← 色诺芬

居鲁士的教育

§2.3.1-2.3.9

居鲁士的演说与对按功行赏的赞同

在决战前夕,居鲁士召集全军,强调个人主动作为的必要性,并就应按功受奖还是平均分配征询意见。同侪贵族克律桑塔斯和平民佩劳拉斯相继发言,赞同按功行赏的原则,并肯定了不论阶层均享有平等竞争美德机会的现状。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.3.1

τοιαῦτα μὲν δὴ καὶ γελοῖα καὶ σπουδαῖα καὶ ἐλέγετο καὶ ἐπράττετο ἐν τῇ σκηνῇ. τέλος δὲ τὰς τρίτας σπονδὰς ποιήσαντες καὶ εὐξάμενοι τοῖς θεοῖς τἀγαθὰ τὴν σκηνὴν εἰς κοίτην διέλυον. τῇ δʼ ὑστεραίᾳ ὁ Κῦρος συνέλεξε πάντας τοὺς στρατιώτας καὶ ἔλεξε τοιάδε.

帐篷之中所言所行,便包含着诸如此类的诙谐与庄重。最后,他们行了第三次奠酒之礼,并向诸神祈求福泽,便散开帐篷之聚就寝歇息。次日,居鲁士召集所有士兵,发表了如下演说:

§2.3.2

ἄνδρες φίλοι, ὁ μὲν ἀγὼν ἐγγὺς ἡμῖν· προσέρχονται γὰρ οἱ πολέμιοι. τὰ δʼ ἆθλα τῆς νίκης, ἢν μὲν ἡμεῖς νικῶμεν (τοῦτο γὰρ ἀεὶ καὶ λέγειν καὶ ποιεῖν δεῖ), δῆλον ὅτι οἵ τε πολέμιοι ἡμέτεροι καὶ τὰ τῶν πολεμίων ἀγαθὰ πάντα· ἢν δὲ ἡμεῖς αὖ νικώμεθα—καὶ οὕτω τὰ τῶν νικωμένων πάντα τοῖς νικῶσιν ἀεὶ ἆθλα πρόκειται.

‘朋友们,我们的战斗迫在眉睫,因为敌人正在逼近。至于胜利的奖赏,倘若我们获胜——因为这正是我们应当始终言说并付诸行动的——显而易见,敌人本身连同其一切财物都将归我们所有;但倘若我们反遭败绩——同样,战败者的一切财物也总是作为奖赏摆在战胜者面前。

§2.3.3

οὕτω δή, ἔφη, δεῖ ὑμᾶς γιγνώσκειν ὡς ὅταν μὲν ἄνθρωποι κοινωνοὶ πολέμου γενόμενοι ἐν ἑαυτοῖς ἕκαστοι ἔχωσιν, ὡς, εἰ μὴ αὐτός τις προθυμήσεται, οὐδὲν ἐσόμενον τῶν δεόντων,1 ταχὺ πολλὰ καὶ καλὰ διαπράττονται· οὐδὲν γὰρ αὐτοῖς ἀργεῖται τῶν πράττεσθαι δεομένων· ὅταν δʼ ἕκαστος διανοηθῇ ὡς ἄλλος ἔσται ὁ πράττων καὶ μαχόμενος, κἂν αὐτὸς μαλακίζηται, τούτοις, ἔφη, εὖ ἴστε ὅτι πᾶσιν ἅμα πάντα ἥκει τὰ χαλεπὰ φερόμενα.

因此,’他说,‘你们应当明白:一旦共同参战的人各自在心中认定,倘若自己不奋发图强,应行之事便一件也无法达成,他们就能迅速成办许多美好崇高的伟业;因为在他们当中,凡是需要成办之事,没有一件会被荒废。然而,一旦每个人都心想,即使自己怯懦偷安,自会另有人去行动和作战,那么,’他说,‘诸位请确信,一切灾祸必将一齐席卷降临于这些人身上。

§2.3.4

καὶ ὁ θεὸς οὕτω πως ἐποίησε· τοῖς μὴ θέλουσιν ἑαυτοῖς προστάττειν ἐκπονεῖν τἀγαθὰ ἄλλους αὐτοῖς ἐπιτακτῆρας δίδωσι. νῦν οὖν τις, ἔφη, λεγέτω ἐνθάδε ἀναστὰς περὶ αὐτοῦ τούτου ποτέρως ἂν τὴν ἀρετὴν μᾶλλον οἴεται ἀσκεῖσθαι2 παρʼ ἡμῖν, εἰ μέλλοι ὁ πλεῖστα καὶ πονεῖν καὶ κινδυνεύειν ἐθέλων πλείστης καὶ τιμῆς τεύξεσθαι, ἢ ἂν εἰδῶμεν ὅτι οὐδὲν διαφέρει κακὸν εἶναι· ὁμοίως γὰρ πάντες τῶν ἴσων τευξόμεθα.

