- 底本
- Xenophon, creator; Xenophontis Opera omnia Volume IV Institutio Cyri; Marchant, E. C. (Edgar Cardew), 1864-1960, editor
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0032.tlg007.humanitext-grc2:2.2.23-2.2.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士主张将怠惰自私者驱逐出军队,并无论出身广泛选拔优秀人才;随后,众人围绕连长桑鲍拉斯与其相貌极丑却任劳任怨的随从打趣玩笑。
ἀλλʼ ἐγὼ μέν, ἔφη ὁ Κῦρος, ὦ ἄνδρες, γιγνώσκω τοὺς τοιούτους ἀνθρώπους οἷον καὶ οὗτος νῦν λέγει, εἴπερ δεῖ ἐνεργὸν καὶ πειθόμενον ἔχειν τὸ στράτευμα, ἐξαιρετέους εἶναι ἐκ τῆς στρατιᾶς. δοκεῖ γάρ μοι τὸ μὲν πολὺ τῶν στρατιωτῶν εἶναι οἷον ἕπεσθαι1 ᾗ ἄν τις ἡγῆται· ἄγειν δʼ οἶμαι ἐπιχειροῦσιν οἱ μὲν καλοὶ κἀγαθοὶ ἐπὶ τὰ καλὰ κἀγαθά, οἱ δὲ πονηροὶ ἐπὶ τὰ πονηρά.
‘然而诸位,’居鲁士说,‘依我看来,如果我们确实要让军队保持战斗力与服从性,就必须将方才这位所说的这类人从军中清除出去。因为在我看来,大多数士卒的本性都是倾向于随引导者而行;而我想,贤良之士力求将他们引向美好崇高之事,恶劣之徒则试图将他们引向邪恶之事。
καὶ πολλάκις τοίνυν πλείονας ὁμογνώμονας λαμβάνουσιν οἱ φαῦλοι ἢ οἱ σπουδαῖοι. ἡ γὰρ πονηρία διὰ τῶν παραυτίκα ἡδονῶν πορευομένη ταύτας ἔχει συμπειθούσας πολλοὺς αὐτῇ ὁμογνωμονεῖν· ἡ δʼ ἀρετὴ πρὸς ὄρθιον ἄγουσα οὐ πάνυ δεινή ἐστιν ἐν τῷ παραυτίκα εἰκῇ συνεπισπᾶσθαι, ἄλλως τε καὶ ἢν ἄλλοι ὦσιν ἐπὶ τὸ πρανὲς καὶ τὸ μαλακὸν ἀντιπαρακαλοῦντες.
因此,卑劣之徒往往比严谨之士获得更多的随从者。因为邪恶是经由眼前的享乐而行进的,它凭借这些享乐足以劝导许多人与它同调;而美德引人攀登陡坡,绝不擅长在眼前随随便便地把人拉拢过去,尤其是当另有人反过来向那平缓下坡与安逸之路发出诱惑的时候。
καὶ τοίνυν ὅταν μέν τινες βλακείᾳ καὶ ἀπονίᾳ μόνον κακοὶ ὦσι, τούτους ἐγὼ νομίζω ὥσπερ κηφῆνας δαπάνῃ μόνον ζημιοῦν τοὺς κοινῶνας· οἳ δʼ ἂν τῶν μὲν πόνων κακοὶ ὦσι κοινωνοί, πρὸς δὲ τὸ πλεονεκτεῖν σφοδροὶ καὶ ἀναίσχυντοι, οὗτοι καὶ ἡγεμονικοί εἰσι πρὸς τὰ πονηρά· πολλάκις γὰρ δύνανται τὴν πονηρίαν πλεονεκτοῦσαν ἀποδεικνύναι· ὥστε παντάπασιν ἐξαιρετέοι ἡμῖν οἱ τοιοῦτοί εἰσι.
