较量。’

§2.3.16

Φεραύλας μὲν δὴ οὕτως εἶπεν. ἀνίσταντο δὲ καὶ ἄλλοι πολλοὶ ἑκατέρων συναγορεύοντες. ἔδοξε κατὰ τὴν ἀξίαν τιμᾶσθαι ἕκαστον, Κῦρον δὲ τὸν κρίνοντα εἶναι. ταῦτα μὲν δὴ οὕτω προυκεχωρήκεσαν.

佩劳拉斯便如此说道。双方又有许多人站起身来表示赞同。最终决定按每个人的功绩给予尊荣,并由居鲁士担任裁判。这些事情便如此敲定了。

§2.3.17

ἐκάλεσε δʼ ἐπὶ δεῖπνον ὁ Κῦρος καὶ ὅλην ποτὲ τάξιν σὺν τῷ ταξιάρχῳ, ἰδὼν αὐτὸν τοὺς μὲν ἡμίσεις τῶν ἀνδρῶν τῆς τάξεως ἀντιτάξαντα ἑκατέρωθεν εἰς ἐμβολήν, θώρακας μὲν ἀμφοτέρους ἔχοντας καὶ γέρρα ἐν ταῖς ἀριστεραῖς, εἰς δὲ τὰς δεξιὰς νάρθηκας παχεῖς τοῖς ἡμίσεσιν ἔδωκε,3 τοῖς δʼ ἑτέροις εἶπεν ὅτι βάλλειν δεήσοι ἀναιρουμένους ταῖς βώλοις.

有一次,居鲁士甚至邀请了一整连队及其连长共进晚餐,因为他看到这位连长将全连人马各半在两侧排成对垒之势以作冲锋演练;双方均身披胸甲,左臂持篾盾,但连长让其中一半人的右手拿着粗大的茴香木杖,对另一半人则要求他们拾起泥块投掷。

§2.3.18

ἐπεὶ δὲ παρεσκευασμένοι οὕτως ἔστησαν, ἐσήμηνεν αὐτοῖς μάχεσθαι. ἐνταῦθα δὴ οἱ μὲν ἔβαλλον ταῖς βώλοις καὶ ἔστιν οἳ ἐτύγχανον καὶ θωράκων καὶ γέρρων, οἱ δὲ καὶ μηροῦ καὶ κνημῖδος. ἐπεὶ δὲ ὁμοῦ ἐγένοντο, οἱ τοὺς νάρθηκας ἔχοντες ἔπαιον τῶν μὲν μηρούς, τῶν δὲ χεῖρας, τῶν δὲ κνήμας, τῶν δὲ καὶ ἐπικυπτόντων ἐπὶ βώλους ἔπαιον τοὺς τραχήλους καὶ τὰ νῶτα. τέλος δὲ τρεψάμενοι ἐδίωκον οἱ ναρθηκοφόροι παίοντες σὺν πολλῷ γέλωτι καὶ παιδιᾷ. ἐν μέρει γε μὴν οἱ ἕτεροι λαβόντες πάλιν τοὺς νάρθηκας ταὐτὰ ἐποίησαν τοὺς ταῖς βώλοις βάλλοντας·

当他们这样整备列阵之后,他便发出战斗信号。于是,一方掷出泥块,有的击中了胸甲和篾盾,有的击中了敌方的大腿和护胫。而当双方近身相接时,手持木杖的一方击打对面的大腿、手臂或小腿,对那些俯身拾取泥块者,更是击打其颈部与背部。最后,持杖者击溃对手并展开追击,伴随着阵阵大笑与嬉戏一路捶打。轮换之后,另一方重新拿起木杖,也对那些投掷泥块者如法炮制。

语法注3 条
  1. 2.3.14ὥστε νῦν ἐμοὶ δοκεῖν

    此处 ὥστε 引出结果从句的不定式 δοκεῖν,支配宾格主语 τὸ τῶν ὅπλων φόρημα 及补足不定式 ἐοικέναι,意为“以至于如今在我看来,佩戴武器像是……”。

  2. 2.3.15ὡς οὖν ἐμοῦ γε καὶ ἀγωνιουμένου καὶ ὁποῖος ἄν τις ὦ κατὰ τὴν ἀξίαν με τιμᾶν ἀξιώσοντος, οὕτως, ἔφη, ὦ Κῦρε, γίγνωσκε.

    句中的 ὡς 连同属格独立结构(ἐμοῦ ... ἀγωνιουμένου καὶ ... ἀξιώσοντος)在副词 οὕτως 的配合下,充当了祈使动词 γίγνωσκε 的认知内容,表示“请你明鉴/确信我打算……”。

  3. 2.3.17εἰς δὲ τὰς δεξιὰς νάρθηκας παχεῖς τοῖς ἡμίσεσιν ἔδωκε

    此处出现破格句(anacoluthon):本应延续依赖分词 ἰδὼν αὐτόν(看到他……)的宾语补足结构,但在后半句中直接转变成了以连长为主语的限定动词句(ἔδωκε, εἶπεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.3.10-2.3.18