神明大抵也是如此安排的:对于不愿命令自己吃苦以博取善果的人,神明便赐给他们别的人充当监工。因此,现在,’他说,‘请有人在此站起身来就这一问题表态:他认为在何种情形下美德会在我们当中得到更好的操练——究竟是甘愿承受最多辛劳与凶险之人将获得最高的荣誉,还是当我们知道做个恶人也无所谓,因为大家全都同样获得平等的份额?’

§2.3.5

ἐνταῦθα δὴ ἀναστὰς Χρυσάντας, εἷς τῶν ὁμοτίμων, ἀνὴρ οὔτε μέγας οὔτε ἰσχυρὸς ἰδεῖν, φρονήσει δὲ διαφέρων, ἔλεξεν· ἀλλʼ οἶμαι μέν, ἔφη, ὦ Κῦρε, οὐδὲ διανοούμενόν σε ὡς δεῖ ἴσον ἔχειν τοὺς κακοὺς τοῖς ἀγαθοῖς ἐμβαλεῖν τοῦτον τὸν λόγον, ἀλλʼ ἀποπειρώμενον εἴ τις ἄρα ἔσται ἀνὴρ ὅστις ἐθελήσει ἐπιδεῖξαι ἑαυτὸν ὡς διανοεῖται μηδὲν καλὸν κἀγαθὸν ποιῶν, ἃ ἂν ἄλλοι τῇ ἀρετῇ καταπράξωσι, τούτων ἰσομοιρεῖν.

这时,同侪中的一员克律桑塔斯站起身来;此人容貌看起来既不高大也不强壮,智虑却超群出众。他说道:‘居鲁士啊,我认为你提出这番话,绝非当真认为恶人应当与善人享有平等之权,而是想试探一下,究竟是否会有人愿意自曝其短,表明自己打算在未立任何善美功勋的情况下,去均分他人凭美德所创下的一切。

§2.3.6

ἐγὼ δʼ, ἔφη, οὔτε ποσίν εἰμι ταχὺς οὔτε χερσὶν ἰσχυρός, γιγνώσκω τε ὅτι ἐξ ὧν ἂν ἐγὼ τῷ ἐμῷ σώματι ποιήσω, οὐ κριθείην οὔτε ἂν πρῶτος οὔτε ἂν δεύτερος, οἶμαι δʼ οὐδʼ ἂν χιλιοστός, ἴσως δʼ οὐδʼ ἂν μυριοστός· ἀλλὰ καὶ ἐκεῖνο, ἔφη, σαφῶς ἐπίσταμαι ὅτι εἰ μὲν οἱ δυνατοὶ ἐρρωμένως ἀντιλήψονται τῶν πραγμάτων, ἀγαθοῦ τινός μοι μετέσται τοσοῦτον μέρος ὅσον ἂν δίκαιον ᾖ· εἰ δʼ οἱ μὲν κακοὶ μηδὲν ποιήσουσιν, οἱ δʼ ἀγαθοὶ καὶ δυνατοὶ ἀθύμως ἕξουσι, δέδοικα, ἔφη, μὴ ἄλλου τινὸς μᾶλλον ἢ τοῦ ἀγαθοῦ μεθέξω πλέον μέρος ἢ ἐγὼ βούλομαι.

就我而言,’他说,‘我既非步履迅疾,亦非臂力强劲,而且我深知,单凭我这具肉体所能做出的作为,我既评不上第一,也评不上第二,我认为连第一千名都排不上,或许连第一万名也排不上。然而,’他说,‘我也清楚地知晓这一点:倘若那些有能力的人奋力担当起事务,我也将按公正的分寸分得属于我的那一份善果;但倘若恶人无所作为,而优秀且有能之士又心灰意冷,那我恐怕,’他说,‘我所分得的超出我所愿的更大份额,将不是善果,而是别的事物了。’

§2.3.7

Χρυσάντας μὲν δὴ οὕτως εἶπεν. ἀνέστη δʼ ἐπʼ αὐτῷ Φεραύλας Πέρσης τῶν δημοτῶν, Κύρῳ πως ἔτι οἴκοθεν συνήθης καὶ ἀρεστὸς ἀνήρ, καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν οὐκ ἀγεννεῖ ἀνδρὶ ἐοικώς, καὶ ἔλεξε τοιάδε.