再者,当某些人仅仅因怠惰和懒散而表现低劣时,我认为他们就像雄蜂一样,仅仅在消耗物资上损害同伴;然而那些在辛劳上是不良同伴、在贪占利益上却凶猛不知廉耻的人,甚至还是通往恶行的首领;因为他们往往能证明为恶是有利可图的。因此,这类人无论如何都必须被我们清除出去。
καὶ μὴ μέντοι σκοπεῖτε ὅπως ἐκ τῶν πολιτῶν ἀντιπληρώσετε τὰς τάξεις, ἀλλʼ ὥσπερ ἵπποι οἳ ἂν ἄριστοι ὦσιν, οὐχ οἳ ἂν πατριῶται, τούτους ζητεῖτε,2 οὕτω καὶ ἀνθρώπους ἐκ πάντων οἳ ἂν ὑμῖν δοκῶσι μάλιστα συνισχυριεῖν τε ὑμᾶς καὶ συγκοσμήσειν, τούτους λαμβάνετε. μαρτυρεῖ δέ μοι καὶ τόδε πρὸς τὸ ἀγαθόν· οὔτε γὰρ ἅρμα δήπου ταχὺ γένοιτʼ ἂν βραδέων ἵππων ἐνόντων οὔτε δίκαιον ἀδίκων συνεζευγμένων, οὐδὲ οἶκος δύναιτʼ ἂν εὖ οἰκεῖσθαι πονηροῖς οἰκέταις χρώμενος, ἀλλὰ καὶ ἐνδεόμενος οἰκετῶν ἧττον σφάλλεται ἢ ὑπὸ ἀδίκων ταραττόμενος.
而且,你们切莫只考虑如何用本国公民来补齐队列;正如同你们寻找良马,寻找的是最优秀的马匹,而非本地产的马匹,对于兵员亦当如此:凡是你们认为最能增强你们力量、严明你们纪律的人,便要从所有人群中将他们挑选出来。这一点也从实际效益上为我作了证明:倘若队伍里混有慢马,战车绝不能疾驰;倘若套上恶马,战车绝不能平稳受控;使用恶仆,家业亦不可能治理得当;实际上,缺少仆人所招致的过失,也比任由不法之仆扰乱所招致的要少得多。
εὖ δʼ ἴστε, ἔφη, ὦ ἄνδρες, φίλοι, ὅτι οὐδὲ τοῦτο μόνον ὠφελήσουσιν οἱ κακοὶ ἀφαιρεθέντες ὅτι κακοὶ ἀπέσονται, ἀλλὰ καὶ τῶν καταμενόντων οἳ μὲν ἀνεπίμπλαντο ἤδη κακίας, ἀποκαθαροῦνται πάλιν ταύτης, οἱ δὲ ἀγαθοὶ τοὺς κακοὺς ἰδόντες ἀτιμασθέντας πολὺ εὐθυμότερον τῆς ἀρετῆς ἀνθέξονται.
朋友们,诸位请确信,’他说,‘将恶人清除出去,所带来的益处绝不仅限于免除恶人存在这一条;留在队伍中的人当中,那些此前已开始染上恶习的人,将再次洗涤干净;而贤良之士看到恶人受贬斥,亦将更加精神振奋地坚守美德。’
ὁ μὲν οὕτως εἶπε· τοῖς δὲ φίλοις πᾶσι συνέδοξε ταῦτα, καὶ οὕτως ἐποίουν. ἐκ δὲ τούτου πάλιν αὐτοῖς σκώμματος ἤρχετο ὁ Κῦρος. κατανοήσας γάρ τινα τῶν λοχαγῶν σύνδειπνον καὶ παρακλίτην πεποιημένον ἄνδρα ὑπέρδασύν τε καὶ ὑπέραισχρον, ἀνακαλέσας τὸν λοχαγὸν ὀνομαστὶ εἶπεν ὧδε· ὦ Σαμβαύλα, ἔφη, ἀλλʼ ἦ καὶ σὺ κατὰ τὸν Ἑλληνικὸν τρόπον, ὅτι καλόν ἐστι, περιάγει τοῦτο τὸ μειράκιον τὸ παρακατακείμενόν σοι; νὴ τὸν Δίʼ, ἔφη ὁ Σαμβαύλας, ἥδομαι γοῦν καὶ ἐγὼ συνών τε καὶ θεώμενος τοῦτον.
居鲁士如此说道;所有的密友都赞同这些意见,并且照此施行了。此后,居鲁士又同他们开起玩笑来。因为他注意到一位连长让一个体毛极重且奇丑无比的男子与自己共进晚餐并同榻而卧,便直呼这位连长的名字说道:‘桑鲍拉斯啊,难道你也照着希腊人的风尚,因为漂亮而带着身旁这位美少年到处走动吗?’‘凭宙斯起誓,’桑鲍拉斯说,‘与他相伴并注视着他,我也确实感到十分愉悦。’
ἀκούσαντες ταῦτα οἱ σύσκηνοι προσέβλεψαν· ὡς δὲ εἶδον τὸ πρόσωπον τοῦ ἀνδρὸς ὑπερβάλλον αἴσχει, ἐγέλασαν πάντες. καί τις εἶπε· πρὸς τῶν θεῶν, ὦ Σαμβαύλα, ποίῳ ποτέ σε ἔργῳ ἁνὴρ οὗτος ἀνήρτηται;3
同帐篷的人听了这话都转过头去看;当他们看到那男人的面孔丑陋至极时,全都大笑起来。有人便问:‘凭诸神起誓,桑鲍拉斯,这汉子究竟凭什么功绩把你给牢牢抓住了?’
καὶ ὃς εἶπεν· ἐγὼ ὑμῖν νὴ τὸν Δία, ὦ ἄνδρες, ἐρῶ. ὁποσάκις γὰρ αὐτὸν ἐκάλεσα εἴτε νυκτὸς εἴτε ἡμέρας, οὐπώποτέ μοι οὔτʼ ἀσχολίαν προυφασίσατο οὔτε βάδην ὑπήκουσεν, ἀλλʼ ἀεὶ τρέχων· ὁποσάκις τε αὐτῷ πρᾶξαί τι προσέταξα, οὐδὲν ἀνιδρωτί ποτε αὐτὸν εἶδον ποιοῦντα. πεποίηκε δὲ καὶ τοὺς δεκαδέας πάντας τοιούτους, οὐ λόγῳ ἀλλʼ ἔργῳ ἀποδεικνὺς οἵους δεῖ εἶναι.
他回答道:‘诸位,凭宙斯起誓,我告诉你们。无论黑夜还是白昼,只要我召唤他,他从未向我推托没有空闲,也从未慢步走来,而是始终飞奔而至;只要我吩咐他去办某件事,我从未见过他不流汗就做完的。而且他还把整小队的十人兵卒都训练成了这般模样,不是用言辞,而是用行动表明了应当成为怎样的人。’
καί τις εἶπε· κἄπειτα τοιοῦτον ὄντα οὐ φιλεῖς αὐτὸν ὥσπερ τοὺς συγγενεῖς; καὶ ὁ αἰσχρὸς ἐκεῖνος πρὸς τοῦτο ἔφη· μὰ Δία· οὐ γὰρ φιλόπονός ἐστιν· ἐπεὶ ἤρκει ἂν αὐτῷ, εἰ ἐμὲ ἤθελε φιλεῖν,4 τοῦτο ἀντὶ πάντων τῶν γυμνασίων.
有人插话道:‘既然他是这般优秀的人,难道你不像对待亲属那样亲吻他吗?’那丑汉对此答道:‘凭宙斯起誓,绝无此事;因为他并非热爱吃苦之人;倘若他真想亲吻我,光是这一下,便足够替代他所有的体能训练了!’
- 2.2.23οἷον ἕπεσθαι
“οἷος + 不定式”表结果或性向倾向(“具有……的倾向/性情”)。此处用于说明主语 τὸ πολὺ τῶν στρατιωτῶν(大部分士卒)的秉性特征。
- 2.2.26ὥσπερ ἵπποι οἳ ἂν ἄριστοι ὦσιν, οὐχ οἳ ἂν πατριῶται, τούτους ζητεῖτε
悬垂主格或逆同化结构:名副其实作为主句动词 ζητεῖτε 宾语的名词 ἵπποι(由复指代词 τούτους 体现),在格位上受关系从句主语及表语的影响而被置于句首呈现为主格。
- 2.2.29ποίῳ ποτέ σε ἔργῳ ἁνὴρ οὗτος ἀνήρτηται;
ἀνήρτηται 为 ἀναρτάω(依附、系结)的完成时中间态,意为“使……依附于己、博得……的心”,直接宾语为宾格 σε,与表手段或原因的与格 ποίῳ ἔργῳ 连用。
- 2.2.31ἐπεὶ ἤρκει ἂν αὐτῷ, εἰ ἐμὲ ἤθελε φιλεῖν
连词 ἐπεί 引导带有反事实假设的说明(“否则的话……”)。归结从句中的 ἤρκει ἄν(未完成过去时+ἄν)与条件从句中的 εἰ ἤθελε(εἰ+未完成过去时)构成与现在事实相反的虚拟语气,意为“否则,倘若他想亲吻我,光这一项就足够替代所有苦练了”。