克律桑塔斯便如此说道。紧接着他站起来的是佩劳拉斯,一个出身平民阶层的波斯人;他在故乡时就已不知何故与居鲁士十分熟识且颇受青睐,其形貌与心智都不逊于高贵出身之人。

§2.3.8

ἐγώ, ἔφη, ὦ Κῦρε καὶ πάντες οἱ παρόντες Πέρσαι, ἡγοῦμαι μὲν ἡμᾶς πάντας ἐκ τοῦ ἴσου νῦν ὁρμᾶσθαι εἰς τὸ ἀγωνίζεσθαι περὶ ἀρετῆς· ὁρῶ γὰρ ὁμοίᾳ μὲν τροφῇ πάντας ἡμᾶς τὸ σῶμα ἀσκοῦντας, ὁμοίας δὲ συνουσίας πάντας ἀξιουμένους, ταὐτὰ δὲ πᾶσιν ἡμῖν πρόκειται. τό τε γὰρ τοῖς ἄρχουσι πείθεσθαι πᾶσιν ἐν κοινῷ κεῖται, καὶ ὃς ἂν φανῇ τοῦτο ἀπροφασίστως ποιῶν, τοῦτον ὁρῶ παρὰ Κύρου τιμῆς τυγχάνοντα· τό τε πρὸς τοὺς πολεμίους ἄλκιμον εἶναι οὐ τῷ μὲν προσῆκον τῷ δʼ οὔ, ἀλλὰ πᾶσι καὶ τοῦτο προκέκριται κάλλιστον εἶναι.

他发表了如下言论: ‘居鲁士以及在场的所有波斯人,’他说,‘依我之见,我们大家如今是在完全平等的起点上奔赴争求美德的赛场。因为我看到,我们全员都在用相同的饮食操练身体,全员都被认为配享同等的交往,且摆在我们全员面前的事物完全相同。服从将领乃是共同明确规定于所有人之上的,凡被见及毫不推诿去履行此职者,我都看到他从居鲁士那里蒙受尊荣;而在面对敌人时勇敢无畏,也绝非宜于某人而不宜于他人,而是被所有人公认乃是至善至美之举。

§2.3.9

νῦν δʼ, ἔφη, ἡμῖν καὶ δείκνυται μάχη, ἣν ἐγὼ ὁρῶ πάντας ἀνθρώπους φύσει ἐπισταμένους, ὥσπερ γε καὶ τἆλλα ζῷα ἐπίστανταί τινα μάχην ἕκαστα οὐδὲ παρʼ ἑνὸς ἄλλου μαθόντα ἢ παρὰ τῆς φύσεως, οἷον ὁ βοῦς κέρατι παίειν, ὁ ἵππος ὁπλῇ, ὁ κάπρος ὀδόντι. καὶ φυλάττεσθαί γʼ, ἔφη, ἅπαντα ταῦτα ἐπίστανται ἀφʼ ὧν μάλιστα δεῖ, καὶ ταῦτα εἰς οὐδενὸς διδασκάλου πώποτε φοιτήσαντα.3

而如今,’他说,‘摆在我们面前的战斗方式,我看是所有人天生就通晓的,正如其余禽兽各自通晓某种战斗方式,未曾向自然以外的任何师长学习过一样——如公牛懂得用角顶撞,骏马懂得用蹄踢蹬,野猪懂得用獠牙突刺。而且所有这些生灵,’他说,‘还懂得防备最需要防备之物,而这也未曾到过任何教师的门下求学过。’

语法注3 条
  1. 2.3.3οὐδὲν ἐσόμενον τῶν δεόντων

    在由连词 ὡς 引导的从属分句内部,跟在条件从句(εἰ μὴ αὐτός τις προθυμήσεται)之后的结论部分并未采用限定动词,而是由中性单数将来时分词 ἐσόμενον(独立宾格构词,或与 ὡς 连用的间接引语分词)充当,用以松散地表述主观认定之内容(‘应行之事将一件也不得实现’)。

  2. 2.3.4ποτέρως ἂν τὴν ἀρετὴν μᾶλλον οἴεται ἀσκεῖσθαι

    助词 ἄν 紧随引导间接疑问句的疑问副词 ποτέρως 出现,而支配动词 οἴεται 本身为现在时直陈式。此处 ἄν 在语义上实际修饰后文的不定式 ἀσκεῖσθαι(赋予其潜能意义‘美德得以操练’),因语序前置(hyperbaton)而提前到句首疑问词之后。

  3. 2.3.9καὶ ταῦτα εἰς οὐδενὸς διδασκάλου πώποτε φοιτήσαντα

    καὶ ταῦτα 为惯用的宾格短语,意为‘而且’、‘即使如此’,用以加强其后分词从属句的转折与补充意味。此外,εἰς οὐδενὸς διδασκάλου 省略了 οἰκίαν(住宅)或 διδασκαλεῖον(学塾)等名词,为典型的所有格省略构词,配合固定搭配 φοιτάω εἰς(‘前往……处求学’)使用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.3.1-2.3.9